§14ὅτι δʼ οὐκ αἰσχύνονται πενίαν ὁμολογοῦντες, ἐμέμνητο πρός με φωνῆς τινος, ἣν ἀκοῦσαι πάντων ἔφη κοινῇ προεμένων ἐν τῷ ἀγῶνι τῶν Παναθηναίων·
作为他们不以承认贫困为耻的证明,他向我提起了一个他在潘阿特奈亚节的竞技中亲耳听到众人异口同声说出的话。
ληφθέντα μὲν γάρ τινα τῶν πολιτῶν ἄγεσθαι παρὰ τὸν ἀγωνοθέτην, ὅτι βαπτὸν ἔχων ἱμάτιον ἐθεώρει, τοὺς δὲ ἰδόντας ἐλεῆσαί τε καὶ παραιτεῖσθαι καὶ τοῦ κήρυκος ἀνειπόντος, ὅτι παρὰ τὸν νόμον ἐποίησεν ἐν τοιαύτῃ ἐσθῆτι θεώμενος, ἀναβοῆσαι μιᾷ φωνῇ πάντας ὥσπερ ἐσκεμμένους, συγγνώμην ἀπονέμειν αὐτῷ τοιαῦτά γε ἀμπεχομένῳ· μὴ γὰρ ἔχειν αὐτὸν ἕτερα.
也就是说,当时有一位公民因为穿着染色的斗篷观战而被捕,并被带到竞技主持官面前,但看到这一幕的人们都怜悯他,并为他求情。 当传令官宣告他穿着这样的衣服观战是违反了法律时,所有人就像商量好了一样,异口同声地大声喊道,请求宽恕这个穿着这种衣服的人,因为他没有其他的衣服了。
Ταῦτά τε οὖν ἐπῄνει καὶ προσέτι τὴν ἐλευθερίαν τὴν ἐκεῖ καὶ τῆς διαίτης τὸ ἀνεπίφθονον, ἡσυχίαν τε καὶ ἀπραγμοσύνην, ἃ δὴ ἄφθονα παρʼ αὐτοῖς ἐστιν.
因此,他赞美这些事情,此外还赞美了那里的自由、生活方式的不招人嫉妒、以及安宁和无事,这些在他们那里确实是非常丰富的。
ἀπέφαινε γοῦν φιλοσοφίᾳ συνῳδὸν τὴν παρὰ τοῖς τοιούτοις διατριβὴν καὶ καθαρὸν ἦθος φυλάξαι δυναμένην, σπουδαίῳ τε ἀνδρὶ καὶ πλούτου καταφρονεῖν πεπαιδευμένῳ καὶ τῷ πρὸς τὰ φύσει καλὰ ζῆν προαιρουμένῳ τὸν ἐκεῖ βίον ὡς μάλιστα ἡρμοσμένον.
无论如何,他表明在这样的人中间生活是与哲学相和谐的,能够保持纯洁的品性;而且对于一个受过蔑视财富的教育、并选择过符合自然之美生活的高尚之人来说,那里的生活是最适合不过的。
§15ὅστις δὲ πλούτου ἐρᾷ καὶ χρυσῷ κεκήληται καὶ πορφύρᾳ καὶ δυναστείᾳ μετρεῖ τὸ εὔδαιμον, ἄγευστος μὲν ἐλευθερίας, ἀπείρατος δὲ παρρησίας, ἀθέατος δὲ ἀληθείας, κολακείᾳ τὰ πάντα καὶ δουλείᾳ σύντροφος, ἢ ὅστις ἡδονῇ πᾶσαν τὴν ψυχὴν ἐπιτρέψας ταύτῃ μόνῃ λατρεύειν διέγνωκε, φίλος μὲν περιέργων τραπεζῶν, φίλος δὲ πότων καὶ ἀφροδισίων, ἀνάπλεως γοητείας καὶ ἀπάτης καὶ ψευδολογίας, ἢ ὅστις ἀκούων τέρπεται κρουμάτων τε καὶ τερετισμάτων καὶ διεφθορότων ᾀσμάτων, τοῖς δὴ τοιούτοις πρέπειν τὴν ἐνταῦθα διατριβήν·
但是,凡是贪图财富、被黄金和紫衣所魅惑、并以权力来衡量幸福的人,未曾尝过自由的滋味,未曾体验过直言的自由,未曾目睹过真理,在一切事上都与谄媚和奴役为伍的人;或者,凡是将整个灵魂托付给快乐、决定只为它服务的人,讲究的宴席之友,饮酒和纵欲之友,满脑子都是法术、欺骗和谎言的人,或者,凡是听着器乐演奏、鸟鸣般的歌声和堕落的歌曲便满心欢喜的人――对于这样的人,他表明,在这里生活才是最合适不过的。
§16μεσταὶ γὰρ αὐτοῖς τῶν φιλτάτων πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δὲ ἀγοραί·
因为,对他们而言,最心爱的事物充斥着所有的街道和所有的广场。
πάρεστι δὲ πάσαις πύλαις τὴν ἡδονὴν καταδέχεσθαι, τοῦτο μὲν διʼ ὀφθαλμῶν, τοῦτο δὲ διʼ ὤτων τε καὶ ῥινῶν, τοῦτο δὲ καὶ διὰ λαιμοῦ καὶ διʼ ἀφροδισίων·
在所有的城门处都可以接受快乐,一方面是通过眼睛,另一方面是通过耳朵和鼻子,此外还通过喉咙和纵欲。
ὑφʼ ἧς δὴ ῥεούσης ἀενάῳ τε καὶ θολερῷ ῥεύματι πᾶσαι μὲν ἀνευρύνονται ὁδοί·
由于快乐以无穷无尽且浑浊的溪流奔涌而来,所有的道路都被拓宽了。
συνεισέρχεται γὰρ μοιχεία καὶ φιλαργυρία καὶ ἐπιορκία καὶ τὸ τοιοῦτο φῦλον τῶν ἡδονῶν, παρασύρεται δὲ τῆς ψυχῆς ὑποκλυζομένης πάντοθεν αἰδὼς καὶ ἀρετὴ καὶ δικαιοσύνη·
因为通奸、贪财、伪誓以及这一类快乐的同伙都会随之涌入,而从四面八方受到冲击的灵魂中,羞耻、美德和正义都会被冲刷殆尽。
τῶν δὲ ἔρημος ὁ χῶρος γενόμενος δίψης ἀεὶ πιμπράμενος ἀνθεῖ πολλαῖς τε καὶ ἀγρίαις ἐπιθυμίαις.
这个地方一旦失去了这些,便会由于经常处于干渴的煎熬之中,而绽放出许多狂野的欲望。
τοιαύτην ἀπέφαινε τὴν πόλιν καὶ τοσούτων διδάσκαλον ἀγαθῶν.
他表明,这座城市就是这样的地方,是如此多“美妙事物”的教师。
§17ἐγὼ γοῦν, ἔφη, ὅτε τὸ πρῶτον ἐπανῄειν ἀπὸ τῆς Ἑλλάδος, πλησίον που γενόμενος ἐπιστήσας ἐμαυτὸν λόγον ἀπῄτουν τῆς δεῦρο ἀφίξεως, ἐκεῖνα δὴ τὰ τοῦ Ὁμήρου λέγων· "τίπτʼ αὖτʼ, ὦ δύστηνε, λιπὼν φάος ἠελίοιο,"
τὴν Ἑλλάδα καὶ τὴν εὐτυχίαν ἐκείνην καὶ τὴν ἐλευθερίαν, ἤλυθες, ὄφρα ἴδῃς τὸν ἐνταῦθα θόρυβον, συκοφάντας καὶ προσαγορεύσεις ὑπερηφάνους καὶ δεῖπνα καὶ κόλακας καὶ μιαιφονίας καὶ διαθηκῶν προσδοκίας καὶ φιλίας ἐπιπλάστους;
“无论如何,我,”他说,“当我第一次从希腊返回时,走到这附近时停了下来,拷问自己来到这里的理由,口中念着荷马的那些名句: ‘为什么,可怜的人啊,你又离开了太阳的光芒,’ ――这里的‘太阳的光芒’指的是希腊、以及那里的幸福和自由――‘来到这里,为了看这里的喧嚣、密告者、傲慢的寒暄、宴席、谄媚者、杀戮、对遗嘱的期盼和虚假的友谊吗?
ἢ τί καὶ πράξειν διέγνωκας μήτʼ ἀπαλλάττεσθαι μήτε χρῆσθαι τοῖς καθεστῶσι δυνάμενος;
还是因为你既无法摆脱也无法适应现存的制度,你到底决定要做出什么样的事情来呢?
§18οὕτω δὴ βουλευσάμενος καὶ καθάπερ ὁ Ζεὺς τὸν Ἕκτορα ὑπεξαγαγὼν ἐμαυτὸν ἐκ βελέων, φασίν, ἔκ τʼ ἀνδροκτασίης ἔκ θʼ αἵματος ἔκ τε κυδοιμοῦ τὸ λοιπὸν οἰκουρεῖν εἱλόμην καὶ βίον τινὰ τοῦτον γυναικώδη καὶ ἄτολμον τοῖς πολλοῖς δοκοῦντα προτιθέμενος αὐτῇ φιλοσοφίᾳ καὶ Πλάτωνι καὶ ἀληθείᾳ προσλαλῶ, καὶ καθίσας ἐμαυτὸν ὥσπερ ἐν θεάτρῳ μυριάνδρῳ σφόδρα που μετέωρος ἐπισκοπῶ τὰ γιγνόμενα, τοῦτο μὲν πολλὴν ψυχαγωγίαν καὶ γέλωτα παρέχειν δυνάμενα, τοῦτο δὲ καὶ πεῖραν ἀνδρὸς ὡς ἀληθῶς βεβαίου λαβεῖν.
’ 就这样,我经过深思熟虑,就像宙斯将赫克托尔带走一样,正如人们所说,我将自己从‘箭雨、杀戮、鲜血和喧嚣中’带走,选择在余生中闭门不出。 我把这种在众人看来显得柔弱和胆怯的生活摆在面前,与哲学本身、柏拉图以及真理对话。 我让自己坐下来,仿佛置身于一个万人的剧场中,在极高的地方俯瞰着发生的一切。 这些事情一方面能提供巨大的娱乐和笑料,另一方面也能对一个真正坚定的人进行考验。
§19εἰ γὰρ χρὴ καὶ κακῶν ἔπαινον εἰπεῖν, μὴ ὑπολάβῃς μεῖζόν τι γυμνάσιον ἀρετῆς ἢ τῆς ψυχῆς δοκιμασίαν ἀληθεστέραν τῆσδε τῆς πόλεως καὶ τῆς ἐνταῦθα διατριβῆς·
因为,如果必须对恶事也加以赞美的话,请不要以为还有比这座城市和在这里的生活更大的美德训练场,或者更真实的灵魂试金石。
οὐ γὰρ μικρὸν ἀντισχεῖν τοσαύταις μὲν ἐπιθυμίαις, τοσούτοις δὲ θεάμασί τε καὶ ἀκούσμασι πάντοθεν ἕλκουσι καὶ ἀντιλαμβανομένοις, ἀλλὰ ἀτεχνῶς δεῖ τὸν Ὀδυσσέα μιμησάμενον παραπλεῖν αὐτὰ μὴ δεδεμένον τὼ χεῖρε — δειλὸν γάρ — μηδὲ τὰ ὦτα κηρῷ φραξάμενον, ἀλλʼ ἀκούοντα καὶ λελυμένον καὶ ἀληθῶς ὑπερήφανον.
因为,要抵抗这么多欲望,抵抗从四面八方拉扯并捕捉你的这么多视觉和听觉诱惑,绝非易事。 相反,人必须完全模仿奥德修斯,在航经它们时,既不能缚住双手――因为那是胆怯的――也不能用蜡堵住耳朵,而应该在倾听的同时保持自由,并且真正做到傲然不群。 ”