- 底本
- Lucian, Vol. 1. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg010.humanitext-grc2:7-12
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
祖国への報恩の義務や、老若問わず故郷を慕い、死後も祖国に葬られることを望む人々の心理について。また、土着の市民が持つ祖国愛の強さや、法律・戦争における祖国の重みを説く。
πάντα δέ, οἶμαι·, παιδεύματα καὶ μαθήματα συλλέγουσιν ἄνθρωποι χρησιμωτέρους αὑτοὺς ἀπὸ τούτων ταῖς πατρίσι παρασκευάζοντες· κτῶνται δὲ καὶ χρήματα φιλοτιμίας ἕνεκεν τῆς εἰς τὰ κοινὰ τῆς πατρίδος δαπανήματα.1 καὶ εἰκότως, οἶμαι· δεῖ γὰρ οὐκ ἀχαρίστους εἶναι τοὺς τῶν μεγίστων τυχόντας εὐεργεσιῶν. ἀλλʼ εἰ τοῖς καθʼ ἕνα τις ἀπονέμει χάριν, ὥσπερ ἐστὶ δίκαιον, ἐπειδὰν εὖ πάθῃ πρός τινος, πολὺ μᾶλλον προσήκει τὴν πατρίδα τοῖς καθήκουσιν ἀμείβεσθαι· κακώσεως μὲν γὰρ γονέων εἰσὶ νόμοι παρὰ ταῖς πόλεσι, κοινὴν δὲ προσήκει πάντων μητέρα τὴν πατρίδα νομίζειν καὶ χαριστήρια τροφῶν ἀποδιδόναι καὶ τῆς τῶν νόμων αὐτῶν γνώσεως.
人々は、私の思うに、あらゆる教養と学問を蓄えるが、それはこれらによって自分自身を祖国にとってより有用な者とするためである。また、彼らは祖国の公共の支出に対する名誉心のために、富をも獲得する。そして私の思うに、それは当然のことである。なぜなら、最大の恩恵を受けた者たちが不恩義であってはならないからである。しかし、もし誰かが、ある人から恩を得た時に、まさに正当であるように、個々の人々に対して感謝を捧げるなら、義務をもって祖国に報いることはなおさらふさわしい。というのも、諸都市には両親の虐待に対する法律があるが、祖国を万人の共通の母親とみなし、養育と、法律そのものの知識に対する感謝を返すことがふさわしいからである。
ὤφθη δὲ οὐδεὶς οὕτως ἀμνήμων τῆς πατρίδος, ὡς ἐν ἄλλῃ πόλει γενόμενος ἀμελεῖν, ἀλλʼ οἵ τε κακοπραγοῦντες ἐν ταῖς ἀποδημίαις συνεχῶς ἀνακαλοῦσιν ὡς μέγιστον τῶν ἀγαθῶν ἡ πατρίς, οἵ τε εὐδαιμονοῦντες, ἂν καὶ τὰ ἄλλα εὖ πράττωσιν, τοῦτο γοῦν αὐτοῖς μέγιστον ἐνδεῖν νομίζουσιν τὸ μὴ τὴν πατρίδα οἰκεῖν, ἀλλὰ ξενιτεύειν· ὄνειδος γὰρ τὸ τῆς ξενιτείας. καὶ τοὺς κατὰ τὸν τῆς ἀποδημίας χρόνον λαμπροὺς γενομένους ἢ διὰ χρημάτων κτῆσιν ἢ διὰ τιμῆς δόξαν ἢ διὰ παιδείας μαρτυρίαν ἢ διʼ ἀνδρείας ἔπαινον ἔστιν ἰδεῖν εἰς τὴν πατρίδα πάντας ἐπειγομένους, ὡς οὐκ ἂν ἐν ἄλλοις βελτίοσιν ἐπιδειξαμένους2 τὰ αὑτῶν καλά· καὶ τοσούτῳ γε μᾶλλον ἕκαστος σπεύδει λαβέσθαι τῆς πατρίδος, ὅσῳπερ ἂν φαίνηται μειζόνων παρʼ ἄλλοις ἠξιωμένος.
他の都市にいるからといって祖国を顧みないほど、祖国をこれほど忘れる者は誰も見出されなかった。むしろ、旅先で不遇にある者たちは、祖国こそがあらゆる善きもののうち最大のものであると絶えず呼び求め、幸福な人々も、たとえ他のすべての点で恵まれていても、祖国に住まずに異国に暮らすこと、これこそが自分たちに最も欠けていることだとみなしている。異国暮らしは恥だからである。そして、旅の間に、富の獲得、あるいは名誉の評判、あるいは教養の証明、あるいは勇気の称賛によって輝かしい者となった人々が、皆、祖国へと急いでいるのを見ることができる。それはまるで、他のより優れた人々の前では自分たちの優れた成果を示すことができないかのようである。そして、他国においてより大きな名誉に値すると見なされれば見なされるほど、各人はそれだけいっそう強く、祖国にたどり着くことを急ぐのである。
ποθεινὴ μὲν οὖν καὶ νέοις ἡ πατρίς· τοῖς δὲ ἤδη γεγηρακόσιν ὅσῳ πλεῖον τοῦ φρονεῖν ἢ τοῖς νέοις μέτεστι, τοσούτῳ καὶ πλείων ἐγγίνεται πόθος τῆς πατρίδος· ἕκαστος γοῦν τῶν γεγηρακότων καὶ σπεύδει καὶ εὔχεται καταλῦσαι τὸν βίον ἐπὶ τῆς πατρίδος, ἵνʼ, ὅθεν ἤρξατο βιοῦν, ἐνταῦθα πάλιν καὶ τὸ σῶμα παρακατάθηται τῇ γῇ τῇ θρεψαμένῃ καὶ τῶν πατρῴων κοινωνήσῃ τάφων· δεινὸν γὰρ ἑκάστῳ δοκεῖ ξενίας ἁλίσκεσθαι3 καὶ μετὰ θάνατον, ἐν ἀλλοτρίᾳ κειμένῳ γῇ.
それゆえ、若者にとっても祖国は慕わしいものであるが、すでに老いた人々にとっては、若者よりも分別の分け前が多い分だけ、それだけいっそう大きな祖国への憧れが生じる。少なくとも、老いた人々のそれぞれは、祖国において生涯を終えることを急ぎ、またそう祈る。自分が生き始め、自分を育んでくれたその地に、再びそこで肉体を預け、先祖の墓を共有するためである。なぜなら、死後になっても、他国の地に横たわりながら、異邦の身であるとされるのは、誰にとっても恐ろしいことと思われるからである。
ὅσον δὲ τῆς εὐνοίας τῆς πρὸς τὰς πατρίδας μέτεστιν τοῖς ὡς ἀληθῶς γνησίοις πολίταις μάθοι τις ἂν ἐκ τῶν αὐτοχθόνων· οἱ μὲν γὰρ ἐπήλυδες καθάπερ νόθοι ῥᾳδίας ποιοῦνται τὰς μεταναστάσεις, τὸ μὲν τῆς πατρίδος ὄνομα μήτε εἰδότες μήτε στέργοντες, ἡγούμενοι δʼ ἁπανταχοῦ τῶν ἐπιτηδείων εὐπορήσειν, μέτρον εὐδαιμονίας τὰς τῆς γαστρὸς ἡδονὰς τιθέμενοι. οἷς δὲ καὶ μήτηρ ἡ πατρίς,4 ἀγαπῶσι τὴν γῆν ἐφʼ ἧς ἐγένοντο καὶ ἐτράφησαν, κἂν ὀλίγην ἔχωσι, κἂν τραχεῖαν καὶ λεπτόγεων· κἂν ἀπορῶσι τῆς γῆς ἐπαινέσαι τὴν ἀρετήν, τῶν γε ὑπὲρ τῆς πατρίδος οὐκ ἀπορήσουσιν ἐγκωμίων. ἀλλὰ κἂν ἴδωσιν ἑτέρους σεμνυνομένους πεδίοις ἀνειμένοις καὶ λειμῶσι φυτοῖς παντοδαποῖς διειλημμένοις, καὶ αὐτοὶ τῶν τῆς πατρίδος ἐγκωμίων οὐκ ἐπιλανθάνονται, τὴν δὲ ἱπποτρόφον ὑπερορῶντες τὴν κουροτρόφον ἐπαινοῦσι.
真に真正な市民たちに、どれほど祖国に対する愛着が備わっているかは、土着の人々から知ることができるだろう。なぜなら、渡り者たちは、庶子のように、容易に移住を行い、祖国という名を知ることも愛することもなく、どこに行っても必需品には困らないと考え、胃袋の快楽を幸福の基準としているからである。しかし、祖国が母親でもある人々は、自分が生まれ育った地を愛する。たとえそれが狭くとも、険しく、痩せた土地であっても。そして、たとえその土地の豊かさを称賛する言葉に窮したとしても、少なくとも祖国を讃える賛辞に窮することはない。それどころか、たとえ他の人々が、広々とした平野や、様々な植物が散りばめられた牧草地を誇るのを見たとしても、彼ら自身は自分の祖国の賛辞を忘れることなく、馬を育てる土地を軽んじて、若者を育てる土地を称賛する。
καὶ σπεύδει τις εἰς τὴν πατρίδα, κἂν νησιώτης ᾖ, κἂν παρʼ ἄλλοις εὐδαιμονεῖν δύνηται, καὶ διδομένην ἀθανασίαν οὐ προσήσεται, προτιμῶν τὸν ἐπὶ τῆς πατρίδος τάφον, καὶ ὁ τῆς πατρίδος αὐτῷ καπνὸς λαμπρότερος ὀφθήσεται τοῦ παρʼ ἄλλοις πυρός.
そして、たとえ島国の人であっても、他国で幸せに暮らすことができたとしても、人は祖国へと急ぐ。そして、与えられる不死を受け入れず、祖国での墓の方を重んじる。祖国の煙は、他国の火よりも彼にとって輝かしく見えるのである。
οὕτω δὲ ἄρα τίμιον εἶναι δοκεῖ παρὰ πᾶσιν ἡ πατρίς, ὥστε καὶ τοὺς πανταχοῦ νομοθέτας ἴδοι τις ἂν ἐπὶ τοῖς μεγίστοις ἀδικήμασιν ὡς χαλεπωτάτην ἐπιβεβληκότας τὴν φυγὴν τιμωρίαν. καὶ οὐχ οἱ νομοθέται μὲν οὕτως ἔχουσιν, οἱ δὲ πιστευόμενοι τὰς στρατηγίας ἑτέρως,5 ἀλλʼ ἐν ταῖς μάχαις τὸ μέγιστόν ἐστι τῶν παραγγελμάτων τοῖς παραταττομένοις, ὡς ὑπὲρ πατρίδος αὐτοῖς ὁ πόλεμος, καὶ οὐδεὶς ὅστις ἂν ἀκούσας τούτου κακὸς εἶναι θέλῃ· ποιεῖ γὰρ τὸν δειλὸν ἀνδρεῖον τὸ τῆς πατρίδος ὄνομα.
このように、祖国はすべての人にとってまことに尊いものと思われているので、至る所の立法者たちが、最大の罪に対して最も過酷な罰として追放を科しているのを目にするだろう。そして、立法者たちがそのように考えている一方で、将軍職を委ねられている者たちが異なって考えているわけではない。むしろ、戦闘において陣を敷く者たちへの最大の命令は、彼らの戦いが祖国のためであるということであり、これを聞いて、卑怯者になろうとする者は一人もいない。なぜなら、祖国という名が、臆病者を勇敢にするからである。
- 7δαπανήματα
名詞 δαπάνημα(支出、出費)の対格複数形。ここでは前置詞 εἰς の目的語である τὰ ... δαπανήματα(支出)を、形容詞 κοινά(公共の)と属格 τῆς πατρίδος(祖国の)が修飾しており、前置詞句全体(τῆς εἰς τὰ κοινὰ τῆς πατρίδος δαπανήματα)が属格名詞 φιλοτιμίας(名誉心)を限定している。
- 8ὡς οὐκ ἂν ... ἐπιδειξαμένους
接続詞 ὡς(〜かのように)に、潜在・可能の助詞 ἄν と分詞 ἐπιδειξαμένους(ἐπιδείκνυμι のアオリスト中道態分詞、対格複数)が結合した形。先行する対格の対象(τοὺς ... λαμπροὺς γενομένους, 輝かしい者となった人々)の主観的意図を表し、「他国(ἐν ἄλλοις βελτίοσιν)においては自分たちの優れた点を示すことができないであろうかのように」という反実仮想的・潜在的なニュアンスを伴う。
- 9ξενίας ἁλίσκεσθαι
裁判用語に基づく慣用表現。ἁλίσκομαι は「有罪とされる」を意味し、属格 ξενίας は「(市民権を持たない)外国人であるという罪」を指す。したがって「異国人であるとして有罪宣告を受ける」という意味になり、ここでは比喩的に「死後に異国に埋葬されることで、異邦人として扱われること」を表現している。
- 10οἷς δὲ καὶ μήτηρ ἡ πατρίς
関係代名詞の与格 οἷς は「所有の与格(dative of possession)」として機能している。コピュラ動詞 ἐστίν が省略されており、「そして祖国が母親でもあるような人々(に属する人々)にとっては」という意味になる。
- 12καὶ οὐχ οἱ νομοθέται μὲν οὕτως ἔχουσιν, οἱ δὲ πιστευόμενοι τὰς στρατηγίας ἑτέρως
対比を示す μέν ... δέ 構文。文頭の否定の οὐχ は文全体にかかり、後半の ἑτέρως (異なって、別のやり方で)を否定する。「立法者たちがそのように(祖国を重視するよう)考えている一方で、将軍職を託されている者たち(οἱ πιστευόμενοι τὰς στρατηγίας)が異なって考えているわけではない」という構造。τάς στρατηγίας は受動態分詞 πιστευόμενοι に伴う(信託された内容を示す)対格である。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 日は 2026-05-23 に Gemini 3.5 Flash で再翻訳
- 2026-11-15 AI校閲 — 注 1 件
- 2026-09-21 AI校閲 — 訳文 1 件
