§1.1## ΑΛΗΘΩΝ ΔΙΗΓΗΜΑΤΩΝ
ὥσπερ τοῖς ἀθλητικοῖς καὶ περὶ τὴν τῶν σωμάτων ἐπιμέλειαν ἀσχολουμένοις οὐ τῆς εὐεξίας μόνον οὐδὲ τῶν γυμνασίων φροντίς ἐστιν, ἀλλὰ καὶ τῆς κατὰ καιρὸν γινομένης ἀνέσεως — μέρος γοῦν τῆς ἀσκήσεως τὸ μέγιστον αὐτὴν ὑπολαμβάνουσιν — οὕτω δὴ καὶ τοῖς περὶ τοὺς λόγους ἐσπουδακόσιν ἡγοῦμαι προσήκειν μετὰ τὴν πολλὴν τῶν σπουδαιοτέρων ἀνάγνωσιν ἀνιέναι τε τὴν διάνοιαν καὶ πρὸς τὸν ἔπειτα κάματον ἀκμαιοτέραν παρασκευάζειν.
真实的故事正如对于运动员和那些专心于身体护理的人来说,他们不仅关心健康状况和体育锻炼,还关心适时的休息——事实上,他们认为这是训练中最重要的部分——同样地,我认为对于那些热衷于文学的人来说,在阅读了大量严肃的著作之后,放松心智并使其为之后的劳苦做好更充沛的准备也是非常合适的。
§1.2γένοιτο δʼ ἂν ἐμμελὴς ἡ ἀνάπαυσις αὐτοῖς, εἰ τοῖς τοιούτοις τῶν ἀναγνωσμάτων ὁμιλοῖεν, ἃ μὴ μόνον ἐκ τοῦ ἀστείου τε καὶ χαρίεντος ψιλὴν παρέξει τὴν ψυχαγωγίαν, ἀλλά τινα καὶ θεωρίαν οὐκ ἄμουσον ἐπιδείξεται, οἷόν τι καὶ περὶ τῶνδε τῶν συγγραμμάτων αὐτοὺς φρονήσειν ὑπολαμβάνω·
如果他们能接触到这样的一些读物,他们的休息就会是合适且协调的:这些读物不仅能通过机智和风趣提供单纯的娱乐,而且还能展示出某种并非没有教养的学问;我想,对于我这篇著作,他们也会抱有同样的看法。
οὐ γὰρ μόνον τὸ ξένον τῆς ὑποθέσεως οὐδὲ τὸ χαρίεν τῆς προαιρέσεως ἐπαγωγὸν ἔσται αὐτοῖς οὐδʼ ὅτι ψεύσματα ποικίλα πιθανῶς τε καὶ ἐναλήθως ἐξενηνόχαμεν, ἀλλʼ ὅτι καὶ τῶν ἱστορουμένων ἕκαστον οὐκ ἀκωμῳδήτως ᾔνικται πρός τινας τῶν παλαιῶν ποιητῶν τε καὶ συγγραφέων καὶ φιλοσόφων πολλὰ τεράστια καὶ μυθώδη συγγεγραφότων, οὓς καὶ ὀνομαστὶ ἂν ἔγραφον, εἰ μὴ καὶ αὐτῷ σοι ἐκ τῆς ἀναγνώσεως φανεῖσθαι ἔμελλον
因为不仅题材的新颖和意图的风趣会吸引他们,也不仅因为我们以具有说服力和逼真的方式讲述了各种谎言,而且还因为所叙述的每一件事都并非没有喜剧性地讽刺了某些写下了许多怪异和神话般事迹的古代诗人、历史学家和哲学家,如果不是你自己能从阅读中看出他们是谁,我甚至会写下他们的名字。
§1.3Κτησίας ὁ Κτησιόχου ὁ Κνίδιος, ὃς συνέγραψεν περὶ τῆς Ἰνδῶν χώρας καὶ τῶν παρʼ αὐτοῖς ἃ μήτε αὐτὸς εἶδεν μήτε ἄλλου ἀληθεύοντος ἤκουσεν.
克尼多斯的克特西奥胡斯之子克特西亚斯就是其中之一,他写了关于印度土地和他们那里的情况,而这些事情是他自己既未见过,也未从任何说实话的人那里听过的。
ἔγραψε δὲ καὶ Ἰαμβοῦλος περὶ τῶν ἐν τῇ μεγάλῃ θαλάττῃ πολλὰ παράδοξα, γνώριμον μὲν ἅπασι τὸ ψεῦδος πλασάμενος, οὐκ ἀτερπῆ δὲ ὅμως συνθεὶς τὴν ὑπόθεσιν.
扬布鲁斯也写了许多关于大海中事物的奇闻怪事,他编造了一个人人都看得出的谎言,但仍然构思了一个并非令人不悦的主题。
πολλοὶ δὲ καὶ ἄλλοι τὰ αὐτὰ τούτοις προελόμενοι συνέγραψαν ὡς δή τινας ἑαυτῶν πλάνας τε καὶ ἀποδημίας, θηρίων τε μεγέθη ἱστοροῦντες καὶ ἀνθρώπων ὠμότητας καὶ βίων καινότητας·
许多其他人也选择了与他们相同的方式,写下了所谓的他们自己的漂泊和旅行,记述了野兽的巨大、人类的残忍以及生活方式的新奇。
ἀρχηγὸς δὲ αὐτοῖς καὶ διδάσκαλος τῆς τοιαύτης βωμολοχίας ὁ τοῦ Ὁμήρου Ὀδυσσεύς, τοῖς περὶ τὸν Ἀλκίνουν διηγούμενος ἀνέμων τε δουλείαν καὶ μονοφθάλμους καὶ ὠμοφάγους καὶ ἀγρίους τινὰς ἀνθρώπους, ἔτι δὲ πολυκέφαλα ζῷα καὶ τὰς ὑπὸ φαρμάκων τῶν ἑταίρων μεταβολάς, οἷα πολλὰ ἐκεῖνος πρὸς ἰδιώτας ἀνθρώπους τοὺς Φαίακας ἐτερατεύσατο.
而对于他们来说,这种插科打诨的始作俑者和导师就是荷马笔下的奥德修斯,他向阿尔基诺乌斯身边的人讲述风的奴役、单眼和吃生肉的野蛮人,还有多头野兽以及同伴因药物而发生的形体改变——这些都是他向费阿克斯人这些单纯的人所夸大其词的许多怪异之事。
§1.4τούτοις οὖν ἐντυχὼν ἅπασιν, τοῦ ψεύσασθαι μὲν οὐ σφόδρα τοὺς ἄνδρας ἐμεμψάμην, ὁρῶν ἤδη σύνηθες ὂν τοῦτο καὶ τοῖς φιλοσοφεῖν ὑπισχνουμένοις·
因此,在读了所有这些之后,我并没有过分谴责这些人说谎,因为我看到这甚至在那些许诺从事哲学研究的人那里也已经习以为常了。
ἐκεῖνο δὲ αὐτῶν ἐθαύμασα, εἰ ἐνόμιζον λήσειν οὐκ ἀληθῆ συγγράφοντες.
但我对他们感到惊讶的是,他们是否认为自己写下不真实的事情能不被发现。
διόπερ καὶ αὐτὸς ὑπὸ κενοδοξίας ἀπολιπεῖν τι σπουδάσας τοῖς μεθʼ ἡμᾶς, ἵνα μὴ μόνος ἄμοιρος ὦ τῆς ἐν τῷ μυθολογεῖν ἐλευθερίας, ἐπεὶ μηδὲν ἀληθὲς ἱστορεῖν εἶχον — οὐδὲν γὰρ ἐπεπόνθειν ἀξιόλογον — ἐπὶ τὸ ψεῦδος ἐτραπόμην πολὺ τῶν ἄλλων εὐγνωμονέστερον·
因此,我自己也出于虚荣心,渴望为后人留下一些东西,以免我成为唯一一个没有分享到神话创作自由的人,既然我没有什么真实的事情可以记述——因为我没有经历过任何值得一提的事情——我就转向了说谎,这比其他人要诚实得多。
κἂν ἓν γὰρ δὴ τοῦτο ἀληθεύσω λέγων ὅτι ψεύδομαι.
因为至少在这一件事上我是说真话的:当我说我在说谎时。
οὕτω δʼ ἄν μοι δοκῶ καὶ τὴν παρὰ τῶν ἄλλων κατηγορίαν ἐκφυγεῖν αὐτὸς ὁμολογῶν μηδὲν ἀληθὲς λέγειν.
我认为这样我也可以通过自己承认不说真话来逃避他人的谴责。
γράφω τοίνυν περὶ ὧν μήτε εἶδον μήτε ἔπαθον μήτε παρʼ ἄλλων ἐπυθόμην, ἔτι δὲ μήτε ὅλως ὄντων μήτε τὴν ἀρχὴν γενέσθαι δυναμένων.
因此,我所写的事物,既不是我见过的,也不是我经历过的,更不是从别人那里听说的,而且它们既完全不存在,也根本不可能发生。
διὸ δεῖ τοὺς ἐντυγχάνοντας μηδαμῶς πιστεύειν αὐτοῖς.
所以,阅读它们的人绝不能相信它们。
§1.5ὁρμηθεὶς γάρ ποτε ἀπὸ Ἡρακλείων στηλῶν καὶ ἀφεὶς εἰς τὸν ἑσπέριον ὠκεανὸν οὐρίῳ ἀνέμῳ τὸν πλοῦν ἐποιούμην.
因为我曾从赫拉克勒斯之柱出发,驶入西部的洋流,乘着顺风航行。
αἰτία δέ μοι τῆς ἀποδημίας καὶ ὑπόθεσις ἡ τῆς διανοίας περιεργία καὶ πραγμάτων καινῶν ἐπιθυμία καὶ τὸ βούλεσθαι μαθεῖν τί τὸ τέλος ἐστὶν τοῦ ὠκεανοῦ καὶ τίνες οἱ πέραν κατοικοῦντες ἄνθρωποι.
我这次旅行的原因和宗旨是心智的好奇心、对新奇事物的渴望,以及想要了解海洋的尽头是什么,以及居住在彼岸的是些什么人。
τούτου γέ τοι ἕνεκα πάμπολλα μὲν σιτία ἐνεβαλόμην, ἱκανὸν δὲ καὶ ὕδωρ ἐνεθέμην, πεντήκοντα δὲ τῶν ἡλικιωτῶν προσεποιησάμην τὴν αὐτὴν ἐμοὶ γνώμην ἔχοντας, ἔτι δὲ καὶ ὅπλων πολύ τι πλῆθος παρεσκευασάμην καὶ κυβερνήτην τὸν ἄριστον μισθῷ μεγάλῳ πείσας παρέλαβον καὶ τὴν ναῦν — ἄκατος δὲ ἦν — ὡς πρὸς μέγαν καὶ βίαιον πλοῦν ἐκρατυνάμην.
正因为这个缘故,我装载了极多的粮食,也放了充足的水,并拉拢了五十个与我有相同想法的同龄同伴,此外还准备了大量的武器,并用重金说服了最优秀的领航员带他同行,还将我的船(这是一艘快速轻舟)加固,以备进行漫长而艰险的航行。