Humanitext Reader

琉善 · 大厅赞 §15-18

反驳大厅华美反而妨碍言说之论

第 4 段,共 6 段 · 希腊语

内容简介

反对方论证说,华丽大厅的美丽就像妇女身上过多的装饰一样,会分散人们对言论本身价值的注意力,而且大厅的音响与视觉壮丽也会对演讲者和听众产生干扰。

§15ἄνδρες τοίνυν δικασταί, φησὶν ὁ λόγος, ὁ μὲν προειπὼν ῥήτωρ πολλὰ καὶ μεγάλα τόνδε τὸν οἶκον ἐπῄνεσε καὶ τῷ ἑαυτοῦ λόγῳ ἐκόσμησεν, ἐγὼ δὲ τοσούτου δέω ψόγον αὐτοῦ διεξελεύσεσθαι, ὥστε καὶ τὰ ὑπʼ ἐκείνου παραλελειμμένα προσθήσειν μοι δοκῶ· ὅσῳ γὰρ ἂν ὑμῖν καλλίων φαίνηται, τοσῷδε ὑπεναντίος τῇ τοῦ λέγοντος χρείᾳ δειχθήσεται.
“陪审员诸位,”那论点说道,“先前发言的演说家极其宏大地赞美了这座大厅,并用他自己的言论装饰了它,而我不仅绝不打算对其进行指责,反倒认为自己还要补上被他遗漏的地方;因为大厅在你们看来显得越美丽,它就越会被证明与说话者的需要相冲突。
καὶ πρῶτόν γε ἐπειδὴ γυναικῶν καὶ κόσμου καὶ χρυσοῦ ἐκεῖνος ἐμνημόνευσεν, κἀμοὶ ἐπιτρέψατε χρήσασθαι τῷ παραδείγματι·
首先,既然他提到了妇女、装饰和黄金,就请允许我也使用这个比拟。
φημὶ γὰρ οὖν καὶ γυναιξὶ καλαῖς οὐχ ὅπως συλλαμβάνειν ἐς τὸ εὐμορφότερον, ἀλλὰ καὶ ἐναντιοῦσθαι τὸν κόσμον τὸν πολύν, ὁπόταν τῶν ἐντυγχανόντων ἕκαστος ὑπὸ τοῦ χρυσοῦ καὶ τῶν λίθων τῶν πολυτελῶν ἐκπλαγεὶς ἀντὶ τοῦ ἐπαινεῖν ἢ χρόαν ἢ βλέμμα ἢ δειρὴν ἢ πῆχυν ἢ δάκτυλον, ὁ δὲ ταῦτʼ ἀφεὶς ἐς τὴν σαρδὼ ἢ τὸν σμάραγδον ἢ τὸν ὅρμον ἢ τὸ ψέλιον ἀποβλέπῃ, ὥστε ἄχθοιτο ἂν εἰκότως παρορωμένη διὰ τὸν κόσμον, οὐκ ἀγόντων σχολὴν ἐπαινεῖν αὐτὴν τῶν θεατῶν, ἀλλὰ πάρεργον αὐτῆς ποιουμένων τὴν θέαν.
我主张,对于美丽的妇女而言,过多的装饰不仅不能帮助她们变得更美观,反而会起阻碍作用,一旦遇见的每个人都被黄金和昂贵的宝石所震惊,而不再赞美其肤色、眼神、颈部、手臂或手指,相反,他撇开这些,将目光投向红缟玛瑙、祖母绿、项链或手镯。 其结果是,那妇女自然会因为装饰而受到忽视而感到恼火,因为旁观者没有闲暇来赞美她,而是将对她的瞩目当作了附带的事。
§16ὅπερ ἀνάγκη, οἶμαι, παθεῖν καὶ τὸν ἐν οὕτω καλοῖς ἔργοις λόγους δεικνύοντα· λανθάνει γὰρ ἐν τῷ μεγέθει τῶν καλῶν τὸ λεχθὲν καὶ ἀμαυροῦται καὶ συναρπάζεται, καθάπερ εἰ λύχνον τις εἰς πυρκαϊὰν μεγάλην φέρων ἐμβάλλοι ἢ μύρμηκα ἐπʼ ἐλέφαντος ἢ καμήλου δεικνύοι.
我想,在如此美丽的艺术品中展示言论的人,也必然会遭受同样的事情;因为所说的话在美物的庞大中变得隐蔽,被黯淡并被夺去光彩,就像有人拿着一盏灯扔进熊熊烈火之中,或者在象背或骆驼背上展示一只蚂蚁一样。
τοῦτό τε οὖν φυλακτέον τῷ λέγοντι, καὶ προσέτι μὴ καὶ τὴν φωνὴν αὐτὴν ἐπιταράττηται ἐν οὕτως εὐφώνῳ καὶ ἠχήεντι οἴκῳ λέγων· ἀντιφθέγγεται γὰρ καὶ ἀντιφωνεῖ καὶ ἀντιλέγει, μᾶλλον δὲ ἐπικαλύπτει τὴν βοήν, οἷόν τι καὶ σάλπιγξ δρᾷ τὸν αὐλόν, εἰ συναυλοῖεν, ἢ τοὺς κελευστὰς ἡ θάλαττα, ὁπόταν πρὸς κύματος ἦχον ἐπᾴδειν τῇ εἰρεσίᾳ θέλωσιν· ἐπικρατεῖ γὰρ ἡ μεγαλοφωνία καὶ κατασιωπᾷ τὸ ἧττον.
因此,说话者必须防范这一点,而且还要防范在如此悦耳、回响的大厅中说话时,声音本身不至于受到干扰;因为大厅会应答、回响、反驳,更确切地说是掩盖了呼喊,就像喇叭在合奏时对笛子所做的那样,或者像大海对领唱的水手长们所做的那样,当他们想在波涛的喧嚣中为划桨伴唱时;因为洪亮的声音占据了优势,使微弱的声音归于沉寂。
§17καὶ μὴν κἀκεῖνο, ὅπερ ἔφη ὁ ἀντίδικος, ὡς ἄρα ἐπεγείρει ὁ καλὸς οἶκος τὸν λέγοντα καὶ προθυμότερον παρασκευάζει, ἐμοὶ δοκεῖ τὸ ἐναντίον ποιεῖν· ἐκπλήττει γὰρ καὶ φοβεῖ καὶ τὸν λογισμὸν διαταράττει καὶ δειλότερον ἐργάζεται ἐνθυμούμενον ὡς ἁπάντων ἐστὶν αἴσχιστον ἐν εὐμόρφῳ χωρίῳ μὴ ὁμοίους φαίνεσθαι τοὺς λόγους.
此外,对手所说的,即美丽的大厅能唤醒说话者并使其更加热切,在我看来恰恰起到了相反的作用;因为这会令人震惊、恐惧,扰乱思绪,并使人变得更加胆怯,因为他想到,在如此美观的地方,自己的言论若显得与此不相称,将是世上最可耻的事。
ἐλέγχων γὰρ οὗτός γε ὁ φανερώτατος, ὥσπερ ἂν εἴ τις πανοπλίαν καλὴν ἐνδὺς ἔπειτα φεύγοι πρὸ τῶν ἄλλων, ἐπισημότερος ὢν δειλὸς ἀπὸ τῶν ὅπλων.
因为这确是最明显的揭露,就像有人穿戴上精美的全副盔甲,然后却在众人面前率先逃跑,因为他的武器使他的胆怯变得更加瞩目。
τοῦτο δέ μοι δοκεῖ λογισάμενος καὶ ὁ τοῦ Ὁμήρου ῥήτωρ ἐκεῖνος εὐμορφίας ἐλάχιστον φροντίσαι, μᾶλλον δὲ καὶ παντελῶς ἀΐδρει φωτὶ ἑαυτὸν ἀπεικάσαι, ἵνα αὐτῷ παραδοξότερον φαίνηται τῶν λόγων τὸ κάλλος ἐκ τῆς πρὸς τὸ ἀμορφότερον ἐξετάσεως.
我想,荷马笔下的那位演说家也考虑到了这一点,因而最不注重美观,反而将自己比作一个完全无知的人,以便通过与不美观的外表的对比,使他言论的美丽显得更加令人惊异。
ἄλλως τε ἀνάγκη πᾶσα καὶ τὴν τοῦ λέγοντος αὐτοῦ διάνοιαν ἀσχολεῖσθαι περὶ τὴν θέαν καὶ τῆς φροντίδος τὸ ἀκριβὲς ἐκλύειν τῆς ὄψεως ἐπικρατούσης καὶ πρὸς αὑτὴν καλούσης καὶ τῷ λόγῳ προσέχειν οὐκ ἐώσης.
此外,说话者本人的心思也必然会因这视觉景象而分心,并在视觉的主导下松懈其思考的严密性,因为视觉将他拉向自身,不容许他专注于言论。
ὥστε τίς μηχανὴ μὴ οὐχὶ πάντως ἔλαττον ἐρεῖν αὐτὸν τῆς ψυχῆς διατριβούσης περὶ τὸν τῶν ὁρωμένων ἔπαινον;
因此,当他的灵魂流连于对所见之物的赞美时,有什么办法能使他不会必定说得更差呢?
§18ἐῶ γὰρ λέγειν ὅτι καὶ οἱ παρόντες αὐτοὶ καὶ πρὸς τὴν ἀκρόασιν παρειλημμένοι ἐπειδὰν εἰς τοιοῦτον οἶκον παρέλθωσιν, ἀντὶ ἀκροατῶν θεαταὶ καθίστανται, καὶ οὐχ οὕτω Δημόδοκος ἢ Φήμιος ἢ Θάμυρις ἢ Ἀμφίων ἢ Ὀρφεύς τις λέγων ἐστίν, ὥστε ἀποσπάσαι τὴν διάνοιαν αὐτῶν ἀπὸ τῆς θέας· ἀλλʼ οὖν ἕκαστος, ἐπειδὰν μόνον ὑπερβῇ τὸν οὐδόν, ἀθρόῳ τῷ κάλλει περιχυθεὶς λόγων μὲν ἐκείνων ἢ ἀκροάσεως ἄλλης οὐδὲ τὴν ἀρχὴν ἀΐοντι ἔοικεν, ὅλος δὲ πρὸς τοῖς ὁρωμένοις ἐστίν, εἰ μὴ τύχοι τις παντελῶς τυφλὸς ὢν ἢ ἐν νυκτὶ ὥσπερ ἡ ἐξ Ἀρείου πάγου βουλὴ ποιοῖτο τὴν ἀκρόασιν.
因为我且不说那些到场并被请来听讲的人们自己,当他们步入这样的大厅时,便由听众变成了观众,而且没有任何德莫多科斯、费米奥斯、塔缪里斯、安菲翁或奥菲斯那样的说话者,能够将他们的心思从这光景中夺走;相反,每个人只要刚跨过门槛,被扑面而来的美丽所包围,就显得根本没有在听那些言论或任何其他讲演,而是完全倾注于所见之物,除非有人恰好是个全盲者,或者像阿雷奥帕戈斯会议那样在夜间进行听讲。 ”

词汇与语法注释

  1. 15τοσούτου δέω — 非人称表达 `πολλοῦ δέω` 的变体,带有所属格 `τοσούτου`(表示程度),意思是“我绝不至于……”,后接不定式。
  2. 15ὁ δὲ ταῦτʼ ἀφεὶς — 在时间从句 `ὁπόταν ... ἐκπλαγεὶς` 中,插入了主格指示代词 `ὁ δέ` 来承接前文的 `ἕκαστος`(形成破格句/anacoluthon),起到了重新强调主语的作用。
  3. 17ἐλέγχων γὰρ οὗτός γε ὁ φανερώτατος — `ἐλέγχων` 不是动词 `ἐλέγχω` 的分词,而是第三变格名词 `ἔλεγχος`(揭露、反驳、证据)的属格复数。整句意思是“因为这是最显而易见的揭露(反证)”。
  4. 17τίς μηχανὴ μὴ οὐχὶ — 由修辞疑问句引导的“有什么办法能不……”的双重否定结构,表示强烈的必然性(“必然会……”)。不定式 `ἐρεῖν` 前面带有双重否定小词 `μὴ οὐχὶ`。

引用这一段

琉善, 大厅赞 §15-18. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg009.humanitext-grc2:15-18

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。