Humanitext Reader

琉善 · 尼格里努斯 §20-23

如戏的无常人生与富人及谄媚者的荒谬

第 5 段,共 8 段 · 希腊语

内容简介

说话人将人类无常的命运比作戏剧以讽刺世人的愚蠢。他揭露了傲慢富人以及甘愿奴事他们的谄媚者们可笑的生活实态,并论证道,如果谄媚者停止逢迎,富人的虚荣心将会彻底崩溃。

§20ἔνεστι δὲ καὶ φιλοσοφίαν θαυμάσαι παραθεωροῦντα τὴν τοσαύτην ἄνοιαν, καὶ τῶν τῆς τύχης ἀγαθῶν καταφρονεῖν ὁρῶντα ὥσπερ ἐν σκηνῇ καὶ πολυπροσώπῳ δράματι τὸν μὲν ἐξ οἰκέτου δεσπότην προϊόντα, τὸν δʼ ἀντὶ πλουσίου πένητα, τὸν δὲ σατράπην ἐκ πένητος ἢ βασιλέα, τὸν δὲ φίλον τούτου, τὸν δὲ ἐχθρόν, τὸν δὲ φυγάδα·
在旁观如此巨大的愚蠢时,人们也能够赞美哲学,并且在看到命运的恩赐时予以蔑视——这就像在舞台和多角色的戏剧中一样,有人从奴隶变成主人,有人由富变穷,有人从穷人变成总督或国王,有人成为此人的朋友,有人成为敌人,有人成为流亡者。
τοῦτο γάρ τοι καὶ τὸ δεινότατόν ἐστιν, ὅτι καίτοι μαρτυρομένης τῆς Τύχης παίζειν τὰ τῶν ἀνθρώπων πράγματα καὶ ὁμολογούσης μηδὲν αὐτῶν εἶναι βέβαιον, ὅμως ταῦθʼ ὁσημέραι βλέποντες ὀρέγονται καὶ πλούτου καὶ δυναστείας καὶ μεστοὶ περιίασι πάντες οὐ γινομένων ἐλπίδων.
因为这确实是最可怕的事情:尽管命运表明她在戏弄人类的事务,并承认其中没有什么是可靠的,然而每天看着这些,人们仍然渴望财富和权力,并且所有人都满怀着无法实现的希望四处走动。
§21ὃ δὲ δὴ ἔφην, ὅτι καὶ γελᾶν ἐν τοῖς γιγνομένοις ἔνεστι καὶ ψυχαγωγεῖσθαι, τοῦτο ἤδη σοι φράσω.
至于我刚才所说,在发生的事情中也可以欢笑并得到娱乐,我现在就告诉你。
πῶς γὰρ οὐ γελοῖοι μὲν πλουτοῦντες αὐτοὶ καὶ τὰς πορφυρίδας προφαίνοντες καὶ τοὺς δακτυλίους προτείνοντες καὶ πολλὴν κατηγοροῦντες ἀπειροκαλίαν, τὸ δὲ καινότατον, τοὺς ἐντυγχάνοντας ἀλλοτρίᾳ φωνῇ προσαγορεύοντες, ἀγαπᾶν ἀξιοῦντες, ὅτι μόνον αὐτοὺς προσέβλεψαν, οἱ δὲ σεμνότεροι καὶ προσκυνεῖσθαι περιμένοντες, οὐ πόρρωθεν οὐδʼ ὡς Πέρσαις νόμος, ἀλλὰ δεῖ προσελθόντα καὶ ὑποκύψαντα, τὴν ψυχὴν ταπεινώσαντα καὶ τὸ πάθος αὐτῆς ἐμφανίσαντα τῇ τοῦ σώματος ὁμοιότητι, τὸ στῆθος ἢ τὴν δεξιὰν καταφιλεῖν, ζηλωτὸν καὶ περίβλεπτον τοῖς μηδὲ τούτου τυγχάνουσιν·
那些富人自己炫耀紫衣、展示戒指、暴露极大的俗气,这怎能不令人发笑? 而最奇特的是,他们用别人的声音向相遇的人打招呼,并要求人们仅因他们看了一眼就感到满足。 而那些更庄重的人则等待着被膜拜,既不是从远处,也不是像波斯人的习俗那样,而是必须走上前去,低头弯腰,使灵魂卑屈,通过肉体的姿态显露其顺从,并亲吻其胸口或右手——这甚至成了那些连这个机会都得不到的人所羡慕和瞩目的事情。
ὁ δʼ ἕστηκεν παρέχων ἑαυτὸν εἰς πλείω χρόνον ἐξαπατώμενον.
而他则站在那里,让自己在更长的时间里被欺骗。
ἐπαινῶ δέ γε ταύτης αὐτοὺς τῆς ἀπανθρωπίας, ὅτι μὴ καὶ τοῖς στόμασιν ἡμᾶς προσίενται.
不过,我赞美他们这种不近人情,因为他们至少没有用嘴来接纳我们。
§22πολὺ δὲ τούτων οἱ προσιόντες αὐτοὶ καὶ θεραπεύοντες γελοιότεροι, νυκτὸς μὲν ἐξανιστάμενοι μέσης, περιθέοντες δὲ ἐν κύκλῳ τὴν πόλιν καὶ πρὸς τῶν οἰκετῶν ἀποκλειόμενοι, κύνες καὶ κόλακες καὶ τὰ τοιαῦτα ἀκούειν ὑπομένοντες.
但比这些人更可笑的,是那些亲自登门逢迎他们的人。 他们半夜起床,在城市里四处奔走,被奴隶们拒之门外,忍受着被称作狗和谄媚者之类的侮辱。
γέρας δὲ τῆς πικρᾶς ταύτης αὐτοῖς περιόδου τὸ φορτικὸν ἐκεῖνο δεῖπνον καὶ πολλῶν αἴτιον συμφορῶν, ἐν ᾧ πόσα μὲν ἐμφαγόντες, πόσα δὲ παρὰ γνώμην ἐμπιόντες, πόσα δὲ ὧν οὐκ ἐχρῆν ἀπολαλήσαντες ἢ μεμφόμενοι τὸ τελευταῖον ἢ δυσφοροῦντες ἀπίασιν ἢ διαβάλλοντες τὸ δεῖπνον ἢ ὕβριν ἢ μικρολογίαν ἐγκαλοῦντες.
而他们这番痛苦奔波的报酬,就是那顿粗俗的晚宴,它也是许多灾祸的根源。 在宴会上,他们塞饱了多少食物,违背意愿铺张饮下了多少酒,胡言乱语了多少不该说的话,最后离去时要么抱怨,要么愤愤不平,要么贬低晚宴,要么控诉其无礼或小气。
πλήρεις δὲ αὐτῶν ἐμούντων οἱ στενωποὶ καὶ πρὸς τοῖς χαμαιτυπείοις μαχομένων·
小巷里塞满了他们呕吐的身影,以及他们在妓院附近打架的丑态。
καὶ μεθʼ ἡμέραν οἱ πλείονες αὐτῶν κατακλιθέντες ἰατροῖς παρέχουσιν ἀφορμὰς περιόδων·
到了白昼,他们中的大多数人卧病在床,为医生们提供了登门诊治的机会。
ἔνιοι μὲν γάρ, τὸ καινότατον, οὐδὲ νοσεῖν σχολάζουσιν.
因为有些人——最奇特的是——甚至连生病的时间都没有。
§23ἐγὼ μέντοι γε πολὺ τῶν κολακευομένων ἐξωλεστέρους τοὺς κόλακας ὑπείληφα, καὶ σχεδὸν αὐτοὺς ἐκείνοις καθίστασθαι τῆς ὑπερηφανίας αἰτίους·
然而,我认为谄媚者比被谄媚的人要败坏得多,他们几乎成了那些人傲慢的罪魁祸首。
ὅταν γὰρ αὐτῶν τὴν περιουσίαν θαυμάσωσιν καὶ τὸν χρυσὸν ἐπαινέσωσιν καὶ τοὺς πυλῶνας ἕωθεν ἐμπλήσωσιν καὶ προσελθόντες ὥσπερ δεσπότας προσείπωσιν, τί καὶ φρονήσειν ἐκείνους εἰκός ἐστιν;
因为,当他们赞美那些人的财富、称赞黄金、从清晨起就挤满门廊、走上前去像称呼主人一样称呼他们时,那些人又怎能不自命不凡呢?
εἰ δέ γε κοινῷ δόγματι κἂν πρὸς ὀλίγον ἀπέσχοντο τῆσδε τῆς ἐθελοδουλείας, οὐκ ἂν οἴει τοὐναντίον αὐτοὺς ἐλθεῖν ἐπὶ τὰς θύρας τῶν πτωχῶν δεομένους τοὺς πλουσίους, μὴ ἀθέατον αὐτῶν μηδʼ ἀμάρτυρον τὴν εὐδαιμονίαν καταλιπεῖν μηδʼ ἀνόνητόν τε καὶ ἄχρηστον τῶν τραπεζῶν τὸ κάλλος καὶ τῶν οἴκων τὸ μέγεθος;
但是,如果通过一项共同的决定,他们哪怕只在短时间内停止这种自愿的奴役,难道你以为富人不会反过来找上穷人的家门,哀求他们不要让自己的幸福无人看见、无人见证,也不要让宴席的美轮美奂和房屋的宽敞宏大变得毫无用处、毫无益处吗?
οὐ γὰρ οὕτω τοῦ πλουτεῖν ἐρῶσιν ὡς τοῦ διὰ τὸ πλουτεῖν εὐδαιμονίζεσθαι.
因为他们爱财富,并不是那么爱富有本身,而是爱因富有而被赞美为幸福。
καὶ οὕτω δὴ ἔχει, μηδὲν ὄφελος εἶναι περικαλλοῦς οἰκίας τῷ οἰκοῦντι μηδὲ χρυσοῦ καὶ ἐλέφαντος, εἰ μή τις αὐτὰ θαυμάζοι.
事实确实如此:如果无人赞美,那么一座美轮美奂的房屋,或者黄金和象牙,对居住者来说就毫无益处。
ἐχρῆν οὖν ταύτῃ καθαιρεῖν αὐτῶν καὶ ἐπευωνίζειν τὴν δυναστείαν ἐπιτειχίσαντας τῷ πλούτῳ τὴν ὑπεροψίαν· νῦν δὲ λατρεύοντες εἰς ἀπόνοιαν ἄγουσιν.
因此,本应以这种方式,通过针对他们的财富筑起轻蔑的壁垒,来拉低并贬低他们的权势;但如今,人们通过奴事他们,反而将他们推向了狂妄。

词汇与语法注释

  1. §20τοῦτο γάρ τοι καὶ τὸ δεινότατόν ἐστιν, ὅτι... — ὅτι 从句用作同位语名词性从句,具体解释了前置指示代词 τοῦτο 以及与其并列的最高级中性名词化短语 τὸ δεινότατον(最可怕的事情)的具体内容。
  2. §21ἀλλοτρίᾳ φωνῇ — 表示手段或方式的与格,意为“用别人的声音”。这指的是富人自己不亲自开口打招呼,而是通过专门负责呼喊对方名字的奴隶(即 nomenclator)的发声来完成形式上的问候。
  3. §21ἐπαινῶ δέ γε ταύτης αὐτοὺς τῆς ἀπανθρωπίας — 动词 ἐπαινῶ(赞美)的典型句式,其褒扬的对象(人)用宾格(αὐτούς)表示,而起因(事柄)用属格(ταύτης τῆς ἀπανθρωπίας)表示。在此用于讽刺语境:“因这种不近人情而赞美他们”。
  4. §23ἐπιτειχίσαντας τῷ πλούτῳ τὴν ὑπεροψίαν — 源自军事术语的动词 ἐπιτειχίζω(针对……修筑要塞)的分词形式。宾格 τὴν ὑπεροψίαν(蔑视)表示修筑的壁垒本身,与格 τῷ πλούτῳ(针对其财富)表示该壁垒所对抗的目标。整句译为“通过针对他们的财富筑起轻蔑的壁垒”。

引用这一段

琉善, 尼格里努斯 §20-23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg007.humanitext-grc2:20-23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。