§24καὶ τὸ μὲν ἄνδρας ἰδιώτας καὶ ἀναφανδὸν τὴν ἀπαιδευσίαν ὁμολογοῦντας τὰ τοιαῦτα ποιεῖν, μετριώτερον ἂν εἰκότως νομισθείη· τὸ δὲ καὶ τῶν φιλοσοφεῖν προσποιουμένων πολλοὺς πολλῷ ἔτι τούτων γελοιότερα δρᾶν, τοῦτʼ ἤδη τὸ δεινότατόν ἐστι.
凡夫俗子以及公然承认自己没有教养的人做出这样的事,自然还算比较温和;但许多自称在研究哲学的人却做出比这还要滑稽得多的事,这才是最可怕的。
πῶς γὰρ οἴει τὴν ψυχὴν διατεθεῖσθαί μοι, ὅταν ἴδω τούτων τινά, μάλιστα τῶν προβεβηκότων, ἀναμεμιγμένον κολάκων ὄχλῳ καὶ τῶν ἐπʼ ἀξίας τινὰ δορυφοροῦντα καὶ τοῖς ἐπὶ τὰ δεῖπνα παραγγέλλουσι κοινολογούμενον, ἐπισημότερον δὲ τῶν ἄλλων ἀπὸ τοῦ σχήματος ὄντα καὶ φανερώτερον;
因为,当我看到他们中的某个人,特别是年长者,混在谄媚者的流俗中,为某个有地位的人护卫,与那些宣告宴会的人亲密谈话,并且由于其装束而比其他人更引人瞩目、更明显时,你以为我的心境会如何?
καὶ ὃ μάλιστα ἀγανακτῶ, ὅτι μὴ καὶ τὴν σκευὴν μεταλαμβάνουσι, τὰ ἄλλα γε ὁμοίως ὑποκρινόμενοι τοῦ δράματος.
而最让我愤慨的是,他们甚至没有换掉装束,尽管在戏里的其他部分他们演得完全一样。
§25ἃ μὲν γὰρ ἐν τοῖς συμποσίοις ἐργάζονται, τίνι τῶν καλῶν εἰκάσομεν;
因为,他们在宴席上的所作所为,我们能拿什么美德来比拟呢?
οὐκ ἐμφοροῦνται μὲν ἀπειροκαλώτερον, μεθύσκονται δὲ φανερώτερον, ἐξανίστανται δὲ πάντων ὕστατοι, πλείω δὲ ἀποφέρειν τῶν ἄλλων ἀξιοῦσιν;
难道他们不是以更粗俗的方式饱餐,更明显地喝醉,在所有人中最后离席,并要求比其他人带走更多的东西吗?
οἱ δὲ ἀστειότεροι πολλάκις αὐτῶν καὶ ᾆσαι προήχθησαν.
而他们中那些更风雅的人,常常甚至被诱导去唱歌。
καὶ ταῦτα μὲν οὖν γελοῖα ἡγεῖτο· μάλιστα δὲ ἐμέμνητο τῶν ἐπὶ μισθῷ φιλοσοφούντων καὶ τὴν ἀρετὴν ὤνιον ὥσπερ ἐξ ἀγορᾶς προτιθέντων·
因此,他认为这些是可笑的;他尤其提到了那些为了报酬而研究哲学、把德行当做商品像在市场里一样摆出来的人。
ἐργαστήρια γοῦν ἐκάλει καὶ καπηλεῖα τὰς τούτων διατριβάς· ἠξίου γὰρ τὸν πλούτου καταφρονεῖν διδάξοντα πρῶτον αὑτὸν παρέχειν ὑψηλότερον λημμάτων.
至少,他把这些人的讲堂称为“作坊”和“零售店”;因为他主张,那个要教导别人蔑视财富的人,首先应该使自己置于利益之上。
§26ἀμέλει καὶ πράττων ταῦτα διετέλει, οὐ μόνον προῖκα τοῖς ἀξιοῦσι συνδιατρίβων, ἀλλὰ καὶ τοῖς δεομένοις ἐπαρκῶν καὶ πάσης περιουσίας καταφρονῶν, τοσούτου δέων ὀρέγεσθαι τῶν οὐδὲν προσηκόντων, ὥστε μηδὲ τῶν ἑαυτοῦ φθειρομένων ποιεῖσθαι πρόνοιαν, ὅς γε καὶ ἀγρὸν οὐ πόρρω τῆς πόλεως κεκτημένος οὐδὲ ἐπιβῆναι αὐτοῦ πολλῶν ἐτῶν ἠξίωσεν, ἀλλʼ οὐδὲ τὴν ἀρχὴν αὑτοῦ εἶναι διωμολόγει, ταῦτʼ οἶμαι ὑπειληφώς, ὅτι τούτων φύσει μὲν οὐδενός ἐσμεν κύριοι, νόμῳ δὲ καὶ διαδοχῇ τὴν χρῆσιν αὐτῶν εἰς ἀόριστον παραλαμβάνοντες ὀλιγοχρόνιοι δεσπόται νομιζόμεθα, κἀπειδὰν ἡ προθεσμία παρέλθῃ, τηνικαῦτα παραλαβὼν ἄλλος ἀπολαύει τοῦ ὀνόματος.
当然,他也一直在实践这些,不仅与希望交往的人免费相处,而且还援助有需要的人,蔑视一切多余的财富,根本谈不上渴望那些完全不属于他的东西,以至于他甚至不对自己正在毁坏的财产进行打理。 他虽然在离城不远的地方拥有一块田地,但许多年来他甚至不曾踏足其上,甚至根本不承认那是他自己的。 我想,他是这样认为的:我们在自然上不是这些东西中任何一个的主人,而是通过法律和继承无限期地接受它们的使用权,因而被看作是短暂的主人;而当期限过去,那时另一个接手的人便享受了这一名号。
οὐ μικρὰ δὲ οὐδὲ ἐκεῖνα παρέχει τοῖς ζηλοῦν ἐθέλουσι παραδείγματα, τῆς τροφῆς τὸ ἀπέριττον καὶ τῶν γυμνασίων τὸ σύμμετρον καὶ τοῦ προσώπου τὸ αἰδέσιμον καὶ τῆς ἐσθῆτος τὸ μέτριον, ἐφʼ ἅπασι δὲ τούτοις τῆς διανοίας τὸ ἡρμοσμένον καὶ τὸ ἥμερον τοῦ τρόπου.
而这些也为那些想要效法他的人提供了不小的榜样:膳食的简朴、锻炼的适度、面容的端庄、衣服的朴素,而在所有这些之上,还有心灵的和谐与性情的温和。
§27παρῄνει δὲ τοῖς συνοῦσι μήτʼ ἀναβάλλεσθαι τὸ ἀγαθόν, ὅπερ τοὺς πολλοὺς ποιεῖν προθεσμίας ὁριζομένους ἑορτὰς ἢ πανηγύρεις, ὡς ἀπʼ ἐκείνων ἀρξομένους τοῦ μὴ ψεύσασθαι καὶ τοῦ τὰ δέοντα ποιῆσαι· ἠξίου γὰρ ἀμέλλητον εἶναι τὴν πρὸς τὸ καλὸν ὁρμήν.
他劝诫身边的人不要推迟行善,而大多数人正是这样做的,他们把节日或集会定为期限,仿佛要从那些日子开始不再撒谎并履行义务;因为他主张,向美德进发的冲动应当是毫无延迟的。
δῆλος δὲ ἦν καὶ τῶν τοιούτων κατεγνωκὼς φιλοσόφων, οἳ ταύτην ἄσκησιν ἀρετῆς ὑπελάμβανον, ἢν πολλαῖς ἀνάγκαις καὶ πόνοις τοὺς νέους ἀντέχειν καταγυμνάσωσιν, τοῦτο μὲν ψυχρολουτεῖν οἱ πολλοὶ κελεύοντες, ἄλλοι δὲ μαστιγοῦντες, οἱ δὲ χαριέστεροι καὶ σιδήρῳ τὰς ἐπιφανείας αὐτῶν καταξύοντες.
显然,他也谴责了这样一些哲学家:他们认为如果用许多强迫和劳苦来锻炼年轻人去忍受,就是德行的修炼。 其中大多数人命令洗冷水澡,另一些人进行鞭笞,而更风雅的人则用铁器刮擦他们的皮肤表面。
§28ἡγεῖτο γὰρ χρῆναι πολὺ πρότερον ἐν ταῖς ψυχαῖς τὸ στέρρον τοῦτο καὶ ἀπαθὲς κατασκευάσαι, καὶ τὸν ἄριστα παιδεύειν ἀνθρώπους προαιρούμενον τοῦτο μὲν ψυχῆς, τοῦτο δὲ σώματος, τοῦτο δὲ ἡλικίας τε καὶ τῆς πρότερον ἀγωγῆς ἐστοχάσθαι, ἵνα μὴ τὰ παρὰ δύναμιν ἐπιτάττων ἐλέγχηται·
因为他认为,应当在很久以前就在灵魂中建立起这种坚固且不动情的状态;而选择最好地教育人的人,一方面必须针对灵魂,另一方面针对身体,再一方面针对年龄和先前的抚养方式,以免他因命令超出能力的事而暴露其无能。
πολλοὺς γοῦν καὶ τελευτᾶν ἔφασκεν οὕτως ἀλόγως ἐπιταθέντας·
至少,他说许多人因受到如此不合理的苛待而甚至丧命。
ἕνα δὲ καὶ αὐτὸς εἶδον, ὃς καὶ γευσάμενος τῶν παρʼ ἐκείνοις κακῶν, ἐπειδὴ τάχιστα λόγων ἀληθῶν ἐπήκουσεν, ἀμεταστρεπτὶ φεύγων ὡς αὐτὸν ἀφίκετο καὶ δῆλος ἦν ῥᾷον διακείμενος.
我自己也曾见过这样一个人:他尝到了那些人那里的恶果,但一听到真理之言,便头也不回地逃到了他这里,显然处于更轻松的状态。
§29ἤδη δὲ τούτων ἀποστὰς τῶν ἄλλων αὖθις ἀνθρώπων ἐμέμνητο καὶ τὰς ἐν τῇ πόλει ταραχὰς διεξῄει καὶ τὸν ὠθισμὸν αὐτῶν καὶ τὰ θέατρα καὶ τὸν ἱππόδρομον καὶ τὰς τῶν ἡνιόχων εἰκόνας καὶ τὰ τῶν ἵππων ὀνόματα καὶ τοὺς ἐν τοῖς στενωποῖς περὶ τούτων διαλόγους·
而今,他离开这些话题,再次提及其他人类,详述了城市中的混乱:人们的拥挤、剧场、赛马场、御者的塑像、马谱的名字,以及在小巷里关于这些的谈论。
πολλὴ γὰρ ὡς ἀληθῶς ἡ ἱππομανία καὶ πολλῶν ἤδη σπουδαίων εἶναι δοκούντων ἐπείληπται.
因为说真的,赛马狂热确实非常严重,已经俘获了许多看似正经的人。