§1.35καὶ τὰ μὲν ἄλλα ἴσως φέρειν δυνάμεθα, οἱ δὲ γείτονες ἡμῶν καὶ πάροικοι σφόδρα χαλεποὶ καὶ βαρεῖς εἰσιν, ἄμικτοί τε ὄντες καὶ ἄγριοι.
“其他的事情我们或许还能忍受,但我们的邻居和同居者们却极其凶狠且难以对付,他们既不与人交往,又十分野蛮。
ἦ γάρ, ἔφην ἐγώ, καὶ ἄλλοι τινές εἰσιν ἐν τῷ κήτει;
” “难道说,”我问,“这怪鱼腹中还有其他人吗?
πολλοὶ μὲν οὖν, ἔφη, καὶ ἄξενοι καὶ τὰς μορφὰς ἀλλόκοτοι·
” “多得很呐,”他说,“不仅不友善,而且长相奇特。
τὰ μὲν γὰρ ἑσπέρια τῆς ὕλης καὶ οὐραῖα Ταριχᾶνες οἰκοῦσιν, ἔθνος ἐγχελυωπὸν καὶ καραβοπρόσωπον, μάχιμον καὶ θρασὺ καὶ ὠμοφάγον· τὰ δὲ τῆς ἑτέρας πλευρᾶς κατὰ τὸν δεξιὸν τοῖχον Τριτωνομένδητες, τὰ μὲν ἄνω ἀνθρώποις ἐοικότες, τὰ δὲ κάτω τοῖς γαλεώταις, ἧττον μέντοι ἄδικοί εἰσιν τῶν ἄλλων· τὰ λαιὰ δὲ Καρκινόχειρες καὶ Θυννοκέφαλοι συμμαχίαν τε καὶ φιλίαν πρὸς ἑαυτοὺς πεποιημένοι· τὴν δὲ μεσόγαιαν νέμονται Παγουρίδαι καὶ Ψηττόποδες, γένος μάχιμον καὶ δρομικώτατον· τὰ ἑῷα δέ, τὰ πρὸς αὐτῷ τῷ στόματι, τὰ πολλὰ μὲν ἔρημά ἐστι, προσκλυζόμενα τῇ θαλάττῃ· ὅμως δὲ ἐγὼ ταῦτα ἔχω φόρον τοῖς Ψηττόποσιν ὑποτελῶν ἑκάστου ἔτους ὄστρεια πεντακόσια.
森林的西部和靠近尾部的区域,居住着塔里卡内斯人,这是一个长着鳗鱼眼睛和龙虾面孔的部族,好战、凶悍且食生肉;而右侧船舷那边的另一侧,居住着特里同诺门德特斯人,他们上半身像人,下半身像壁虎,不过他们倒比其他人少些不义;左边是卡尔基诺凯雷斯人和辛诺凯法洛伊人,他们之间结成了同盟和友好关系;而内陆地区则由巴古里代人和普塞托波德斯人占领,他们是一个好战且极其善于奔跑的族群;至于东部,即紧邻口部的区域,大部分是荒地,因为有海水冲刷;不过我依然占有这片土地,代价是每年向普塞托波德斯人缴纳五百只牡蛎作为贡赋。
§1.36τοιαύτη μὲν ἡ χώρα ἐστίν· ὑμᾶς δὲ χρὴ ὁρᾶν ὅπως δυνησόμεθα τοσούτοις ἔθνεσι μάχεσθαι καὶ ὅπως βιοτεύσομεν.
” “这片土地的情况就是这样;但你们必须考虑,我们该如何与这么多部族交战,以及我们该如何生存下去。
πόσοι δέ, ἔφην ἐγώ, πάντες οὖτοί εἰσιν;
” “他们总共有多少人? ”我问。
πλείους, ἔφη, τῶν χιλίων.
“一千多人。 ”他说。
ὅπλα δὲ τίνα ἐστὶν αὐτοῖς;
“那他们有什么武器?
οὐδέν, ἔφη, πλὴν τὰ ὀστᾶ τῶν ἰχθύων.
”“什么也没有,”他说,“除了鱼骨之外。
οὐκοῦν, ἔφην ἐγώ, ἄριστα ἂν ἔχοι διὰ μάχης ἐλθεῖν αὐτοῖς, ἅτε οὖσιν ἀνόπλοις αὐτούς γε ὡπλισμένους·
” “既然如此,”我说,“同他们交战将是最好的选择,因为我们有武器,而他们手无寸铁。
εἰ γὰρ κρατήσομεν αὐτῶν, ἀδεῶς τὸν λοιπὸν βίον οἰκήσομεν.
如果我们战胜了他们,余生就可以无忧无虑地在这里生活了。
ἔδοξε ταῦτα, καὶ ἀπελθόντες ἐπὶ ναῦν παρεσκευαζόμεθα.
” 这个提议被采纳了,我们回到船上开始准备。
αἰτία δὲ τοῦ πολέμου ἔμελλεν ἔσεσθαι τοῦ φόρου ἡ οὐκ ἀπόδοσις, ἤδη τῆς προθεσμίας ἐνεστώσης.
战争的借口将是不缴纳贡赋,而此时期限已迫在眉睫。
καὶ δὴ οἱ μὲν ἔπεμπον ἀπαιτοῦντες τὸν δασμόν· ὁ δὲ ὑπεροπτικῶς ἀποκρινάμενος ἀπεδίωξε τοὺς ἀγγέλους.
果然,他们派人来索要贡赋;而他傲慢地作了答复,并赶走了使者。
πρῶτοι οὖν οἱ Ψηττόποδες καὶ οἱ Παγουρίδαι χαλεπαίνοντες τῷ Σκινθάρῳ — τοῦτο γὰρ ἐκαλεῖτο — μετὰ πολλοῦ θορύβου ἐπῄεσαν.
于是,普塞托波德斯人和巴古里代人首先对斯金萨罗斯——这就是他的名字——发怒,大肆喧噪地攻了过来。
§1.37ἡμεῖς δὲ τὴν ἔφοδον ὑποπτεύοντες ἐξοπλισάμενοι ἀνεμένομεν, λόχον τινὰ προτάξαντες ἀνδρῶν πέντε καὶ εἴκοσι.
我们料到会有袭击,便整装待发,事先布置了一支由二十五人组成的伏兵。
προείρητο δὲ τοῖς ἐν τῇ ἐνέδρᾳ, ἐπειδὰν ἴδωσι παρεληλυθότας τοὺς πολεμίους, ἐπανίστασθαι· καὶ οὕτως ἐποίησαν.
伏兵们事先得到了命令,一旦看见敌人走过去,就立刻发起伏击;他们也确实照办了。
ἐπαναστάντες γὰρ κατόπιν ἔκοπτον αὐτούς, καὶ ἡμεῖς δὲ αὐτοὶ πέντε καὶ εἴκοσι τὸν ἀριθμὸν ὄντες — καὶ γὰρ ὁ Σκίνθαρος καὶ ὁ παῖς αὐτοῦ συνεστρατεύοντο — ὑπηντιάζομεν, καὶ συμμίξαντες θυμῷ καὶ ῥώμῃ διεκινδυνεύομεν.
因为他们从背后发起伏击,砍杀敌人,而我们自己,一共二十五人——因为斯金萨罗斯和他的儿子也一同参战——则从正面迎击,双方混战在一起,以斗志和力量决一死战。
τέλος δὲ τροπὴν αὐτῶν ποιησάμενοι κατεδιώξαμεν ἄχρι πρὸς τοὺς φωλεούς.
最终我们使他们溃败,一路追击,直追到他们的巢穴。
ἀπέθανον δὲ τῶν μὲν πολεμίων ἑβδομήκοντα καὶ ἑκατόν, ἡμῶν δὲ εἷς, ὁ κυβερνήτης, τρίγλης πλευρᾷ διαπαρεὶς τὸ μετάφρενον.
敌军战死一百七十人,我们这方只死了一人,即舵手,他被一条红鲣鱼的肋骨刺穿了后背。
§1.38ἐκείνην μὲν οὖν τὴν ἡμέραν καὶ τὴν νύκτα ἐπηυλισάμεθα τῇ μάχῃ καὶ τρόπαιον ἐστήσαμεν ῥάχιν ξηρὰν δελφῖνος ἀναπήξαντες.
那天白天和黑夜,我们都在战场上露营,并插起一根干燥的海豚脊骨,建立了一座凯旋碑。
τῇ ὑστεραίᾳ δὲ καὶ οἱ ἄλλοι αἰσθόμενοι παρῆσαν, τὸ μὲν δεξιὸν κέρας ἔχοντες οἱ Ταριχᾶνες — ἡγεῖτο δὲ αὐτῶν Πήλαμος — τὸ δὲ εὐώνυμον οἱ Θυννοκέφαλοι, τὸ μέσον δὲ οἱ Καρκινόχειρες· οἱ γὰρ Τριτωνομένδητες τὴν ἡσυχίαν ἦγον οὐδετέροις συμμαχεῖν προαιρούμενοι.
第二天,其他部族闻讯也赶到了,塔里卡内斯人占据右翼——由佩拉莫斯统领——左翼是辛诺凯法洛伊人,中央则是卡尔基诺凯雷斯人;因为特里同诺门德特斯人选择两不相帮,保持着静默。
ἡμεῖς δὲ προαπαντήσαντες αὐτοῖς παρὰ τὸ Ποσειδώνιον συνεμίξαμεν πολλῇ βοῇ χρώμενοι, ἀντήχει δὲ τὸ κύτος ὥσπερ τὰ σπήλαια.
我们在波塞冬神庙旁迎击他们,大声呐喊着交战,怪鱼的腹腔像洞穴一样发出回声。
τρεψάμενοι δὲ αὐτούς, ἅτε γυμνῆτας ὄντας, καὶ καταδιώξαντες ἐς τὴν ὕλην τὸ λοιπὸν ἐπεκρατοῦμεν τῆς γῆς.
既然他们毫无防备,我们便击溃了他们,并把他们赶进森林,此后便主宰了这片土地。
§1.39καὶ μετʼ οὐ πολὺ κήρυκας ἀποστείλαντες νεκρούς τε ἀνῃροῦντο καὶ περὶ φιλίας διελέγοντο· ἡμῖν δὲ οὐκ ἐδόκει σπένδεσθαι, ἀλλὰ τῇ ὑστεραίᾳ χωρήσαντες ἐπʼ αὐτοὺς πάντας ἄρδην ἐξεκόψαμεν πλὴν τῶν Τριτωνομενδήτων.
不久,他们派来使者,收回了尸体,并开始商谈交好之事;但我们无意媾和,而是在第二天向他们进军,除了特里同诺门德特斯人之外,将所有人彻底剿灭。
οὗτοι δὲ ὡς εἶδον τὰ γινόμενα, διαδράντες ἐκ τῶν βραγχίων ἀφῆκαν αὑτοὺς εἰς τὴν θάλατταν.
这些人见势不妙,从鳃部逃出,投身入海。
ἡμεῖς δὲ τὴν χώραν ἐπελθόντες ἔρημον ἤδη οὖσαν τῶν πολεμίων τὸ λοιπὸν ἀδεῶς κατῳκοῦμεν, τὰ πολλὰ γυμνασίοις τε καὶ κυνηγεσίοις χρώμενοι καὶ ἀμπελουργοῦντες καὶ τὸν καρπὸν συγκομιζόμενοι τὸν ἐκ τῶν δένδρων, καὶ ὅλως ἐῴκειμεν τοῖς ἐν δεσμωτηρίῳ μεγάλῳ καὶ ἀφύκτῳ τρυφῶσι καὶ λελυμένοις.
我们巡视了这片已无敌踪的土地,此后便无忧无虑地生活在此,大多数时间都在进行体育锻炼和狩猎,耕作葡萄园并采摘树上的果实;总的来说,我们就像是在一座巨大且无法逃脱的监狱里,免受束缚、过着奢华生活的人。
ἐνιαυτὸν μὲν οὖν καὶ μῆνας ὀκτὼ τοῦτον διήγομεν τὸν τρόπον.
就这样,我们度过了一年零八个月。