Humanitext Reader

琉善 · 祖国赞 §7-12

报效祖国的义务与渴望叶落归根的心愿

第 2 段,共 2 段 · 希腊语

内容简介

论述对祖国报恩的义务,以及无论老幼皆向往故乡、渴望死后葬于祖国的心理。同时阐述土著公民深厚的爱国情怀,以及祖国在法律和战争中的重大分量。

§7πάντα δέ, οἶμαι· , παιδεύματα καὶ μαθήματα συλλέγουσιν ἄνθρωποι χρησιμωτέρους αὑτοὺς ἀπὸ τούτων ταῖς πατρίσι παρασκευάζοντες· κτῶνται δὲ καὶ χρήματα φιλοτιμίας ἕνεκεν τῆς εἰς τὰ κοινὰ τῆς πατρίδος δαπανήματα.
在我看来,人们积累一切教养与学问,是通过这些使自己对祖国更加有用;他们也为了对祖国公共开支的荣誉心而获取财富。
καὶ εἰκότως, οἶμαι· δεῖ γὰρ οὐκ ἀχαρίστους εἶναι τοὺς τῶν μεγίστων τυχόντας εὐεργεσιῶν.
在我看来,这理所当然;因为获得最大恩惠的人不应当忘恩负义。
ἀλλʼ εἰ τοῖς καθʼ ἕνα τις ἀπονέμει χάριν, ὥσπερ ἐστὶ δίκαιον, ἐπειδὰν εὖ πάθῃ πρός τινος, πολὺ μᾶλλον προσήκει τὴν πατρίδα τοῖς καθήκουσιν ἀμείβεσθαι· κακώσεως μὲν γὰρ γονέων εἰσὶ νόμοι παρὰ ταῖς πόλεσι, κοινὴν δὲ προσήκει πάντων μητέρα τὴν πατρίδα νομίζειν καὶ χαριστήρια τροφῶν ἀποδιδόναι καὶ τῆς τῶν νόμων αὐτῶν γνώσεως.
但是,如果有人在受到某人恩惠时,如其正当的那样,向个人表示感谢,那么用应尽的义务报答祖国就更为合适了;因为各城市虽然有惩罚虐待父母的法律,但理应将祖国视为众人共同的母亲,并为养育之恩以及对法律本身的认知而献上感谢。
§8ὤφθη δὲ οὐδεὶς οὕτως ἀμνήμων τῆς πατρίδος, ὡς ἐν ἄλλῃ πόλει γενόμενος ἀμελεῖν, ἀλλʼ οἵ τε κακοπραγοῦντες ἐν ταῖς ἀποδημίαις συνεχῶς ἀνακαλοῦσιν ὡς μέγιστον τῶν ἀγαθῶν ἡ πατρίς, οἵ τε εὐδαιμονοῦντες, ἂν καὶ τὰ ἄλλα εὖ πράττωσιν, τοῦτο γοῦν αὐτοῖς μέγιστον ἐνδεῖν νομίζουσιν τὸ μὴ τὴν πατρίδα οἰκεῖν, ἀλλὰ ξενιτεύειν· ὄνειδος γὰρ τὸ τῆς ξενιτείας.
没有一个被发现如此忘却祖国,以至于身处他城便加以疏忽;相反,那些在旅途中遭遇不幸的人,不断地呼唤着祖国是最大的福祉,而那些幸福的人,即使在其他方面事事顺遂,也认为不居住在祖国而是旅居国外,这至少是他们最大的缺失;因为旅居国外是一种羞耻。
καὶ τοὺς κατὰ τὸν τῆς ἀποδημίας χρόνον λαμπροὺς γενομένους ἢ διὰ χρημάτων κτῆσιν ἢ διὰ τιμῆς δόξαν ἢ διὰ παιδείας μαρτυρίαν ἢ διʼ ἀνδρείας ἔπαινον ἔστιν ἰδεῖν εἰς τὴν πατρίδα πάντας ἐπειγομένους, ὡς οὐκ ἂν ἐν ἄλλοις βελτίοσιν ἐπιδειξαμένους τὰ αὑτῶν καλά· καὶ τοσούτῳ γε μᾶλλον ἕκαστος σπεύδει λαβέσθαι τῆς πατρίδος, ὅσῳπερ ἂν φαίνηται μειζόνων παρʼ ἄλλοις ἠξιωμένος.
并且,那些在旅居期间,或因获得财富,或因名誉声望,或因教养的明证,或因勇气的赞赏而变得显赫的人,可以看到他们所有人都在急切地返回祖国,仿佛在其他任何更好的群体面前,他们都无法展示自己的卓越成就一般;而且,每个人越是在他国被认为配得上更伟大的尊荣,他就越是急切地想要回到祖国。
§9ποθεινὴ μὲν οὖν καὶ νέοις ἡ πατρίς· τοῖς δὲ ἤδη γεγηρακόσιν ὅσῳ πλεῖον τοῦ φρονεῖν ἢ τοῖς νέοις μέτεστι, τοσούτῳ καὶ πλείων ἐγγίνεται πόθος τῆς πατρίδος·
因此,年轻人自然向往祖国;而对于已经年迈的人来说,他们比年轻人多享有多少理智,对祖国的向往也就有多深。
ἕκαστος γοῦν τῶν γεγηρακότων καὶ σπεύδει καὶ εὔχεται καταλῦσαι τὸν βίον ἐπὶ τῆς πατρίδος, ἵνʼ, ὅθεν ἤρξατο βιοῦν, ἐνταῦθα πάλιν καὶ τὸ σῶμα παρακατάθηται τῇ γῇ τῇ θρεψαμένῃ καὶ τῶν πατρῴων κοινωνήσῃ τάφων· δεινὸν γὰρ ἑκάστῳ δοκεῖ ξενίας ἁλίσκεσθαι καὶ μετὰ θάνατον, ἐν ἀλλοτρίᾳ κειμένῳ γῇ.
至少,每个年迈的人都急切地盼望并祈祷在祖国结束生命,以便在自己开始生活的地方,再次将身体托付给抚育自己的土地,并与先祖同葬一墓;因为对任何人来说,即使在死后,躺在异国的土地上,被判定为异乡人,都是一件可怕的事情。
§10ὅσον δὲ τῆς εὐνοίας τῆς πρὸς τὰς πατρίδας μέτεστιν τοῖς ὡς ἀληθῶς γνησίοις πολίταις μάθοι τις ἂν ἐκ τῶν αὐτοχθόνων·
真正纯正的公民对祖国怀有多少善意,人们可以从土著居民身上学到。
οἱ μὲν γὰρ ἐπήλυδες καθάπερ νόθοι ῥᾳδίας ποιοῦνται τὰς μεταναστάσεις, τὸ μὲν τῆς πατρίδος ὄνομα μήτε εἰδότες μήτε στέργοντες, ἡγούμενοι δʼ ἁπανταχοῦ τῶν ἐπιτηδείων εὐπορήσειν, μέτρον εὐδαιμονίας τὰς τῆς γαστρὸς ἡδονὰς τιθέμενοι.
因为外来者就像庶子一样,轻易地进行迁移,既不认识也不珍爱祖国的名字,认为到处都能获得充足的必需品,将肚腹的享乐视为幸福的尺度。
οἷς δὲ καὶ μήτηρ ἡ πατρίς, ἀγαπῶσι τὴν γῆν ἐφʼ ἧς ἐγένοντο καὶ ἐτράφησαν, κἂν ὀλίγην ἔχωσι, κἂν τραχεῖαν καὶ λεπτόγεων· κἂν ἀπορῶσι τῆς γῆς ἐπαινέσαι τὴν ἀρετήν, τῶν γε ὑπὲρ τῆς πατρίδος οὐκ ἀπορήσουσιν ἐγκωμίων.
但对于那些视祖国为母亲的人来说,他们热爱自己诞生和成长的土地,即使这土地狭小、崎岖且贫瘠;即使他们无法赞美土地的肥沃,也绝不缺乏为祖国歌功颂德的赞辞。
ἀλλὰ κἂν ἴδωσιν ἑτέρους σεμνυνομένους πεδίοις ἀνειμένοις καὶ λειμῶσι φυτοῖς παντοδαποῖς διειλημμένοις, καὶ αὐτοὶ τῶν τῆς πατρίδος ἐγκωμίων οὐκ ἐπιλανθάνονται, τὴν δὲ ἱπποτρόφον ὑπερορῶντες τὴν κουροτρόφον ἐπαινοῦσι.
相反,即使他们看到别人因开阔的平原和缀满各种植物的草地而自豪,他们自己也不会忘记对祖国的赞美,而是轻视养马之地,赞美育人之地。
§11καὶ σπεύδει τις εἰς τὴν πατρίδα, κἂν νησιώτης ᾖ, κἂν παρʼ ἄλλοις εὐδαιμονεῖν δύνηται, καὶ διδομένην ἀθανασίαν οὐ προσήσεται, προτιμῶν τὸν ἐπὶ τῆς πατρίδος τάφον, καὶ ὁ τῆς πατρίδος αὐτῷ καπνὸς λαμπρότερος ὀφθήσεται τοῦ παρʼ ἄλλοις πυρός.
而且,即使是岛民,即使能在别处获得幸福,人也会急切地返回祖国,甚至拒绝赐予的不朽,而宁愿选择祖国的坟墓;在他眼中,祖国的烟雾也比他国的烈火更加璀璨。
§12οὕτω δὲ ἄρα τίμιον εἶναι δοκεῖ παρὰ πᾶσιν ἡ πατρίς, ὥστε καὶ τοὺς πανταχοῦ νομοθέτας ἴδοι τις ἂν ἐπὶ τοῖς μεγίστοις ἀδικήμασιν ὡς χαλεπωτάτην ἐπιβεβληκότας τὴν φυγὴν τιμωρίαν.
因此,祖国在所有人看来都是如此珍贵,以至于人们可以看到各地的立法者对最严重的罪行课以最严厉的惩罚,即流放。
καὶ οὐχ οἱ νομοθέται μὲν οὕτως ἔχουσιν, οἱ δὲ πιστευόμενοι τὰς στρατηγίας ἑτέρως, ἀλλʼ ἐν ταῖς μάχαις τὸ μέγιστόν ἐστι τῶν παραγγελμάτων τοῖς παραταττομένοις, ὡς ὑπὲρ πατρίδος αὐτοῖς ὁ πόλεμος, καὶ οὐδεὶς ὅστις ἂν ἀκούσας τούτου κακὸς εἶναι θέλῃ· ποιεῖ γὰρ τὸν δειλὸν ἀνδρεῖον τὸ τῆς πατρίδος ὄνομα.
而且,不仅立法者如此认为,那些被委以统帅之职的人也没有不同看法;相反,在战斗中,对严阵以待的士兵们最伟大的号令就是,这场战争是为了他们的祖国,没有人在听到这句话后还甘愿当个懦夫;因为祖国这个名字能让胆怯者变得勇敢。

词汇与语法注释

  1. §7δαπανήματα — 名词 δαπάνημα(开支,花费)的宾格复数。在此,介词短语 τῆς εἰς τὰ κοινὰ τῆς πατρίδος(针对祖国公共事务的)修饰属格名词 φιλοτιμίας(荣誉心),而 δαπανήματα 作为宾格补足语,表明这种荣誉心所针对的具体对象。
  2. §8ὡς οὐκ ἂν ... ἐπιδειξαμένους — 连词 ὡς(仿佛)与潜在/可能助词 ἄν 及分词 ἐπιδειξαμένους(ἐπιδείκνυμι 的无定过去时中动因受格分词)相结合。它表达了前述宾格主语(τοὺς ... λαμπροὺς γενομένους,“变得显赫的人”)的主观意图,带有潜在或虚拟的语气:“仿佛他们在其他更好的(人群/地方)中便无法展示自己的卓越成就一般”。
  3. §9ξενίας ἁλίσκεσθαι — 源自法律术语的惯用表达。动词 ἁλίσκομαι 意为“被判有罪”,属格 ξενίας 指“(没有公民权的)异邦人罪”。因此,该短语意为“被判定为异乡人/犯有异邦人罪”,在此比喻性地指死后因埋葬在异国土地上而被视作异乡人。
  4. §10οἷς δὲ καὶ μήτηρ ἡ πατρίς — 关系代名词的与格 οἷς 作占有与格(dative of possession)使用。此处省略了系动词 ἐστίν,其意思是:“但对于那些祖国亦是其母亲的人来说”。
  5. §12καὶ οὐχ οἱ νομοθέται μὲν οὕτως ἔχουσιν, οἱ δὲ πιστευόμενοι τὰς στρατηγίας ἑτέρως — 带有对比意义的 μέν ... δέ 句式。句首的否定词 οὐ样χ 作用于整个句子,否定了后半句的 ἑτέρως(不同地/以其他方式)。结构意为:“并非立法者如此认为,而那些被委以统帅之职的人(οἱ πιστευόμενοι τὰς στρατηγίας)却另有看法(即双方都同样珍视祖国)”。名词短语 τὰς στρατηγίας 是保留在被动分词 πιστευόμενοι 之后的宾格。

引用这一段

琉善, 祖国赞 §7-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg010.humanitext-grc2:7-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。