Humanitext Reader

琉善 · 尼格里努斯 §35-38

洞穿心灵的哲人之言与友人的共鸣

第 8 段,共 8 段 · 希腊语

内容简介

讲述者因尼格里努斯的演讲深受感动而落泪,并以此将优秀哲学家的话语比作射手的箭,能精准穿透并渗透进有天赋的灵魂中。听完讲述的朋友亦感同身受,并提议他们一同回到“伤害”他们的哲学家那里寻求医治。

§35ταῦτά τε καὶ πολλὰ ἕτερα τοιαῦτα διελθὼν κατέπαυσε τὸν λόγον.
在讲述了这些以及许多其他类似的事情之后,他结束了发言。
ἐγὼ δὲ τέως μὲν ἤκουον αὐτοῦ τεθηπώς, μὴ σιωπήσῃ πεφοβημένος·
而我在此期间一直惊叹地听着,生怕他停下来。
ἐπειδὴ δὲ ἐπαύσατο, τοῦτο δὴ τὸ τῶν Φαιάκων πάθος ἐπεπόνθειν· πολὺν γὰρ δὴ χρόνον ἐς αὐτὸν ἀπέβλεπον κεκηλημένος·
当他停下时,我确实经历了那个费阿克斯人般的体验:因为有很长一段时间,我着魔似地凝视着他。
εἶτα πολλῇ συγχύσει καὶ ἰλίγγῳ κατειλημμένος τοῦτο μὲν ἱδρῶτι κατερρεόμην, τοῦτο δὲ φθέγξασθαι βουλόμενος ἐξέπιπτόν τε καὶ ἀνεκοπτόμην, καὶ ἥ τε φωνὴ ἐξέλειπε καὶ ἡ γλῶττα διημάρτανε, καὶ τέλος ἐδάκρυον ἀπορούμενος·
接着,我被极大的混乱和眩晕所席卷,一方面浑身流汗,另一方面想要开口说话却结结巴巴、声音受阻,声音消失,舌头不听使唤,最后无助地流下了眼泪。
οὐ γὰρ ἐξ ἐπιπολῆς οὐδʼ ὡς ἔτυχεν ἡμῶν ὁ λόγος καθίκετο, βαθεῖα δὲ καὶ καίριος ἡ πληγὴ ἐγένετο, καὶ μάλα εὐστόχως ἐνεχθεὶς ὁ λόγος αὐτήν, εἰ οἷόν τε εἰπεῖν, διέκοψε τὴν ψυχήν·
因为他的话语对我们的触动并非流于表面,也不是偶然,而是造成了深而及时的伤口,这番话极精准地射中并劈开了我们的灵魂本身,如果可以这样说的话。
εἰ γάρ τι δεῖ κἀμὲ ἤδη φιλοσόφων προσάψασθαι λόγων, ὧδε περὶ τούτων ὑπείληφα· §36δοκεῖ μοι ἀνδρὸς εὐφυοῦς ψυχὴ μάλα σκοπῷ τινι ἁπαλῷ προσεοικέναι.
因为如果我也必须开始接触哲学的话语,那么对于这些事我是这样理解的:在我看来,一个天资聪颖之人的灵魂,非常像一个极其柔软的靶子。
τοξόται δὲ πολλοὶ μὲν ἀνὰ τὸν βίον καὶ μεστοὶ τὰς φαρέτρας ποικίλων τε καὶ παντοδαπῶν λόγων, οὐ μὴν πάντες εὔστοχα τοξεύουσιν, ἀλλʼ οἱ μὲν αὐτῶν σφόδρα τὰς νευρὰς ἐπιτείναντες ἐντονώτερον τοῦ δέοντος ἀφιᾶσιν·
在人生中,有许多射手,他们的箭袋里装满了各种各样的言论,然而并非所有人都能射得准。 他们中的一些人极力拉紧弓弦,射出的力量超过了需要的程度。
καὶ ἅπτονται μὲν καὶ οὗτοι, τὰ δὲ βέλη αὐτῶν οὐ μένει ἐν τῷ σκοπῷ, ἀλλʼ ὑπὸ τῆς σφοδρότητος διελθόντα καὶ παροδεύσαντα κεχηνυῖαν μόνον τῷ τραύματι τὴν ψυχὴν ἀπέλιπεν.
这些人虽然也射中了靶子,但他们的箭无法留在靶上,而是由于力量过猛穿透并飞了过去,只留下一颗因伤口而张开着的灵魂。
ἄλλοι δὲ πάλιν τούτοις ὑπεναντίως· ὑπὸ γὰρ ἀσθενείας τε καὶ ἀτονίας οὐδὲ ἐφικνεῖται τὰ βέλη αὐτοῖς ἄχρι πρὸς τὸν σκοπόν, ἀλλʼ ἐκλυθέντα καταπίπτει πολλάκις ἐκ μέσης τῆς ὁδοῦ·
另一些人则恰恰相反,由于虚弱无力,他们的箭甚至无法到达靶子,而是中途软绵绵地掉落。
ἢν δέ ποτε καὶ ἐφίκηται, ἄκρον μὲν ἐπιλίγδην ἅπτεται, βαθεῖαν δὲ οὐκ ἐργάζεται πληγήν· οὐ γὰρ ἀπʼ ἰσχυρᾶς ἐμβολῆς ἀπεστέλλετο.
即使偶尔射中,也只是擦过边缘,无法造成深层伤口,因为这不是用力射出的。
§37ὅστις δὲ ἀγαθὸς τοξότης καὶ τούτῳ ὅμοιος, πρῶτον μὲν ἀκριβῶς ὄψεται τὸν σκοπόν, εἰ μὴ σφόδρα μαλακός, εἰ μὴ στερρότερος τοῦ βέλους.
而一个优秀的、像他那样的射手,首先会仔细观察靶子,看它是不是太软,或者是不是比箭更坚硬。
γίγνονται γὰρ δὴ καὶ ἄτρωτοι σκοποί.
因为确实也存在无法刺穿的靶子。
ἐπειδὰν δὲ ταῦτα ἴδῃ, τηνικαῦτα χρίσας τὸ βέλος οὔτε ἰῷ, καθάπερ τὰ Σκυθῶν χρίεται, οὔτε ὀπῷ, καθάπερ τὰ Κουρήτων, ἀλλʼ ἠρέμα δηκτικῷ τε καὶ γλυκεῖ φαρμάκῳ, τούτῳ χρίσας εὐτέχνως ἐτόξευσε·
一旦看清了这些,他便在箭上既不涂抹斯基泰人那样用的毒药,也不涂抹库雷特斯人那样用的植物汁,而是涂上一种带有轻微刺激性却又甜美的药剂。 涂上这种药剂后,他巧妙地射出。
τὸ δὲ ἐνεχθὲν εὖ μάλα ἐντόνως καὶ διακόψαν ἄχρι τοῦ διελθεῖν μένει τε καὶ πολὺ τοῦ φαρμάκου ἀφίησιν, ὃ δὴ σκιδνάμενον ὅλην ἐν κύκλῳ τὴν ψυχὴν περιέρχεται.
射出的箭极其有力地刺入,并剖开直至穿透,留在其中并释放出大量的药剂,药剂扩散开来,传遍整个灵魂。
τοῦτό τοι καὶ ἥδονται καὶ δακρύουσι μεταξὺ ἀκούοντες, ὅπερ καὶ αὐτὸς ἔπασχον, ἡσυχῇ ἄρα τοῦ φαρμάκου τὴν ψυχὴν περιθέοντος.
这就是为什么人们在倾听时,既感到快乐又同时流泪的原因,这也正是我当时的感受,因为药剂正静静地在灵魂中流转。
ἐπῄει δʼ οὖν μοι πρὸς αὐτὸν τὸ ἔπος ἐκεῖνο λέγειν· βάλλʼ οὕτως, αἴ κέν τι φόως γένηαι.
因此,我当时很想对他念出那句诗:“如此射击吧,或许你能成为某种光芒。
ὥσπερ γὰρ οἱ τοῦ Φρυγίου αὐλοῦ ἀκούοντες οὐ πάντες μαίνονται, ἀλλʼ ὁπόσοι αὐτῶν τῇ Ῥέᾳ λαμβάνονται, οὗτοι δὲ πρὸς τὸ μέλος ὑπομιμνήσκονται τοῦ πάθους, οὕτω δὴ καὶ φιλοσόφων ἀκούοντες οὐ πάντες ἔνθεοι καὶ τραυματίαι ἀπίασιν, ἀλλʼ οἷς ὑπῆν τι ἐν τῇ φύσει φιλοσοφίας συγγενές.
”因为就像听弗里吉亚长笛的人并非都会发狂,而只有那些被瑞亚女神附身的人才会,他们通过旋律回忆起自己的激情;同样地,听哲学家讲话的人也并非都会带着神圣的狂热和伤口离开,而只有那些在本性中与哲学有某种相通之处的人才会如此。
§38ὡς σεμνὰ καὶ θαυμάσια καὶ θεῖά γε, ὦ ἑταῖρε, διελήλυθας, ἐλελήθεις δέ με πολλῆς ὡς ἀληθῶς τῆς ἀμβροσίας καὶ τοῦ λωτοῦ κεκορεσμένος·
“我的朋友,你讲述的内容是多么庄严、奇妙、甚至神圣啊! 而我之前居然没有发现,你实际上已经饱尝了如此多的仙馔密酒和忘忧荷。
ὥστε καὶ μεταξὺ σοῦ λέγοντος ἔπασχόν τι ἐν τῇ ψυχῇ, καὶ παυσαμένου ἄχθομαι καὶ ἵνα δὴ καὶ κατὰ σὲ εἴπω, τέτρωμαι·
因此,甚至在你说话的过程中,我的灵魂也经历了一些变化;而在你停下来之后,我感到痛苦,并且用你的话来说,我受伤了。
καὶ μὴ θαυμάσῃς· οἶσθα γὰρ ὅτι καὶ οἱ πρὸς τῶν κυνῶν τῶν λυσσώντων δηχθέντες οὐκ αὐτοὶ μόνοι λυσσῶσιν, ἀλλὰ κἄν τινας ἑτέρους ἐν τῇ μανίᾳ τὸ αὐτὸ τοῦτο διαθῶσιν, καὶ αὐτοὶ ἔκφρονες γίγνονται·
你也不要感到奇怪,因为你知道,被疯狗咬伤的人,不仅他们自己会发疯,而且如果在疯狂中他们让其他人也处于同样的境地,那些人也会失去理智。
συμμεταβαίνει γάρ τι τοῦ πάθους ἅμα τῷ δήγματι καὶ πολυγονεῖται ἡ νόσος καὶ πολλὴ γίγνεται τῆς μανίας διαδοχή.
因为随着咬伤,某种病症也一同传递过去,疾病便大量繁殖,疯狂便产生了极大的延续。
οὐκοῦν καὶ αὐτὸς ἡμῖν μανίαν ὁμολογεῖς;
”友人:那么,你自己也向我们承认这是一种疯狂吗?
πάνυ μὲν οὖν, καὶ προσέτι δέομαί γέ σου κοινήν τινα τὴν θεραπείαν ἐπινοεῖν.
我:确实如此,而且我还请求你,想出一个共同治疗的办法。
τὸ τοῦ ἄρα Τηλέφου ἀνάγκη ποιεῖν.
友人:那么,看来我们必须照特勒福斯的方法去做了。
ποῖον αὖ λέγεις;
我:你又是说什么样的方法呢?
ἐπὶ τὸν τρώσαντα ἐλθόντας ἰᾶσθαι παρακαλεῖν.
友人:去到那个伤害我们的人那里,请求他来医治我们。

词汇与语法注释

  1. 35μὴ σιωπήσῃ πεφοβημένος — 这是在分词 πεφοβημένος(害怕)之后由 μὴ 引导的带虚拟语气(σιωπήσῃ)的惧怕从句,表示对主句动作发生时可能出现的某种情况的担忧。
  2. 35τοῦτο μὲν ... τοῦτο δέ — 这是对格的副词性相关用法,相当于“一方面……,另一方面……”,用于并列说明讲述者当时产生的两种不同反应。
  3. 38ἐλελήθεις δέ με ... κεκορεσμένος — 这是 λανθάνω(此处为过去完成时 ἐλελήθεις)与对格宾语 με 以及主格分词 κεκορεσμένος 连用的典型 구조,意为“我未曾注意到你已经充满了……”,表示说话者事后才意识到这一事实。
  4. 38τὸ τοῦ ἄρα Τηλέφου — 这是一种省略了具体名词的冠词加属格的表达结构,意为“特勒福斯的那个(故事/典故)”,是希腊语中指向广为人知的神话、历史逸事或格言的常用惯用语。

引用这一段

琉善, 尼格里努斯 §35-38. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg007.humanitext-grc2:35-38

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。