Humanitext Reader

琉善 · 德莫纳克斯 §8-12

雅典民众的亵渎神明指控与机智辩护

第 2 段,共 6 段 · 希腊语

内容简介

德莫纳克斯奉行温和而人性化的哲学,但因特立独行而面临与苏格拉底类似的亵渎神明指控。他在雅典民会上以机智而大胆的辩护化解了危机,赢得了民众的敬重。

§8τοιούτῳ δὴ βίῳ χρώμενος εἰς ἑαυτὸν μὲν οὐδενὸς ἐδεῖτο, φίλοις δὲ συνέπραττε τὰ εἰκότα, καὶ τοὺς μὲν εὐτυχεῖν δοκοῦντας αὐτῶν ὑπεμίμνησκεν ὡς ἐπʼ ὀλιγοχρονίοις τοῖς δοκοῦσιν ἀγαθοῖς ἐπαιρομένους, τοὺς δὲ ἢ πενίαν ὀδυρομένους ἢ φυγὴν δυσχεραίνοντας ἢ γῆρας ἢ νόσον αἰτιωμένους σὺν γέλωτι παρεμυθεῖτο, οὐχ ὁρῶντας ὅτι μετὰ μικρὸν αὐτοῖς παύσεται μὲν τὰ ἀνιῶντα, λήθη δέ τις ἀγαθῶν καὶ κακῶν καὶ ἐλευθερία μακρὰ πάντας ἐν ὀλίγῳ καταλήψεται.
过着这样的生活,他自己一无所需,却在适当的时候帮助朋友。 他常提醒那些看似幸运的朋友,不要因为那些看似短暂的利益而得意忘形;而对于那些哀叹贫困、不满流放、或是怨恨衰老与疾病的人,他则报以一笑了之的安慰。 因为他看到,他们没有意识到,用不了多久,他们的痛苦就会停止,某种对善恶的遗忘和长久的自由,很快就会在转瞬之间降临到每个人身上。
§9ἔμελεν δὲ αὐτῷ καὶ ἀδελφοὺς στασιάζοντας διαλλάττειν καὶ γυναιξὶ πρὸς τοὺς γεγαμηκότας εἰρήνην πρυτανεύειν·
他也致力于劝解不和的兄弟,在妻子与丈夫之间斡旋和平。
καί που καὶ δήμοις ταραττομένοις ἐμμελῶς διελέχθη καὶ τοὺς πλείστους αὐτῶν ἔπεισεν ὑπουργεῖν τῇ πατρίδι τὰ μέτρια.
有时,他也巧妙地向动荡的民众发表演说,说服他们中的大多数人对祖国履行应尽的温和义务。
τοιοῦτός τις ἦν ὁ τρόπος τῆς φιλοσοφίας αὐτοῦ, πρᾶος καὶ ἥμερος καὶ φαιδρός·
他的哲学风格就是这样:温柔、温和且开朗。
§10μόνον αὐτὸν ἠνία φίλου νόσος ἢ θάνατος, ὡς ἂν καὶ τὸ μέγιστον τῶν ἐν ἀνθρώποις ἀγαθῶν τὴν φιλίαν ἡγούμενον.
只有朋友的疾病或死亡才会使他忧伤,因为他将友谊视为人间最大的幸福。
καὶ διὰ τοῦτο φίλος μὲν ἦν ἅπασι καὶ οὐκ ἔστιν ὅντινα οὐκ οἰκεῖον ἐνόμιζεν, ἄνθρωπόν γε ὄντα, πλέον δὲ ἢ ἔλαττον ἔχαιρε συνὼν ἐνίοις αὐτῶν, μόνοις ἐξιστάμενος ὁπόσοι ἂν ἐδόκουν αὐτῷ ὑπὲρ τὴν τῆς θεραπείας ἐλπίδα διαμαρτάνειν.
由于这个原因,他是所有人的朋友,只要对方是人,他就没有不当成亲人来看待的。 尽管与他们中的某些人交往令他或多或少感到更高兴,但他只避开那些在他看来已经无可救药、彻底犯错的人。
καὶ πάντα ταῦτα μετὰ Χαρίτων καὶ Ἀφροδίτης αὐτῆς ἔπραττέν τε καὶ ἔλεγεν, ὡς ἀεί, τὸ κωμικὸν ἐκεῖνο, τὴν πειθὼ τοῖς χείλεσιν αὐτοῦ ἐπικαθῆσθαι.
他所做的一切、所说的一切,都伴随着美惠三女神与阿普洛狄特本身的优雅,以至于就像那句著名的喜剧台词所说,说服力总是常驻在他的双唇。
§11τοιγαροῦν καὶ Ἀθηναίων ὅ τε σύμπας δῆμος καὶ οἱ ἐν τέλει ὑπερφυῶς ἐθαύμαζον αὐτὸν καὶ διετέλουν ὥς τινα τῶν κρειττόνων προσβλέποντες.
因此,雅典人的全体民众和官员们都极其景仰他,并始终将他视作某种超越常人的存在。
καίτοι ἐν ἀρχῇ προσέκρουε τοῖς πολλοῖς αὐτῶν καὶ μῖσος οὐ μεῖον τοῦ πρὸ αὑτοῦ παρὰ τοῖς πλήθεσιν ἐκτήσατο ἐπί τε τῇ παρρησίᾳ καὶ ἐλευθερίᾳ, καί τινες ἐπʼ αὐτὸν συνέστησαν Ἄνυτοι καὶ Μέλητοι τὰ αὐτὰ κατηγοροῦντες ἅπερ κἀκείνου οἱ τότε, ὅτι οὔτε θύων ὤφθη πώποτε οὔτε ἐμυήθη μόνος ἁπάντων ταῖς Ἐλευσινίαις·
然而在最初,他曾得罪了他们中的大多数人,并由于他的直言不讳和特立独行,在大众中招致了不亚于其前任(苏格拉底)的憎恨。 一些阿纽托斯和美雷托斯式的人物联合起来控告他,罪名与当年控告苏格拉底的一模一样:即他从未被看见献祭,而且在所有人中唯独他没有加入厄琉息斯秘仪。
πρὸς ἅπερ ἀνδρείως μάλα στεφανωσάμενος καὶ καθαρὸν ἱμάτιον ἀναλαβὼν καὶ παρελθὼν εἰς τὴν ἐκκλησίαν τὰ μὲν ἐμμελῶς, τὰ δὲ καὶ τραχύτερον ἢ κατὰ τὴν ἑαυτοῦ προαίρεσιν ἀπελογήσατο·
面对这些指控,他非常勇敢地戴上花冠,穿上干净的斗篷,步入民会,有的地方温和得体,有的地方则比他平时的作风更为严厉地为自己辩护。
πρὸς μὲν γὰρ τὸ μὴ τεθυκέναι πώποτε τῇ Ἀθηνᾷ, Μὴ θαυμάσητε, ἔφη, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ μὴ πρότερον αὐτῇ ἔθυσα, οὐδὲν γὰρ δεῖσθαι αὐτὴν τῶν παρʼ ἐμοῦ θυσιῶν ὑπελάμβανον.
关于他从未向雅典娜献祭这一点,他说:“雅典的男人们,如果我以前没有向她献祭,请不要惊讶,因为我认为她根本不需要我的献祭。
πρὸς δὲ θάτερον, τὸ τῶν μυστηρίων, ταύτην ἔφη ἔχειν αἰτίαν τοῦ μὴ κοινωνῆσαι σφίσι τῆς τελετῆς, ὅτι, ἄν τε φαῦλα ᾖ τὰ μυστήρια, οὐ σιωπήσεται πρὸς τοὺς μηδέπω μεμυημένους, ἀλλʼ ἀποτρέψει αὐτοὺς τῶν ὀργίων, ἄν τε καλά, πᾶσιν αὐτὰ ἐξαγορεύσει ὑπὸ φιλανθρωπίας·
”关于另一个指控,即秘仪的事,他说他之所以不与他们分享这个仪式,是因为:如果这秘仪是微不足道的,他就不会对尚未加入的人保持沉默,而是会劝阻他们参加这些仪式;如果是美妙的,由于对人类的爱,他就会向所有人公开。
ὥστε τοὺς Ἀθηναίους ἤδη λίθους ἐπʼ αὐτὸν ἐν ταῖν χεροῖν ἔχοντας πράους αὐτῷ καὶ ἵλεως γενέσθαι αὐτίκα καὶ τὸ ἀπʼ ἐκείνου ἀρξαμένους τιμᾶν καὶ αἰδεῖσθαι καὶ τὰ τελευταῖα θαυμάζειν, καίτοι εὐθὺς ἐν ἀρχῇ τῶν πρὸς αὐτοὺς λόγων τραχυτέρῳ ἐχρήσατο τῷ προοιμίῳ·
结果,那些手里已经拿着石头准备砸向他的雅典人,立刻对他变得温和而宽容,并从那时起开始尊敬他、器重他,最终崇拜他。
ἄνδρες γὰρ ἔφη Ἀθηναῖοι, ἐμὲ μὲν ὁρῶντες ἐστεφανωμένον ὑμεῖς ἤδη κἀμὲ καταθύσατε, τὸ γὰρ πρότερον οὐκ ἐκαλλιερήσατε.
尽管在对他们讲话的最开始,他使用了一个相当严厉的开场白,他说:“雅典的男人们,看到我戴着花冠,你们现在就把我献祭了吧,因为上一次你们并没有得到吉兆。
§12βούλομαι δὲ ἔνια παραθέσθαι τῶν εὐστόχως τε ἅμα καὶ ἀστείως ὑπʼ αὐτοῦ λελεγμένων· ἄρξασθαι δὲ ἀπὸ Φαβωρίνου καλὸν καὶ ὧν πρὸς ἐκεῖνον εἶπεν.
” 我想列举一些他既中肯又风趣的言论,从法波里诺斯以及他对那人所说的话开始是个不错的选择。
ἐπεὶ γὰρ ὁ Φαβωρῖνος ἀκούσας τινὸς ὡς ἐν γέλωτι ποιοῖτο τὰς ὁμιλίας αὐτοῦ καὶ μάλιστα τῶν ἐν αὐταῖς μελῶν τὸ ἐπικεκλασμένον σφόδρα ὡς ἀγεννὲς καὶ γυναικεῖον καὶ φιλοσοφίᾳ ἥκιστα πρέπον, προσελθὼν ἠρώτα τὸν Δημώνακτα, τίς ὢν χλευάζοι τὰ αὐτοῦ·
因为当法波里诺斯从某人那里听说德莫纳克斯取笑他的演讲,尤其是演讲中极其矫揉造作、极其阴柔、最不符合哲学的声调时,他走过来问德莫纳克斯:他是谁,竟敢嘲弄自己的事情。
ἄνθρωπος, ἔφη, οὐκ εὐαπάτητα ἔχων τὰ ὦτα.
德莫纳克斯说:“一个耳朵不容易被欺骗的人。
ἐγκειμένου δὲ τοῦ σοφιστοῦ καὶ ἐρωτῶντος, τίνα δὲ καὶ ἐφόδια ἔχων, ὦ Δημῶναξ, ἐκ παιδείας εἰς φιλοσοφίαν ἥκεις;
”当这位诡辩家苦苦相逼并问道:“德莫纳克斯,你从教养中带了什么资粮来到哲学?
ὄρχεις, ἔφη.
”他回答说:“睾丸。 ”

词汇与语法注释

  1. 8ὡς ἐπʼ ὀλιγοχρονίοις τοῖς δοκοῦσιν ἀγαθοῖς ἐπαιρομένους — 连词 ὡς 与分词 ἐπαιρομένους(宾格,与 τοὺς μὲν εὐτυχεῖν δοκοῦντας 一致)连用,表示主观原因或指责(“因……而自负”)。
  2. 10ὡς ἂν καὶ τὸ μέγιστον τῶν ἐν ἀνθρώποις ἀγαθῶν τὴν φιλίαν ἡγούμενον — 连词 ὡς ἄν 连同分词 ἡγούμενον(宾格,指代主句中逻辑上的主语德莫纳克斯本身),用于强调某种潜在或假定的原因(“正因为他认为……”)。
  3. 11τὸ γὰρ πρότερον οὐκ ἐκαλλιερήσατε — 使用动词 καλλιερέω(意为“在祭祀中获得吉兆”)的过去时所作的强烈讽刺。暗指雅典人过去处死(祭祀)苏格拉底时,并没有从神明那里获得吉兆(反而招致了厄运)。
  4. 12ὄρχεις — 德莫纳克斯针对受教育的“准备/行囊(ἐφόδια)”所作的辛辣讽刺,结合了法波里诺斯天生是阉人(双性人)的著名历史逸事。

引用这一段

琉善, 德莫纳克斯 §8-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg008.humanitext-grc2:8-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。