§7πάντα δέ, οἶμαι· , παιδεύματα καὶ μαθήματα συλλέγουσιν ἄνθρωποι χρησιμωτέρους αὑτοὺς ἀπὸ τούτων ταῖς πατρίσι παρασκευάζοντες·
人々は、私の思うに、あらゆる教養と学問を蓄えるが、それはこれらによって自分自身を祖国にとってより有用な者とするためである。
κτῶνται δὲ καὶ χρήματα φιλοτιμίας ἕνεκεν τῆς εἰς τὰ κοινὰ τῆς πατρίδος δαπανήματα.
また、彼らは祖国の公共の支出に対する名誉心のために、富をも獲得する。
καὶ εἰκότως, οἶμαι·
そして私の思うに、それは当然のことである。
δεῖ γὰρ οὐκ ἀχαρίστους εἶναι τοὺς τῶν μεγίστων τυχόντας εὐεργεσιῶν.
なぜなら、最大の恩恵を受けた者たちが不恩義であってはならないからである。
ἀλλʼ εἰ τοῖς καθʼ ἕνα τις ἀπονέμει χάριν, ὥσπερ ἐστὶ δίκαιον, ἐπειδὰν εὖ πάθῃ πρός τινος, πολὺ μᾶλλον προσήκει τὴν πατρίδα τοῖς καθήκουσιν ἀμείβεσθαι·
しかし、もし誰かが、ある人から恩を得た時に、まさに正当であるように、個々の人々に対して感謝を捧げるなら、義務をもって祖国に報いることはなおさらふさわしい。
κακώσεως μὲν γὰρ γονέων εἰσὶ νόμοι παρὰ ταῖς πόλεσι, κοινὴν δὲ προσήκει πάντων μητέρα τὴν πατρίδα νομίζειν καὶ χαριστήρια τροφῶν ἀποδιδόναι καὶ τῆς τῶν νόμων αὐτῶν γνώσεως.
というのも、諸都市には両親の虐待に対する法律があるが、祖国を万人の共通の母親とみなし、養育と、法律そのものの知識に対する感謝を返すことがふさわしいからである。
§8ὤφθη δὲ οὐδεὶς οὕτως ἀμνήμων τῆς πατρίδος, ὡς ἐν ἄλλῃ πόλει γενόμενος ἀμελεῖν, ἀλλʼ οἵ τε κακοπραγοῦντες ἐν ταῖς ἀποδημίαις συνεχῶς ἀνακαλοῦσιν ὡς μέγιστον τῶν ἀγαθῶν ἡ πατρίς, οἵ τε εὐδαιμονοῦντες, ἂν καὶ τὰ ἄλλα εὖ πράττωσιν, τοῦτο γοῦν αὐτοῖς μέγιστον ἐνδεῖν νομίζουσιν τὸ μὴ τὴν πατρίδα οἰκεῖν, ἀλλὰ ξενιτεύειν·
他の都市にいるからといって祖国を顧みないほど、祖国をこれほど忘れる者は誰も見出されなかった。 むしろ、旅先で不遇にある者たちは、祖国こそがあらゆる善きもののうち最大のものであると絶えず呼び求め、幸福な人々も、たとえ他のすべての点で恵まれていても、祖国に住まずに異国に暮らすこと、これこそが自分たちに最も欠けていることだとみなしている。
ὄνειδος γὰρ τὸ τῆς ξενιτείας.
異国暮らしは恥だからである。
καὶ τοὺς κατὰ τὸν τῆς ἀποδημίας χρόνον λαμπροὺς γενομένους ἢ διὰ χρημάτων κτῆσιν ἢ διὰ τιμῆς δόξαν ἢ διὰ παιδείας μαρτυρίαν ἢ διʼ ἀνδρείας ἔπαινον ἔστιν ἰδεῖν εἰς τὴν πατρίδα πάντας ἐπειγομένους, ὡς οὐκ ἂν ἐν ἄλλοις βελτίοσιν ἐπιδειξαμένους τὰ αὑτῶν καλά·
そして、旅の間に、富の獲得、あるいは名誉の評判、あるいは教養の証明、あるいは勇気の称賛によって輝かしい者となった人々が、皆、祖国へと急いでいるのを見ることができる。 それはまるで、他のより優れた人々の前では自分たちの優れた成果を示すことができないかのようである。
καὶ τοσούτῳ γε μᾶλλον ἕκαστος σπεύδει λαβέσθαι τῆς πατρίδος, ὅσῳπερ ἂν φαίνηται μειζόνων παρʼ ἄλλοις ἠξιωμένος.
そして、他国においてより大きな名誉に値すると見なされれば見なされるほど、各人はそれだけいっそう強く、祖国にたどり着くことを急ぐのである。
§9ποθεινὴ μὲν οὖν καὶ νέοις ἡ πατρίς· τοῖς δὲ ἤδη γεγηρακόσιν ὅσῳ πλεῖον τοῦ φρονεῖν ἢ τοῖς νέοις μέτεστι, τοσούτῳ καὶ πλείων ἐγγίνεται πόθος τῆς πατρίδος·
それゆえ、若者にとっても祖国は慕わしいものであるが、すでに老いた人々にとっては、若者よりも分別の分け前が多い分だけ、それだけいっそう大きな祖国への憧れが生じる。
ἕκαστος γοῦν τῶν γεγηρακότων καὶ σπεύδει καὶ εὔχεται καταλῦσαι τὸν βίον ἐπὶ τῆς πατρίδος, ἵνʼ, ὅθεν ἤρξατο βιοῦν, ἐνταῦθα πάλιν καὶ τὸ σῶμα παρακατάθηται τῇ γῇ τῇ θρεψαμένῃ καὶ τῶν πατρῴων κοινωνήσῃ τάφων·
少なくとも、老いた人々のそれぞれは、祖国において生涯を終えることを急ぎ、またそう祈る。 自分が生き始め、自分を育んでくれたその地に、再びそこで肉体を預け、先祖の墓を共有するためである。
δεινὸν γὰρ ἑκάστῳ δοκεῖ ξενίας ἁλίσκεσθαι καὶ μετὰ θάνατον, ἐν ἀλλοτρίᾳ κειμένῳ γῇ.
なぜなら、死後になっても、他国の地に横たわりながら、異邦の身であるとされるのは、誰にとっても恐ろしいことと思われるからである。
§10ὅσον δὲ τῆς εὐνοίας τῆς πρὸς τὰς πατρίδας μέτεστιν τοῖς ὡς ἀληθῶς γνησίοις πολίταις μάθοι τις ἂν ἐκ τῶν αὐτοχθόνων·
真に真正な市民たちに、どれほど祖国に対する愛着が備わっているかは、土着の人々から知ることができるだろう。
οἱ μὲν γὰρ ἐπήλυδες καθάπερ νόθοι ῥᾳδίας ποιοῦνται τὰς μεταναστάσεις, τὸ μὲν τῆς πατρίδος ὄνομα μήτε εἰδότες μήτε στέργοντες, ἡγούμενοι δʼ ἁπανταχοῦ τῶν ἐπιτηδείων εὐπορήσειν, μέτρον εὐδαιμονίας τὰς τῆς γαστρὸς ἡδονὰς τιθέμενοι.
なぜなら、渡り者たちは、庶子のように、容易に移住を行い、祖国という名を知ることも愛することもなく、どこに行っても必需品には困らないと考え、胃袋の快楽を幸福の基準としているからである。
οἷς δὲ καὶ μήτηρ ἡ πατρίς, ἀγαπῶσι τὴν γῆν ἐφʼ ἧς ἐγένοντο καὶ ἐτράφησαν, κἂν ὀλίγην ἔχωσι, κἂν τραχεῖαν καὶ λεπτόγεων·
しかし、祖国が母親でもある人々は、自分が生まれ育った地を愛する。 たとえそれが狭くとも、険しく、痩せた土地であっても。
κἂν ἀπορῶσι τῆς γῆς ἐπαινέσαι τὴν ἀρετήν, τῶν γε ὑπὲρ τῆς πατρίδος οὐκ ἀπορήσουσιν ἐγκωμίων.
そして、たとえその土地の豊かさを称賛する言葉に窮したとしても、少なくとも祖国を讃える賛辞に窮することはない。
ἀλλὰ κἂν ἴδωσιν ἑτέρους σεμνυνομένους πεδίοις ἀνειμένοις καὶ λειμῶσι φυτοῖς παντοδαποῖς διειλημμένοις, καὶ αὐτοὶ τῶν τῆς πατρίδος ἐγκωμίων οὐκ ἐπιλανθάνονται, τὴν δὲ ἱπποτρόφον ὑπερορῶντες τὴν κουροτρόφον ἐπαινοῦσι.
それどころか、たとえ他の人々が、広々とした平野や、様々な植物が散りばめられた牧草地を誇るのを見たとしても、彼ら自身は自分の祖国の賛辞を忘れることなく、馬を育てる土地を軽んじて、若者を育てる土地を称賛する。
§11καὶ σπεύδει τις εἰς τὴν πατρίδα, κἂν νησιώτης ᾖ, κἂν παρʼ ἄλλοις εὐδαιμονεῖν δύνηται, καὶ διδομένην ἀθανασίαν οὐ προσήσεται, προτιμῶν τὸν ἐπὶ τῆς πατρίδος τάφον, καὶ ὁ τῆς πατρίδος αὐτῷ καπνὸς λαμπρότερος ὀφθήσεται τοῦ παρʼ ἄλλοις πυρός.
そして、たとえ島国の人であっても、他国で幸せに暮らすことができたとしても、人は祖国へと急ぐ。 そして、与えられる不死を受け入れず、祖国での墓の方を重んじる。 固定された祖国の煙は、他国の火よりも彼にとって輝かしく見えるのである。
§12οὕτω δὲ ἄρα τίμιον εἶναι δοκεῖ παρὰ πᾶσιν ἡ πατρίς, ὥστε καὶ τοὺς πανταχοῦ νομοθέτας ἴδοι τις ἂν ἐπὶ τοῖς μεγίστοις ἀδικήμασιν ὡς χαλεπωτάτην ἐπιβεβληκότας τὴν φυγὴν τιμωρίαν.
このように、祖国はすべての人にとってまことに尊いものと思われているので、至る所の立法者たちが、最大の罪に対して最も過酷な罰として追放を科しているのを目にするだろう。
καὶ οὐχ οἱ νομοθέται μὲν οὕτως ἔχουσιν, οἱ δὲ πιστευόμενοι τὰς στρατηγίας ἑτέρως, ἀλλʼ ἐν ταῖς μάχαις τὸ μέγιστόν ἐστι τῶν παραγγελμάτων τοῖς παραταττομένοις, ὡς ὑπὲρ πατρίδος αὐτοῖς ὁ πόλεμος, καὶ οὐδεὶς ὅστις ἂν ἀκούσας τούτου κακὸς εἶναι θέλῃ·
そして、立法者たちがそのように考えている一方で、将軍職を委ねられている者たちが異なって考えているわけではない。 むしろ、戦闘において陣を敷く者たちへの最大の命令は、彼らの戦いが祖国のためであるということであり、これを聞いて、卑怯者になろうとする者は一人もいない。
ποιεῖ γὰρ τὸν δειλὸν ἀνδρεῖον τὸ τῆς πατρίδος ὄνομα.
なぜなら、祖国という名が、臆病者を勇敢にするからである。