- 底本
- Lucian, Vol. 1. Harmon, Austin Morris, editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1913.
- 翻訳
- AI生成(gemini-3.5-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0062.tlg007.humanitext-grc2:20-23
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
語り手は、人間の変転極まりない運命を演劇に例えて人々の愚行を風刺する。また、傲慢な富者たちと彼らに自発的に隷属するおべっか使い(寄食者)たちの滑稽な生活実態を暴露し、おべっか使いがへつらいを止めれば富者の虚栄心は崩壊すると論じる。
ἔνεστι δὲ καὶ φιλοσοφίαν θαυμάσαι παραθεωροῦντα τὴν τοσαύτην ἄνοιαν, καὶ τῶν τῆς τύχης ἀγαθῶν καταφρονεῖν ὁρῶντα ὥσπερ ἐν σκηνῇ καὶ πολυπροσώπῳ δράματι τὸν μὲν ἐξ οἰκέτου δεσπότην προϊόντα, τὸν δʼ ἀντὶ πλουσίου πένητα, τὸν δὲ σατράπην ἐκ πένητος ἢ βασιλέα, τὸν δὲ φίλον τούτου, τὸν δὲ ἐχθρόν, τὸν δὲ φυγάδα· τοῦτο γάρ τοι καὶ τὸ δεινότατόν ἐστιν, ὅτι1 καίτοι μαρτυρομένης τῆς Τύχης παίζειν τὰ τῶν ἀνθρώπων πράγματα καὶ ὁμολογούσης μηδὲν αὐτῶν εἶναι βέβαιον, ὅμως ταῦθʼ ὁσημέραι βλέποντες ὀρέγονται καὶ πλούτου καὶ δυναστείας καὶ μεστοὶ περιίασι πάντες οὐ γινομένων ἐλπίδων.
このような愚行を傍らで観察することによって、哲学を賞賛することも可能であり、また、あたかも舞台や多くの登場人物からなる劇において、ある者は奴隷から主人へと進み、別の者は富者の代わりに貧者となり、また別の者は貧者からサトラップや王となり、ある者はその友人となり、ある者は敵となり、ある者は亡命者となるのを見ることで、運命の恵みを軽蔑することも可能である。これこそが実に最も恐るべきことなのだ。すなわち、運命が、人間の営みをもてあそんでいることを示し、それらの何一つとして確実なものはないと認めているにもかかわらず、それでも毎日これらを目にしながら、人々は富や権力を切望し、叶わぬ希望に満ちて全員が歩き回っているのだから。
ὃ δὲ δὴ ἔφην, ὅτι καὶ γελᾶν ἐν τοῖς γιγνομένοις ἔνεστι καὶ ψυχαγωγεῖσθαι, τοῦτο ἤδη σοι φράσω. πῶς γὰρ οὐ γελοῖοι μὲν πλουτοῦντες αὐτοὶ καὶ τὰς πορφυρίδας προφαίνοντες καὶ τοὺς δακτυλίους προτείνοντες καὶ πολλὴν κατηγοροῦντες ἀπειροκαλίαν, τὸ δὲ καινότατον, τοὺς ἐντυγχάνοντας ἀλλοτρίᾳ φωνῇ2 προσαγορεύοντες, ἀγαπᾶν ἀξιοῦντες, ὅτι μόνον αὐτοὺς προσέβλεψαν, οἱ δὲ σεμνότεροι καὶ προσκυνεῖσθαι περιμένοντες, οὐ πόρρωθεν οὐδʼ ὡς Πέρσαις νόμος, ἀλλὰ δεῖ προσελθόντα καὶ ὑποκύψαντα, τὴν ψυχὴν ταπεινώσαντα καὶ τὸ πάθος αὐτῆς ἐμφανίσαντα τῇ τοῦ σώματος ὁμοιότητι, τὸ στῆθος ἢ τὴν δεξιὰν καταφιλεῖν, ζηλωτὸν καὶ περίβλεπτον τοῖς μηδὲ τούτου τυγχάνουσιν· ὁ δʼ ἕστηκεν παρέχων ἑαυτὸν εἰς πλείω χρόνον ἐξαπατώμενον. ἐπαινῶ δέ γε ταύτης αὐτοὺς τῆς ἀπανθρωπίας,3 ὅτι μὴ καὶ τοῖς στόμασιν ἡμᾶς προσίενται.
ところで、起こっていることの中で笑い、楽しむこともできると私が言ったこと、これについて今君に説明しよう。というのも、富んでいる者たち自身が、紫の衣を見せびらかし、指輪を差し出し、多大な悪趣味を露呈しているのは、どうして滑稽でないことがあろうか。そして最も奇妙なことには、出会う人々に他人の声で挨拶し、自分たちがただ一瞥をくれただけで、相手が満足することを要求するのだ。さらに尊大な者たちは、拝跪されるのを待ち受けている。遠くからでもなく、ペルシア人の習慣のようにでもなく、近づいてきて、身をかがめ、魂を卑下させて、その心の状態を体の姿勢で示し、胸か右手に接吻しなければならないのだ。これは、その機会さえ得られない者たちにとっては羨望の的であり、羨まれることなのだが。そして、彼はそこに立ち、騙されている状態をより長い時間、提供しているのだ。しかし私は、彼らのこのような非人間性を賞賛する。我々を口づけで受け入れないことについてね。
πολὺ δὲ τούτων οἱ προσιόντες αὐτοὶ καὶ θεραπεύοντες γελοιότεροι, νυκτὸς μὲν ἐξανιστάμενοι μέσης, περιθέοντες δὲ ἐν κύκλῳ τὴν πόλιν καὶ πρὸς τῶν οἰκετῶν ἀποκλειόμενοι, κύνες καὶ κόλακες καὶ τὰ τοιαῦτα ἀκούειν ὑπομένοντες. γέρας δὲ τῆς πικρᾶς ταύτης αὐτοῖς περιόδου τὸ φορτικὸν ἐκεῖνο δεῖπνον καὶ πολλῶν αἴτιον συμφορῶν, ἐν ᾧ πόσα μὲν ἐμφαγόντες, πόσα δὲ παρὰ γνώμην ἐμπιόντες, πόσα δὲ ὧν οὐκ ἐχρῆν ἀπολαλήσαντες ἢ μεμφόμενοι τὸ τελευταῖον ἢ δυσφοροῦντες ἀπίασιν ἢ διαβάλλοντες τὸ δεῖπνον ἢ ὕβριν ἢ μικρολογίαν ἐγκαλοῦντες. πλήρεις δὲ αὐτῶν ἐμούντων οἱ στενωποὶ καὶ πρὸς τοῖς χαμαιτυπείοις μαχομένων· καὶ μεθʼ ἡμέραν οἱ πλείονες αὐτῶν κατακλιθέντες ἰατροῖς παρέχουσιν ἀφορμὰς περιόδων· ἔνιοι μὲν γάρ, τὸ καινότατον, οὐδὲ νοσεῖν σχολάζουσιν.
しかし、これらよりも、彼らに近づき、彼らに仕える者たち自身の方がはるかに滑稽である。彼らは真夜中に起き出し、街中を駆け回り、奴隷たちに門前払いを食らい、犬やおべっか使いなどと呼ばれるのを耐え忍んでいるのだ。彼らのこの辛い巡回の報酬は、あの不快な宴会であり、多くの災いの原因である。そこでは、どれほど多くのものを詰め込み、どれほど多くのものを意に反して飲み干し、どれほど多くの言うべきでないことを喋り散らし、最後には不平を言ったり、腹を立てたりして立ち去るか、あるいはその宴会を非難し、無礼やしみったれを告発するのである。路地は、嘔吐する彼らや、売春宿の前で喧嘩する彼らで満ちている。そして日中には、彼らの大半は病床に伏し、医師たちに往診の機会を提供する。というのも、ある者たちは、最も奇妙なことには、病気になる暇さえないのだから。
ἐγὼ μέντοι γε πολὺ τῶν κολακευομένων ἐξωλεστέρους τοὺς κόλακας ὑπείληφα, καὶ σχεδὸν αὐτοὺς ἐκείνοις καθίστασθαι τῆς ὑπερηφανίας αἰτίους· ὅταν γὰρ αὐτῶν τὴν περιουσίαν θαυμάσωσιν καὶ τὸν χρυσὸν ἐπαινέσωσιν καὶ τοὺς πυλῶνας ἕωθεν ἐμπλήσωσιν καὶ προσελθόντες ὥσπερ δεσπότας προσείπωσιν, τί καὶ φρονήσειν ἐκείνους εἰκός ἐστιν; εἰ δέ γε κοινῷ δόγματι κἂν πρὸς ὀλίγον ἀπέσχοντο τῆσδε τῆς ἐθελοδουλείας, οὐκ ἂν οἴει τοὐναντίον αὐτοὺς ἐλθεῖν ἐπὶ τὰς θύρας τῶν πτωχῶν δεομένους τοὺς πλουσίους, μὴ ἀθέατον αὐτῶν μηδʼ ἀμάρτυρον τὴν εὐδαιμονίαν καταλιπεῖν μηδʼ ἀνόνητόν τε καὶ ἄχρηστον τῶν τραπεζῶν τὸ κάλλος καὶ τῶν οἴκων τὸ μέγεθος; οὐ γὰρ οὕτω τοῦ πλουτεῖν ἐρῶσιν ὡς τοῦ διὰ τὸ πλουτεῖν εὐδαιμονίζεσθαι. καὶ οὕτω δὴ ἔχει, μηδὲν ὄφελος εἶναι περικαλλοῦς οἰκίας τῷ οἰκοῦντι μηδὲ χρυσοῦ καὶ ἐλέφαντος, εἰ μή τις αὐτὰ θαυμάζοι. ἐχρῆν οὖν ταύτῃ καθαιρεῖν αὐτῶν καὶ ἐπευωνίζειν τὴν δυναστείαν ἐπιτειχίσαντας τῷ πλούτῳ τὴν ὑπεροψίαν·4 νῦν δὲ λατρεύοντες εἰς ἀπόνοιαν ἄγουσιν.
しかしながら私は、へつらわれる者たちよりも、へつらう者たちの方がはるかに破滅的であると考えている。彼らこそが、ほぼ彼らの傲慢さの原因となっているのだ。なぜなら、彼らが彼らの資産を賞賛し、金を褒めちぎり、朝早くから門前を満杯にし、近づいてきて主人であるかのように呼びかけるとき、彼らが傲慢にならないでいられる道理があろうか。もし、共同の決議によって、ほんの少しの間だけでも、この自発的な奴隷状態から身を引いたなら、富者たちの方が逆に貧者たちの門を叩き、彼らの幸福が人に見られず、証人もなく放置されないよう、また食卓の美しさや邸宅の広さが無駄で役に立たないものにならないよう哀願することになるとは思わないかね。なぜなら、彼らは富んでいることそのものを愛しているのではなく、富んでいることによって幸福だと讃えられることを愛しているからだ。実際、誰もそれを賞賛しなければ、居住者にとって、非常に美しい家も、金や象牙も何の役にも立たない。それゆえ、富に対して見下す姿勢を砦として築き上げることによって、彼らの権勢を引きずり下ろし、安く買い叩くべきであったのだ。しかし、現状では彼らに隷属することによって、彼らを狂気へと導いているのだ。
- 20τοῦτο γάρ τοι καὶ τὸ δεινότατόν ἐστιν, ὅτι...
ὅτι 節は名詞節として、前置された指示代名詞 τοῦτο およびそれと並置された形容詞最上級の中性名詞化名詞句 τὸ δεινότατον(最も恐るべきこと)の内容を具体的に説明する同格節の役割を果たしている。
- 21ἀλλοτρίᾳ φωνῇ
「他人の声によって」という手段・方法の与格。富者が自分自身で挨拶する代わりに、相手の名前を大声で呼ばせるお抱えの奴隷(いわゆるノーメンクラトール)の声を介して儀礼的な挨拶を行う様子を指している。
- 21ἐπαινῶ δέ γε ταύτης αὐτοὺς τῆς ἀπανθρωπίας
動詞 ἐπαινῶ(褒める、称賛する)の代表的な構文で、称賛の対象(人)を対格(αὐτούς)で表し、その理由(事柄)を属格(ταύτης τῆς ἀπανθρωπίας)で表している。「彼らのこの非人間性のゆえに彼らを称賛する」という皮肉な文脈で用いられている。
- 23ἐπιτειχίσαντας τῷ πλούτῳ τὴν ὑπεροψίαν
「〜に対して砦を築く」という軍事用語由来の動詞 ἐπιτειχίζω の分詞形。対格の τὴν ὑπεροψίαν(見下すこと、軽蔑)が築かれる砦に当たり、与格の τῷ πλούτῳ(富に対して)がその砦が対抗する対象を示している。全体として「彼らの富に対して軽蔑を砦として築き上げることによって」と解釈される。
翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
- 2026-11-15 AI校閲 — 訳文 2 件
