Humanitext Reader

琉善 · 大厅赞 §19-22

视觉的优越与珀耳修斯画像的描绘

第 5 段,共 6 段 · 希腊语

内容简介

发言者通过塞壬与戈耳工的神话、孔雀以及希罗多德的证言,论证了视觉如何远比听觉更具威力,并开始对大厅内的壁画进行文辞描绘,首先描绘了右侧关于珀耳修斯与安德洛墨达的画作。

§19ὅτι γὰρ οὐκ ἀξιόμαχον λόγων ἰσχὺς ὄψει ἀνταγωνίσασθαι καὶ ὁ Σειρήνων μῦθος παρατεθεὶς τῷ περὶ τῶν Γοργόνων διδάξειεν ἄν· ἐκεῖναι μὲν γὰρ ἐκήλουν τοὺς παραπλέοντας μελῳδοῦσαι καὶ κολακεύουσαι τοῖς ᾄσμασιν καὶ καταπλεύσαντας ἐπὶ πολὺ κατεῖχον, καὶ ὅλως τὸ ἔργον αὐτῶν ἐδεῖτό τινος διατριβῆς, καί πού τις αὐτὰς καὶ παρέπλευσε καὶ τοῦ μέλους παρήκουσε· τὸ δὲ τῶν Γοργόνων κάλλος, ἅτε βιαιότατόν τε ὂν καὶ τοῖς καιριωτάτοις τῆς ψυχῆς ὁμιλοῦν, εὐθὺς ἐξίστη τοὺς ἰδόντας καὶ ἀφώνους ἐποίει, ὡς δὲ ὁ μῦθος βούλεται καὶ λέγεται, λίθινοι ἐγίγνοντο ὑπὸ θαύματος.
因为言论的力量在与视觉竞争时并不足以抗衡,即使是将塞壬的神话与戈耳工的神话并列比较,也足以教导我们这一点:因为前者通过歌唱和用歌声奉承来魅惑航经的人,并在他们靠岸后长期留住他们,而且她们的作用整体上需要一定的时间,甚至有人能够从她们身边航行过去而不听其歌声;然而戈耳工们的美丽由于极其猛烈,且直接作用于灵魂最核心的部分,立即让看见的人失魂落魄并变得哑口无言,正如神话所意图和传说的那样,他们因惊异而变成了石头。
ὥστε καὶ ὃν ὑπὲρ τοῦ ταὼ λόγον εἶπε πρὸς ὑμᾶς μικρὸν ἔμπροσθεν, ὑπὲρ ἐμαυτοῦ εἰρῆσθαι νομίζω· καὶ γὰρ ἐκείνου ἐν τῇ ὄψει, οὐκ ἐν τῇ φωνῇ τὸ τερπνόν.
因此,他刚才对你们说起的关于孔雀的话,我认为也是为我而说的:因为那鸟儿令人愉悦之处在于视觉,而不在于声音。
καὶ εἴ γέ τις παραστησάμενος τὴν ἀηδόνα ἢ τὸν κύκνον ᾄδειν κελεύοι, μεταξὺ δὲ ᾀδόντων παραδείξειε τὸν ταὼ σιωπῶντα, εὖ οἶδʼ ὅτι ἐπʼ ἐκεῖνον μεταβήσεται ἡ ψυχὴ μακρὰ χαίρειν φράσασα τοῖς ἐκείνων ᾄσμασιν· οὕτως ἄμαχόν τι ἔοικεν εἶναι ἡ διʼ ὄψεως ἡδονή.
如果有人将夜莺或天鹅唤来并命令它们歌唱,但在歌唱的中途展示一只保持沉默的孔雀,我深知,人们的灵魂将会转向孔雀,向那些鸟儿的歌声告别;可见通过视觉获得的快乐,似乎是如此无懈可击。
§20καὶ ἔγωγε, εἰ βούλεσθε, μάρτυρα ὑμῖν παραστήσομαι σοφὸν ἄνδρα, ὃς αὐτίκα μοι μαρτυρήσει ὡς πολὺ ἐπικρατέστερά ἐστι τῶν ἀκουομένων τὰ ὁρώμενα.
如果你们愿意,我将为你们请出一位智者作为证人,他会立刻为我作证,说明所见之物比所听之物要强大得多。
καί μοι σὺ ἤδη ὁ κῆρυξ προσκάλει αὐτὸν Ἡρόδοτον Λύξου Ἁλικαρνασόθεν· κἀπειδὴ καλῶς ποιῶν ὑπήκουσε, μαρτυρείτω παρελθών· ἀναδέξασθε δὲ αὐτὸν Ἰαστὶ πρὸς ὑμᾶς λέγοντα ὥσπερ αὐτῷ ἔθος.
现在,传令官,请替我召唤来自哈利卡纳苏斯的吕克塞斯之子赫罗多德;既然他通情达理地应召而来,就请他上前作证;请接受他按照其习惯以爱奥尼亚方言对你们说话。
ἀληθέα τάδε ὁ λόγος ὑμῖν, ἄνδρες δικασταί, μυθέεται καί οἱ πείθεσθε ὅσα ἂν λέγῃ τουτέων πέρι ὄψιν ἀκοῆς προτιμέων· ὦτα γὰρ τυγχάνει ἐόντα ἀπιστότερα ὀφθαλμῶν.
“陪审员诸位,这番话对你们说的是真理,凡是他关于这些所说的,你们都要相信,要重视觉而轻听觉;因为耳朵往往比眼睛更不可信。
Ἀκούετε τοῦ μάρτυρος ἅ φησιν, ὡς τὰ πρῶτα τῇ ὄψει ἀπέδωκεν;
” 你们听到证人所说的话了吗,他是如何将第一位赋予视觉的?
εἰκότως.
理所当然。
τὰ μὲν γὰρ ἔπεα πτεροεντά ἐστι καὶ οἴχεται ἅμα τῷ προελθεῖν ἀποπτάμενα, ἡ δὲ τῶν ὁρωμένων τέρψις ἀεὶ παρεστῶσα καὶ παραμένουσα πάντως τὸν θεατὴν ὑπάγεται.
因为言语是‘有翼的’,一经发出便飞逝而去,而所见之物的快乐却始终在场并保持着,完全吸引着观众。
§21πῶς οὖν οὐ χαλεπὸς τῷ λέγοντι ἀνταγωνιστὴς οἶκος οὕτω καλὸς καὶ περίβλεπτος ὤν;
那么,如此美丽且瞩目的大厅,对于说话者来说怎能不是一个艰难的竞争对手呢?
μᾶλλον δὲ τὸ μέγιστον οὐδέπω φημί· ὑμεῖς γὰρ αὐτοὶ οἱ δικασταὶ καὶ μεταξὺ λεγόντων ἡμῶν ἐς τὴν ὀροφὴν ἀπεβλέπετε καὶ τοὺς τοίχους ἐθαυμάζετε καὶ τὰς γραφὰς ἐξητάζετε πρὸς ἑκάστην ἀποστρεφόμενοι.
或者说,我还没有说出最重要的一点:因为你们这些陪审员自己,即使在我们说话的中途,也抬头看着天花板,赞美墙壁,并转身细察每一幅画作。
καὶ μηδὲν αἰσχυνθῆτε· συγγνώμη γάρ, εἴ τι ἀνθρώπινον πεπόνθατε, ἄλλως τε καὶ πρὸς οὕτω καλὰς καὶ ποικίλας τὰς ὑποθέσεις.
你们无需感到羞愧;因为如果你们有了凡人的常情,这是可以谅解的,尤其是面对如此美丽而多样的主题。
τῆς γὰρ τέχνης τὸ ἀκριβὲς καὶ τῆς ἱστορίας μετὰ τοῦ ἀρχαίου τὸ ὠφέλιμον ἐπαγωγὸν ὡς ἀληθῶς καὶ πεπαιδευμένων θεατῶν δεόμενον.
因为艺术的精湛以及伴随着古风的历史之益处,确实极具吸引力,并且需要有教养的观众。
καὶ ἵνα μὴ πάντα ἐκεῖσε ἀποβλέπητε ἡμᾶς ἀπολιπόντες, φέρε ὡς οἷόν τε γράψωμαι αὐτὰ ὑμῖν τῷ λόγῳ·
为了不让你们撇下我们而完全看向别处,来吧,让我尽己所能用言辞向你们描绘这些画作。
ἡσθήσεσθε γάρ, οἶμαι, ἀκούοντες ἃ καὶ ὁρῶντες θαυμάζετε.
因为我想,听到你们看着并为之赞叹的事物,你们会感到高兴。
καὶ ἴσως ἄν με καὶ διʼ αὐτὸ ἐπαινέσαιτε καὶ τοῦ ἀντιδίκου προτιμήσαιτε, ὡς καὶ αὐτὸν ἐπιδείξαντα καὶ διπλασιάσαντα ὑμῖν τὴν ἡδονήν.
也许你们甚至会因此而赞赏我,并认为我优于对手,因为我向你们展示并加倍了你们的快乐。
τὸ χαλεπὸν δὲ τοῦ τολμήματος ὁρᾶτε, ἄνευ χρωμάτων καὶ σχημάτων καὶ τόπου συστήσασθαι τοσαύτας εἰκόνας· ψιλὴ γάρ τις ἡ γραφὴ τῶν λόγων.
但请看这一冒险的艰难之处:在没有色彩、形状和空间的情况下构建出如此多的画面,因为言辞的描绘终究是赤裸裸的。
§22ἐν δεξιᾷ μὲν οὖν εἰσιόντι Ἀργολικῷ μύθῳ ἀναμέμικται πάθος Αἰθιοπικόν· ὁ Περσεὺς τὸ κῆτος φονεύει καὶ τὴν Ἀνδρομέδαν καθαιρεῖ, καὶ μετὰ μικρὸν γαμήσει καὶ ἄπεισιν αὐτὴν ἄγων· πάρεργον τοῦτο τῆς ἐπὶ Γοργόνας πτήσεως.
在入口右侧,阿尔戈斯的神话中融入了埃塞俄比亚的受难:珀耳修斯正在杀死海怪并解救安德洛墨达,不久后他将迎娶她并带着她离去;这是他飞往戈耳工途中的副产物。
ἐν βραχεῖ δὲ πολλὰ ὁ τεχνίτης ἐμιμήσατο, αἰδῶ παρθένου καὶ φόβον — ἐπισκοπεῖ γὰρ μάχην ἄνωθεν ἐκ τῆς πέτρας — καὶ νεανίου τόλμαν ἐρωτικὴν καὶ θηρίου ὄψιν ἀπρόσμαχον· καὶ τὸ μὲν ἔπεισι πεφρικὸς ταῖς ἀκάνθαις καὶ δεδιττόμενον τῷ χάσματι, ὁ Περσεὺς δὲ τῇ λαιᾷ μὲν προδείκνυσι τὴν Γοργόνα, τῇ δεξιᾷ δὲ καθικνεῖται τῷ ξίφει· καὶ τὸ μὲν ὅσον τοῦ κήτους εἶδε τὴν Μέδουσαν, ἤδη λίθος ἐστίν, τὸ δʼ ὅσον ἔμψυχον μένει, τῇ ἅρπῃ κόπτεται.
在狭小的空间里,艺术家摹拟了许多东西:少女的羞耻与恐惧——因为她从上方的岩石上注视着战斗——以及青年在爱情中的勇敢,还有海怪那不可抗拒的样貌;海怪正浑身竖起荆刺、张着血盆大口恐吓着逼近,而珀耳修斯用左手展示戈耳工的头,右手用剑劈去;海怪凡是看到美杜莎的部分已经化为石头,而保持着生命力的部分则被弯刀砍击。

词汇与语法注释

  1. §19διδάξειεν ἄν — 祈愿法带助词 ἄν,表示可能性或委婉的主张(“大概会告诉……”)。
  2. §19μακρὰ χαίρειν φράσασα — 一种习惯用语,意为“向……作长久的告别”或“不予理睬、置之不理”。由 χαίρειν φράζω(告别)加上用作副词的形容词中性复数宾格 μακρά(远、长久)构成。
  3. §20ὦτα γὰρ τυγχάνει ἐόντα ἀπιστότερα ὀφθαλμῶν — 引用自希罗多德《历史》第一卷第八章的名言。此处使用了爱奥尼亚方言的现在分词 ἐόντα(雅典方言为 ὄντα),与 τυγχάνω 连用构成补充性分词句式,意为“确实是”(τυγχάνει ἐόντα = 确实是)。
  4. §22τὸ μὲν ὅσον τοῦ κήτους εἶδε τὴν Μέδουσαν — 关系词 ὅσον 引导关系从句,表示部分(“怪物中看到美杜莎的那部分”),与后面的 τὸ δʼ ὅσον 形成对比。

引用这一段

琉善, 大厅赞 §19-22. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg009.humanitext-grc2:19-22

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。