Humanitext Reader

琉善 · 祖国赞 §1-6

祖国的尊贵与教育言语之根基

第 1 段,共 2 段 · 希腊语

内容简介

作者阐述了祖国对人类和神明而言是何等尊贵,并强调祖国是个人语言、教育和认知的起点。

§1ὅτι μὲν οὐδὲν γλύκιον ἧς πατρίδος, φθάνει προτεθρυλημένον.
没有任何事物比自己的祖国更甘美,这已是众所周知的常谈。
ἆρʼ οὖν ἥδιον μὲν οὐδέν, σεμνότερον δέ τι καὶ θειότερον ἄλλο;
那么,难道没有比它更令人愉悦的,却有其他更庄严、更神圣的事物吗?
καὶ μὴν ὅσα σεμνὰ καὶ θεῖα νομίζουσιν ἄνθρωποι, τούτων πατρὶς αἰτία καὶ διδάσκαλος, γεννησαμένη καὶ ἀναθρεψαμένη καὶ παιδευσαμένη.
事实上,凡是人们认为庄严和神圣的事物,祖国都是其源头和导师,因为她生育、抚养并教育了我们。
πόλεων μὲν οὖν μεγέθη καὶ λαμπρότητας καὶ πολυτελείας κατασκευῶν θαυμάζουσι πολλοί, πατρίδας δὲ στέργουσι πάντες· καὶ τοσοῦτον οὐδεὶς ἐξηπατήθη τῶν καὶ πάνυ κεκρατημένων ὑπὸ τῆς κατὰ τὴν θέαν ἡδονῆς, ὡς ὑπὸ τῆς ὑπερβολῆς τῶν παρʼ ἄλλοις θαυμάτων λήθην ποιήσασθαι τῆς πατρίδος.
因此,许多人赞叹城市的大、华丽和建筑的奢华,但所有人内心深处都热爱着自己的祖国;而且,即便是那些完全被游览的快乐所征服的人,也没有一个会被他国奇观的极致美好所迷惑,以至于忘却了自己的祖国。
§2ὅστις μὲν οὖν σεμνύνεται πολίτης ὢν εὐδαίμονος πόλεως, ἀγνοεῖν μοι δοκεῖ τίνα χρὴ τιμὴν ἀπονέμειν τῇ πατρίδι, καὶ ὁ τοιοῦτος δῆλός ἐστιν ἀχθόμενος ἄν, εἰ μετριωτέρας ἔλαχε τῆς πατρίδος· ἐμοὶ δὲ ἥδιον αὐτὸ τιμᾶν τὸ τῆς πατρίδος ὄνομα.
因此,凡因身为富庶都市的市民而自傲的人,在我看来,似乎不知道应当给祖国奉献怎样的尊荣,而且这种人显然会感到痛苦,如果他分得的是一个更平凡的祖国;但对我来说,尊崇祖国这个名字本身却更为令人愉悦。
πόλεις μὲν γὰρ παραβαλεῖν πειρωμένῳ προσήκει μέγεθος ἐξετάζειν καὶ κάλλος καὶ τὴν τῶν ὠνίων ἀφθονίαν· ὅπου δʼ αἵρεσίς ἐστι πόλεων, οὐδεὶς ἂν ἕλοιτο τὴν λαμπροτέραν ἐάσας τὴν πατρίδα, ἀλλʼ εὔξαιτο μὲν ἂν εἶναι καὶ τὴν πατρίδα ταῖς εὐδαίμοσι παραπλησίαν, ἕλοιτο δʼ ἂν τὴν ὁποιανοῦν.
因为对于试图比较城市的人来说,考察其规模、美观以及商品的丰饶是合适的;但只要涉及到对城市的抉择,没有人会抛弃自己的祖国而选择那更显赫的城市,相反,他虽然会祈愿自己的祖国也能与那些富庶的都市相媲美,但无论祖国如何,他依然会选择她。
§3τὸ δʼ αὐτὸ τοῦτο καὶ οἱ δίκαιοι τῶν παίδων πράττουσιν καὶ οἱ χρηστοὶ τῶν πατέρων· οὔτε γὰρ νέος καλὸς κἀγαθὸς ἄλλον ἂν προτιμήσαι τοῦ πατρὸς οὔτε πατὴρ καταμελήσας τοῦ παιδὸς ἕτερον ἂν στέρξαι νέον, ἀλλὰ τοσοῦτόν γε οἱ πατέρες νικώμενοι προσνέμουσι τοῖς παισίν, ὥστε καὶ κάλλιστοι καὶ μέγιστοι καὶ τοῖς πᾶσιν ἄριστα κεκοσμημένοι οἱ παῖδες αὐτοῖς εἶναι δοκοῦσιν.
这同样的事情,在子女中正直的人和在父亲中优秀的人也同样在做;因为既没有一个优秀且有德行的青年会把别人看得比自己的父亲更重要,也没有一个父亲会忽视自己的孩子去爱另一个青年,相反,父亲们被(爱)所征服,给予了孩子们如此之多,以至于在他们看来,自己的孩子是最美丽、最魁梧、在一切事物上装饰得最完美的。
ὅστις δὲ μὴ τοιοῦτός ἐστι δικαστὴς πρὸς τὸν υἱόν, οὐ δοκεῖ μοι πατρὸς ὀφθαλμοὺς ἔχειν.
而凡是对自己的儿子不是这样评判的人,在我看来不配拥有父亲的眼睛。
§4πατρίδος τοίνυν τὸ ὄνομα πρῶτον οἰκειότατον πάντων· οὐδὲν γὰρ ὅ τι τοῦ πατρὸς οἰκειότερον.
因此,祖国这个名字首先是所有名字中最亲切的;因为没有什么比父亲更亲切的了。
εἰ δέ τις ἀπονέμει τῷ πατρὶ τὴν δικαίαν τιμήν, ὥσπερ καὶ ὁ νόμος καὶ ἡ φύσις κελεύει, προσηκόντως ἂν τὴν πατρίδα προτιμήσαι· καὶ γὰρ ὁ πατὴρ αὐτὸς τῆς πατρίδος κτῆμα καὶ ὁ τοῦ πατρὸς πατὴρ καὶ οἱ ἐκ τούτων οἰκεῖοι πάντες ἀνωτέρω, καὶ μέχρι θεῶν πατρῴων πρόεισιν ἀναβιβαζόμενον τὸ ὄνομα.
如果有人按照法律和自然所指示的那样,给予父亲应得的尊荣,他理所当然会优先选择祖国;因为父亲本人就是祖国的资产,父亲的父亲以及他们之上所有的先辈也是如此,而且这个名字一直向上追溯,直到祖先的神明。
§5χαίρουσι καὶ θεοὶ πατρίσι καὶ πάντα μέν, ὡς εἰκός, ἐφορῶσι τὰ τῶν ἀνθρώπων, αὑτῶν ἡγούμενοι κτήματα πᾶσαν γῆν καὶ θάλασσαν, ἐφʼ ἧς δὲ ἕκαστος αὐτῶν ἐγένετο, προτιμᾷ τῶν ἄλλων ἁπασῶν πόλεων.
神明也喜爱自己的祖国,虽然正如所料,他们监察人类的一切事物,将整片土地和海洋视为自己的财产,但他们每个人都将自己诞生的那个地方置于所有其他城市之上。
καὶ πόλεις σεμνότεραι θεῶν πατρίδες καὶ νῆσοι θειότεραι παρʼ αἷς ὑμνεῖται γένεσις θεῶν.
神明的祖国所在的城市更为庄严,而传颂神明诞生的岛屿也更为神圣。
ἱερὰ γοῦν κεχαρισμένα ταῦτα νομίζεται τοῖς θεοῖς, ἐπειδὰν εἰς τοὺς οἰκείους ἕκαστος ἀφικόμενος ἱερουργῇ τόπους.
无论如何,当神明各自来到自己专属的地方举行祭祀时,这些都被认为是令他们欣悦的圣物。
εἰ δὲ θεοῖς τίμιον τὸ τῆς πατρίδος ὄνομα, πῶς οὐκ ἀνθρώποις γε πολὺ μᾶλλον;
如果对神明来说祖国的名字尚且如此珍贵,那么对人类来说岂不更是如此吗?
§6καὶ γὰρ εἶδε τὸν ἥλιον πρῶτον ἕκαστος ἀπὸ τῆς πατρίδος, ὡς καὶ τοῦτον τὸν θεόν, εἰ καὶ κοινός ἐστιν, ἀλλʼ οὖν ἑκάστῳ νομίζεσθαι πατρῷον διὰ τὴν πρώτην ἀπὸ τοῦ τόπου θέαν· καὶ φωνῆς ἐνταῦθα ἤρξατο τὰ ἐπιχώρια πρῶτα λαλεῖν μανθάνων καὶ θεοὺς ἐγνώρισεν.
因为每个人最初都是在祖国看到太阳的,以至于这位神明(太阳)即便为众人所共有,但由于在那里的第一眼凝望,对每个人而言仍被视为父祖之神;而且,正是在那里,他开始发声,首先学会说本地的方言,并认识了神明。
εἰ δέ τις τοιαύτης ἔλαχε πατρίδος, ὡς ἑτέρας δεηθῆναι πρὸς τὴν τῶν μειζόνων παιδείαν, ἀλλʼ οὖν ἐχέτω καὶ τούτων τῶν παιδευμάτων τῇ πατρίδι τὴν χάριν· οὐ γὰρ ἂν ἐγνώρισεν οὐδὲ πόλεως ὄνομα μὴ διὰ τὴν πατρίδα πόλιν εἶναι μαθών.
如果有人分得的祖国是那般模样,以至于需要另一个地方来接受更伟大的教育,但无论如何,他也应该为了这些教育而向祖国心存感激;因为如果不是通过祖国得知城市的存在,他甚至连“城市”这个名字都不会知道。

词汇与语法注释

  1. §1φθάνει προτεθρυλημένον — 动词 φθάνω 与完了被动分词 προτεθρυλημένον 结合,构成“在做某事上占先”或“已经完成某事”的句式。此处表示“没有比祖国更甘美的事物”这一命题在本文提及之前就已被广泛传诵。
  2. §2δῆλός ἐστιν ἀχθόμενος ἄν — 表语形容词 δῆλος 与分词结合(意为“显然在做某事”),此处带有表示潜在或虚拟语气的助词 ἄν。该分词短语充当与条件从句 εἰ μετριωτέρας ἔλαχε τῆς πατρίδος(“如果他被分配到一个更平凡的祖国”)相对应的结论从句,意为“他显然会感到不满”。
  3. §5ἐφʼ ἧς δὲ ἕκαστος αὐτῶν ἐγένετο — 关系代名词 ἧς 的先行词被省略。从上下文来看,先行词是指从前句 πᾶσαν γῆν(“所有的土地”)中派生出的特定土地或城市(或单数阴性名词如 γῆς 或 πόλεως)。译为“但他们(诸神)各自所出生的那个地方(土地)”。
  4. §6ὡς ... νομίζεσθαι — 此处连词 ὡς 与不定式(νομίζεσθαι)连用以表示结果,其功能相当于 ὥστε(“结果是……”)。它引出了由主句 εἶδε τὸν ἥλιον πρῶτος ἕκαστος...(“每个人首先看到了太阳”)所产生的结果或解释。
  5. §6μὴ ... μαθών — 带有否定词 μή 的分词充当条件分词。此处它表示与过去事实相反的虚拟条件(“如果他没有学会”),其结论从句为带 ἄν 的直陈式过去时(οὐκ ἂν ἐγνώ反应的)。

引用这一段

琉善, 祖国赞 §1-6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg010.humanitext-grc2:1-6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。