§2.24συλλαβόντες οὖν τοὺς νενικημένους καὶ δήσαντες ἀπέπεμψαν ἔτι μᾶλλον κολασθησομένους.
于是,他们捉住了那些战败者,把他们捆绑起来,送回去接受更严厉的惩罚。
ἔγραψεν δὲ καὶ ταύτην τὴν μάχην Ὅμηρος καὶ ἀπιόντι μοι ἔδωκεν τὰ βιβλία κομίζειν τοῖς παρʼ ἡμῖν ἀνθρώποις· ἀλλʼ ὕστερον καὶ ταῦτα μετὰ τῶν ἄλλων ἀπωλέσαμεν.
荷马也写下了这场战斗,并在我离开时把这卷书交给我,让我带给我们的世界的人们;但后来我和其他东西一起把这些也弄丢了。
ἦν δὲ ἡ ἀρχὴ τοῦ ποιήματος αὕτη,
"Νῦν δέ μοι ἔννεπε, Μοῦσα, μάχην νεκύων ἡρώων.
那首诗的开头是这样的: “缪斯啊,如今请为我歌唱,那些死去的英雄们的战斗。
"
τότε δʼ οὖν κυάμους ἑψήσαντες, ὥσπερ παρʼ αὐτοῖς νόμος ἐπειδὰν τὸν πόλεμον κατορθώσωσιν, εἱστιῶντο τὰ ἐπινίκια καὶ ἑορτὴν μεγάλην ἦγον· μόνος δὲ αὐτῆς οὐ μετεῖχε Πυθαγόρας, ἀλλʼ ἄσιτος πόρρω ἐκαθέζετο μυσαττόμενος τὴν κυαμοφαγίαν.
” 当时,他们按照在战争中获胜时的惯例煮了蚕豆,举行了庆祝胜利的宴会,并举办了盛大的节日活动;唯独毕达哥拉斯没有参加,他厌恶吃蚕豆,因而不进食,远远地坐在旁处。
§2.25ἤδη δὲ μηνῶν ἓξ διεληλυθότων περὶ μεσοῦντα τὸν ἕβδομον νεώτερα συνίστατο πράγματα· κινύρας ὁ τοῦ Σκινθάρου παῖς, μέγας ὢν καὶ καλός, ἤρα πολὺν ἤδη χρόνον τῆς Ἑλένης, καὶ αὕτη δὲ οὐκ ἀφανὴς ἦν ἐπιμανῶς ἀγαπῶσα τὸν νεανίσκον· πολλάκις γοῦν καὶ διένευον ἀλλήλοις ἐν τῷ συμποσίῳ καὶ προὔπινον καὶ μόνοι ἐξανιστάμενοι ἐπλανῶντο περὶ τὴν ὕλην.
在六个月已经过去、快到第七个月中旬时,发生了一起新变故:斯琴塔罗斯的儿子基尼拉斯身材高大且容貌俊美,他已经爱慕海伦很久了,而她也显然疯狂地爱着这个年轻人;至少,他们经常在宴席上互相递眼色,频频敬酒,并且单独起身在林子周围游荡。
καὶ δή ποτὲ ὑπʼ ἔρωτος καὶ ἀμηχανίας ἐβουλεύσατο ὁ Κινύρας ἁρπάσας τὴν Ἑλένην — ἐδόκει δὲ κἀκείνῃ ταῦτα — οἴχεσθαι ἀπιόντας ἔς τινα τῶν ἐπικειμένων νήσων, ἤτοι ἐς τὴν Φελλὼ ἢ ἐς τὴν Τυρόεσσαν.
终于,出于爱情和无奈,基尼拉斯计划拐走海伦——而她也同意了这一点——一起逃往附近的一座岛屿,要么是费洛岛,要么是蒂罗埃萨岛。
συνωμότας δὲ πάλαι προσειλήφεσαν τρεῖς τῶν ἑταίρων τῶν ἐμῶν τοὺς θρασυτάτους.
他们早就争取到了我的同伴中极胆大的人作为同谋。
τῷ μέντοι πατρὶ οὐκ ἐμήνυσε ταῦτα· ἠπίστατο γὰρ ὑπʼ αὐτοῦ κωλυθησόμενος.
然而他并没有把这事告诉他的父亲,因为他知道自己会被父亲阻拦。
ὡς δὲ ἐδόκει αὐτοῖς, ἐτέλουν τὴν ἐπιβουλήν.
既然他们已经决定,便着手实施这一阴谋。
καὶ ἐπειδὴ νὺξ ἐγένετο — ἐγὼ μὲν οὐ παρῆν· ἐτύγχανον γὰρ ἐν τῷ συμποσίῳ κοιμώμενος — οἱ δὲ λαθόντες τοὺς ἄλλους ἀναλαβόντες τὴν Ἑλένην ὑπὸ σπουδῆς ἀνήχθησαν.
到了夜里——我当时不在场,因为我正好在宴席上睡着了——他们瞒过众人,带上海伦,匆匆扬帆出海。
§2.26περὶ δὲ τὸ μεσονύκτιον ἀνεγρόμενος ὁ Μενέλαος ἐπεὶ ἔμαθεν τὴν εὐνὴν κενὴν τῆς γυναικός, βοήν τε ἵστη καὶ τὸν ἀδελφὸν παραλαβὼν ἦλθε πρὸς τὸν βασιλέα τὸν Ῥαδάμανθυν.
午夜时分,墨涅拉俄斯醒来,当得知妻子的床铺空无一人时,便大声呼喊,并带上他的哥哥,一起去找国王拉达曼迪斯。
ἡμέρας δὲ ὑποφαινούσης ἔλεγον οἱ σκοποὶ καθορᾶν τὴν ναῦν πολὺ ἀπέχουσαν· οὕτω δὴ ἐμβιβάσας ὁ Ῥαδάμανθυς πεντήκοντα τῶν ἡρώων εἰς ναῦν μονόξυλον ἀσφοδελίνην παρήγγειλεν διώκειν· οἱ δὲ ὑπὸ προθυμίας ἐλαύνοντες περὶ μεσημβρίαν καταλαμβάνουσιν αὐτοὺς ἄρτι ἐς τὸν γαλακτώδη τοῦ ὠκεανοῦ τόπον ἐμβαίνοντας πλησίον τῆς Τυροέσσης· παρὰ τοσοῦτον ἦλθον διαδρᾶναι· καὶ ἀναδησάμενοι τὴν ναῦν ἁλύσει ῥοδίνῃ κατέπλεον.
天刚蒙蒙亮,哨兵们便报告说看见那艘船已经驶得很远了;于是拉达曼迪斯让五十位英雄登上了一艘用阿福花制成的独木舟,命令他们追击;他们奋力划桨,在正午时分赶上了他们,当时他们正准备进入蒂罗埃萨附近海洋的乳状区域;他们差一点儿就逃脱了;英雄们用玫瑰编成的锁链拴住他们的船,返航而归。
ἡ μὲν οὖν Ἑλένη ἐδάκρυέν τε καὶ ᾐσχύνετο κἀνεκαλύπτετο, τοὺς δὲ ἀμφὶ τὸν Κινύραν ἀνακρίνας πρότερον ὁ Ῥαδάμανθυς, εἴ τινες καὶ ἄλλοι αὐτοῖς συνίσασιν, ὡς οὐδένα εἶπον, ἐκ τῶν αἰδοίων δήσας ἀπέπεμψεν ἐς τὸν τῶν ἀσεβῶν χῶρον μαλάχῃ πρότερον μαστιγωθέντας.
海伦则又是哭泣,又是羞愧,还遮住了自己的脸;至于基尼拉斯一伙人,拉达曼迪斯先审问他们是否还有其他人知情,当他们说没有别人时,便让人先用锦葵鞭打他们,然后绑住他们的生殖器,送往不敬神者之地。
§2.27ἐψηφίσαντο δὲ καὶ ἡμᾶς ἐμπροθέσμως ἐκπέμπειν ἐκ τῆς νήσου, τὴν ἐπιοῦσαν ἡμέραν μόνην ἐπιμείναντας.
他们还投票决定提前将我们遣送出岛,仅允许我们多逗留第二天一天。
ἐνταῦθα δὴ ἐγὼ ἐποτνιώμην τε καὶ ἐδάκρυον οἷα ἔμελλον ἀγαθὰ καταλιπὼν αὖθις πλανηθήσεσθαι.
此时,我真是又悲叹又哭泣,想到自己即将告别如此美妙的福祉,重新四处流浪。
αὐτοὶ μέντοι παρεμυθοῦντο λέγοντες οὐ πολλῶν ἐτῶν ἀφίξεσθαι πάλιν ὡς αὐτούς, καί μοι ἤδη εἰς τοὐπιὸν θρόνον τε καὶ κλισίαν ἐπεδείκνυσαν πλησίον τῶν ἀρίστων.
然而他们安慰我说,用不了多少年,我就会重新回到他们身边,他们甚至已经向我展示了将来属于我的、在那些最杰出者身旁的席位和躺椅。
ἐγὼ δὲ προσελθὼν τῷ Ῥαδαμάνθυι πολλὰ ἱκέτευον εἰπεῖν τὰ μέλλοντα καὶ ὑποδεῖξαί μοι τὸν πλοῦν.
我便走到拉达曼迪斯面前,百般恳求他预言我的未来,并为我指明航线。
ὁ δὲ ἔφασκεν ἀφίξεσθαι μὲν εἰς τὴν πατρίδα πολλὰ πρότερον πλανηθέντα καὶ κινδυνεύσαντα, τὸν δὲ χρόνον οὐκέτι τῆς ἐπανόδου προσθεῖναι ἠθέλησεν·
他说我会在历经多次漂泊和危险后回到祖国,但却不愿再说明返回的具体时间。
ἀλλὰ δὴ καὶ δεικνὺς τὰς πλησίον νήσους—ἐφαίνοντο δὲ πέντε τὸν ἀριθμόν, ἄλλη δὲ ἕκτη πόρρωθεν — ταύτας μὲν εἶναι ἔφασκεν τῶν ἀσεβῶν, τὰς πλησίον, Ἀφʼ ὧν, ἔφη, ἤδη τὸ πολὺ πῦρ ὁρᾷς καιόμενον, ἕκτη δὲ ἐκείνη τῶν ὀνείρων ἡ πόλις·
但他也指着附近的岛屿——这些岛屿数量上显现为五个,还有第六个在很远处——说这几座近处的岛屿是不敬神者的:“正如你现在看到的,”他说,“那些岛上正燃烧着熊熊烈火。
μετὰ ταύτην δὲ ἡ τῆς Καλυψοῦς νῆσος, ἀλλʼ οὐδέπω σοι φαίνεται.
而那第六个则是梦之城;在这之后是卡吕普索的岛屿,但目前你还看不见。
ἐπειδὰν δὲ ταύτας παραπλεύσῃς, τότε δὴ ἀφίξῃ εἰς τὴν μεγάλην ἤπειρον τὴν ἐναντίαν τῇ ὑφʼ ὑμῶν κατοικουμένῃ· ἐνταῦθα δὴ πολλὰ παθὼν καὶ ποικίλα ἔθνη διελθὼν καὶ ἀνθρώποις ἀμίκτοις ἐπιδημήσας χρόνῳ ποτὲ ἥξεις εἰς τὴν ἑτέραν ἤπειρον.
当你驶过这些地方,那时你就会到达那块与你们所居住的大陆相对的大陆;在那里你将经历许多磨难,穿过各种不同的民族,并在不与外人往来的人群中客居,最终有一天,你会抵达另一块大陆。 ”