§5καὶ μὴν οὐ κατά γε σκιὰν μόνην οὐδὲ κατὰ πλατάνου κάλλος ἡ ὑποδοχή, οὐδʼ ἂν τὴν ἐπὶ τῷ Ἰλισσῷ καταλιπὼν τὴν βασιλέως λέγῃς τὴν χρυσῆν·
而且,这一款待并不仅仅在于树荫,也不在于悬铃木的美丽,即使你撇开伊利索斯河畔的那棵不谈,而谈论波斯王那棵黄金的悬铃木也是如此。
ἐκείνης μὲν γὰρ ἐν τῇ πολυτελείᾳ μόνῃ τὸ θαῦμα, τέχνη δὲ ἢ κάλλος ἢ τέρψις ἢ τὸ σύμμετρον ἢ τὸ εὔρυθμον οὐ συνείργαστο οὐδὲ κατεμέμικτο τῷ χρυσῷ, ἀλλʼ ἦν βαρβαρικὸν τὸ θέαμα, πλοῦτος μόνον καὶ φθόνος τῶν ἰδόντων καὶ εὐδαιμονισμὸς τῶν ἐχόντων· ἔπαινος δὲ οὐδαμοῦ προσῆν.
因为对于那一棵而言,人们的惊叹仅仅在于其奢华,而手艺、美感、愉悦,或者对称与均整,都没有与黄金共同制造,也没有融入其中;相反,那一景象是野蛮的,纯粹是财富,只能引发看见者的嫉妒,以及对拥有者的艳羡,而称赞却无处可寻。
οὐδὲ γὰρ ἔμελε τοῖς Ἀρσακίδαις τῶν καλῶν οὐδὲ πρὸς τὸ τερπνὸν ἐποιοῦντο τὰς ἐπιδείξεις οὐδʼ ἐφρόντιζον εἰ ἐπαινέσονται οἱ θεαταί, ἀλλʼ ὅπως ἐκπλαγήσονται.
因为阿尔萨息传人(波斯王们)并不关心美的东西,他们进行展示也不是为了带来愉悦,亦不关心观众是否会称赞,而只关心如何让他们感到震惊。
οὐ φιλόκαλοι γάρ, ἀλλὰ φιλόπλουτοί εἰσιν οἱ βάρβαροι.
因为野蛮人不是热爱美的人,而是热爱财富的人。
§6τούτου δὲ τοῦ οἴκου τὸ κάλλος οὐ κατὰ βαρβαρικούς τινας ὀφθαλμοὺς οὐδὲ κατὰ Περσικὴν ἀλαζονείαν ἢ βασιλικὴν μεγαλαυχίαν οὐδὲ πένητος μόνον, ἀλλὰ εὐφυοῦς θεατοῦ δεόμενον καὶ ὅτῳ μὴ ἐν τῇ ὄψει ἡ κρίσις, ἀλλά τις καὶ λογισμὸς ἐπακολουθεῖ τοῖς βλεπομένοις.
然而,这座殿堂的美,并不是为了迎合某种野蛮的眼光,或是波斯式的傲慢和皇室的大言不逊,也不仅仅需要贫穷者的眼光,而是需要一个有天赋的观众,且对于他来说,判断并不仅仅在于视觉,而是在看见的事物中也伴随着某种思考。
Τὸ γὰρ τῆς τε ἡμέρας πρὸς τὸ κάλλιστον ἀποβλέπειν — κάλλιστον δὴ αὐτῆς καὶ ποθεινότατον ἡ ἀρχή — καὶ τὸν ἥλιον ὑπερκύψαντα εὐθὺς ὑποδέχεσθαι καὶ τοῦ φωτὸς ἐμπίπλασθαι ἐς κόρον ἀναπεπταμένων τῶν θυρῶν [καθʼ ὃ καὶ τὰ ἱερὰ βλέποντα ἐποίουν οἱ παλαιοί], καὶ τὸ τοῦ μήκους πρὸς τὸ πλάτος καὶ ἀμφοῖν πρὸς τὸ ὕψος εὔρυθμον καὶ τῶν φωταγωγῶν τὸ ἐλεύθερον καὶ πρὸς ὥραν ἑκάστην εὖ ἔχον, πῶς οὐχ ἡδέα ταῦτα πάντα καὶ ἐπαίνων ἄξια;
因为,去注视一天中最美的部分——实际上,一天的开始(黎明)是最美丽、最令人向往的——并在太阳刚升起时就立即迎接它,在门大开时尽情充满光线(古人也是根据这一点来使神庙朝向东方的),以及长度对宽度、且两者对高度的均整,还有窗户的宽敞和对每个季节的良好适应,这一切怎能不令人愉悦、不值得称赞呢?
§7ἔτι δὲ θαυμάσειεν ἄν τις καὶ τῆς ὀροφῆς ἐν τῷ εὐμόρφῳ τὸ ἀπέριττον κἀν τῷ εὐκόσμῳ τὸ ἀνεπίληπτον καὶ τὸ τοῦ χρυσοῦ ἐς τὸ εὐπρεπὲς σύμμετρον, ἀλλὰ μὴ παρὰ τὰς χρείας ἐπίφθονον, ἀλλʼ ὁπόσον ἂν καὶ γυναικὶ σώφρονι καὶ καλῇ ἀρκέσῃ ἐπισημότερον ἐργάσασθαι τὸ κάλλος, ἢ περὶ τῇ δειρῇ λεπτός τις ὅρμος ἢ περὶ τῷ δακτύλῳ σφενδόνη εὔφορος ἢ ἐν τοῖν ὤτοιν ἐλλόβια ἢ πόρπη τις ἢ ταινία τὸ ἄφετον τῆς κόμης συνδέουσα, τοσοῦτον τῇ εὐμορφίᾳ προστιθεῖσα ὅσον τῇ ἐσθῆτι ἡ πορφύρα·
此外,人们还会赞叹屋顶在美观中的不繁琐,在装饰中的无可挑剔,以及黄金对于高雅而言的适度对称,它并非超出需要而招致嫉妒,而是恰好足以让一个端庄美丽的女子使自己的美貌更加突出——正如脖子上一条纤细的项链,或是手指上一枚轻便的指环台,或是双耳上的耳坠,或是某个胸针,或是束起散发的发带,它们为美貌增色,正如同紫红色为衣服增色一样。
αἱ δέ γε ἑταῖραι, καὶ μάλιστα αἱ ἀμορφότεραι αὐτῶν, καὶ τὴν ἐσθῆτα ὅλην πορφυρᾶν καὶ τὴν δειρὴν χρυσῆν πεποίηνται, τῷ πολυτελεῖ θηρώμεναι τὸ ἐπαγωγὸν καὶ τὸ ἐνδέον τῷ καλῷ προσθέσει τοῦ ἔξωθεν τερπνοῦ παραμυθούμεναι·
然而那些娼妓,尤其是其中形体较不美观的,却把整件衣服都做成紫红色,把脖子都做成金色的,企图用奢华来猎取吸引力,并用外部愉悦的添加来弥补自身美丽的不足。
ἡγοῦνται γὰρ καὶ τὴν ὠλένην αὐταῖς στιλπνοτέραν φανεῖσθαι συναπολάμπουσαν τῷ χρυσῷ καὶ τοῦ ποδὸς τὸ μὴ εὐπερίγραφον λήσειν ὑπὸ χρυσῷ σανδάλῳ καὶ τὸ πρόσωπον αὐτὸ ἐρασμιώτερον γενήσεσθαι τῷ φαεινοτάτῳ συνορώμενον.
因为她们认为,自己的前臂在与黄金共同闪耀时会显得更加富有光泽,足部轮廓的不美也会在金砂鞋下被忽略,而脸庞本身在与最闪亮的东西一同被看见时也会变得更加可爱。
ἀλλʼ ἐκεῖναι μὲν οὕτως· ἡ δέ γε σώφρων χρυσῷ μὲν τὰ ἀρκοῦντα καὶ μόνον τὰ ἀναγκαῖα προσχρῆται, τὸ δʼ αὑτῆς κάλλος οὐκ ἂν αἰσχύνοιτο, οἶμαι, καὶ γυμνὴ δεικνύουσα.
然而,那些女人是那样;但端庄的女子只使用足够的、仅是必需的黄金,我想,她即使赤裸着展现自己的美丽,也绝不会感到羞耻。
§8καὶ τοίνυν ἡ τοῦδε τοῦ οἴκου ὀροφή, μᾶλλον δὲ κεφαλή, εὐπρόσωπος μὲν καὶ καθʼ ἑαυτήν, τῷ χρυσῷ δʼ ἐς τοσοῦτον κεκόσμηται, ἐς ὅσον καὶ οὐρανὸς ἐν νυκτὶ ὑπὸ τῶν ἀστέρων ἐκ διαστήματος περιλαμπόμενος καὶ ἐκ διαλείμματος ἀνθῶν τῷ πυρί.
因此,这座殿堂的屋顶,或者更确切地说是头部,其本身固然美观,而被黄金装饰的程度,正如同夜空在星光的映照下,于一定距离外被照亮,并因它们的火光而断断续续地绽放色彩一般。
εἰ δέ γε πῦρ ἦν τὸ πᾶν, οὐ καλὸς ἄν, ἀλλὰ φοβερὸς ἡμῖν ἔδοξεν.
但如果整体都是火,那么在我们看来它就不会是美丽的,而是可怕的。
ἴδοι δʼ ἄν τις οὐδʼ ἀργὸν ἐνταῦθα τὸν χρυσὸν οὐδὲ μόνου τοῦ τέρποντος εἵνεκα τῷ λοιπῷ κόσμῳ συνεσπαρμένον, ἀλλὰ καὶ αὐγήν τινα ἡδεῖαν ἀπολάμπει καὶ τὸν οἶκον ὅλον ἐπιχρώννυσι τῷ ἐρυθήματι·
人们会看到,这里的黄金既不是闲置不用的,也不是仅仅为了取悦而杂乱地散布在其余的装饰中,而是还折射出某种令人愉悦的光芒,并将整个殿堂染上红晕。
ὁπόταν γὰρ τὸ φῶς προσπεσὸν ἐφάψηται καὶ ἀναμιχθῇ τῷ χρυσῷ, κοινόν τι ἀπαστράπτουσι καὶ διπλασίαν τοῦ ἐρυθήματος ἐκφαίνουσι τὴν αἰθρίαν.
因为每当光线落下、触及并与黄金融合时,它们便共同闪烁,展现出两倍于那红晕的晴朗光辉。