Humanitext Reader

琉善 · 法拉里斯 §1.11-1.14

青铜公牛的来历与恳请德尔斐接纳奉献

第 4 段,共 6 段 · 希腊语

内容简介

法拉里斯解释了培里拉乌斯献上的残酷刑具“法拉里斯之牛”的来历,并宣称让发明者本人成为首个受害者是正义之举。随后,使节们恳求德尔斐人接受这头公牛作为奉献物,并与法拉里斯建立友谊。

§1.11ταῦτα μὲν οὖν ὑπὲρ ἐμαυτοῦ ἀπολελόγημαι ὑμῖν, ἀληθῆ καὶ δίκαια καὶ ἐπαίνου μᾶλλον, ὡς ἐμαυτὸν πείθω, ἢ μίσους ἄξια.
因此,以上是我为自己向你们所作的辩护,它们真实而公正,且正如我所深信的,更值得称赞而非憎恨。
ὑπὲρ δὲ τοῦ ἀναθήματος καιρὸς ὑμᾶς ἀκοῦσαι ὅθεν καὶ ὅπως τὸν ταῦρον τοῦτον ἐκτησάμην, οὐκ ἐκδοὺς αὐτὸς τῷ ἀνδριαντοποιῷ — μὴ γὰρ οὕτω μανείην, ὡς τοιούτων ἐπιθυμῆσαι κτημάτων — ἀλλὰ Περίλαος ἦν τις ἡμεδαπός, χαλκεὺς μὲν ἀγαθός, πονηρὸς δὲ ἄνθρωπος.
但关于这件奉献物,现在是你们听听我从何处以及如何获得这头公牛的时候了。 这并非我亲自向雕刻师订制的——但愿我不至于如此疯狂,以至于渴望得到这样的财产——而是我们当地有一个叫培里拉乌斯的人,他是个优秀的铜匠,却是个邪恶的家伙。
οὗτος πάμπολυ τῆς ἐμῆς γνώμης διημαρτηκὼς ᾤετο χαριεῖσθαί μοι, εἰ καινήν τινα κόλασιν ἐπινοήσειεν, ὡς ἐξ ἅπαντος κολάζειν ἐπιθυμοῦντι.
此人完全误解了我的心意,以为如果他能设计出某种新颖的刑罚,就能讨得我的欢心,因为他以为我无论如何都渴望惩罚人。
καὶ δὴ κατασκευάσας τὸν βοῦν ἧκέ μοι κομίζων κάλλιστον ἰδεῖν καὶ πρὸς τὸ ἀκριβέστατον εἰκασμένον· κινήσεως γὰρ αὐτῷ καὶ μυκηθμοῦ ἔδει μόνον πρὸς τὸ καὶ ἔμψυχον εἶναι δοκεῖν.
于是,他制成了这头公牛并带到我这里,外观极其美丽,制作得极其精准;它只需动作和鸣叫,就简直像是活的一样。
ἰδὼν δὲ ἀνέκραγον εὐθύς, ἄξιον τὸ κτῆμα τοῦ Πυθίου, πεμπτέος ὁ ταῦρος τῷ θεῷ.
我一见到它,立刻惊呼道:“这件财产配得上皮托神,这头公牛应当送给神明。
ὁ δὲ Περίλαος παρεστώς, Τί δʼ εἰ μάθοις, ἔφη, τὴν σοφίαν τὴν ἐν αὐτῷ καὶ τὴν χρείαν ἣν παρέχεται;
”但站在一旁的培里拉乌斯说:“如果能让您了解其中的巧妙以及它所提供的用途,那该有多好?
καὶ ἀνοίξας ἅμα τὸν ταῦρον κατὰ τὰ νῶτα, Ἤν τινα, ἔφη, κολάζειν ἐθέλῃς, ἐμβιβάσας εἰς τὸ μηχάνημα τοῦτο καὶ κατακλείσας προστιθέναι μὲν τοὺς αὐλοὺς τούσδε πρὸς τοὺς μυξωτῆρας τοῦ βοός, πῦρ δὲ ὑποκαίειν κελεύειν, καὶ ὁ μὲν οἰμώξεται καὶ βοήσεται ἀλήκτοις ταῖς ὀδύναις ἐχόμενος, ἡ βοὴ δὲ διὰ τῶν αὐλῶν μέλη σοι ἀποτελέσει οἷα λιγυρώτατα καὶ ἐπαυλήσει θρηνῶδες καὶ μυκήσεται γοερώτατον, ὡς τὸν μὲν κολάζεσθαι, σὲ δὲ τέρπεσθαι μεταξὺ καταυλούμενον.
”他同时打开公牛背部,说道:“如果您想惩罚某人,只需将他送入这个装置并锁上,然后命令将这些笛子装在公牛的鼻孔上,并在下方生火。 那人便会在无法忍受的痛苦折磨下呻吟呼喊,而呼喊声通过笛子,会为您演奏出极其清脆的旋律,吹奏出哀怨的曲调,发出最悲痛的鸣叫,结果是,那人在受罚,而您却能在笛声的伴奏中自得其乐。
§1.12ἐγὼ δὲ ὡς τοῦτο ἤκουσα, ἐμυσάχθην τὴν κακομηχανίαν τοῦ ἀνδρὸς καὶ τὴν ἐπίνοιαν ἐμίσησα τοῦ κατασκευάσματος καὶ οἰκείαν αὐτῷ τιμωρίαν ἐπέθηκα·
” 但我一听到这话,便对那人的恶毒设计感到厌恶,憎恨这件器物的构想,并对他施加了相称的惩罚。
καί, Ἄγε δή, ἔφην, ὦ Περίλαε, εἰ μὴ κενὴ ἄλλως ὑπόσχεσις ταῦτά ἐστι, δεῖξον ἡμῖν αὐτὸς εἰσελθὼν τὴν ἀλήθειαν τῆς τέχνης καὶ μίμησαι τοὺς βοῶντας, ἵνʼ εἰδῶμεν εἰ καὶ ἃ φὴς μέλη διὰ τῶν αὐλῶν φθέγγεται.
我说:“来吧,培里拉乌斯,如果这不只是空洞的诺言,你自己进去,向我们展示你手艺的真实效果,并模仿那些呼喊的人,好让我们知道它是否真的能通过笛子发出如你所说的旋律。
πείθεται μὲν ταῦτα ὁ Περίλαος, ἐγὼ δέ, ἐπεὶ ἔνδον ἦν, κατακλείσας αὐτὸν πῦρ ὑφάπτειν ἐκέλευον, Ἀπολάμβανε, εἰπών, τὸν ἄξιον μισθὸν τῆς θαυμαστῆς σου τέχνης, ἵνʼ ὁ διδάσκαλος τῆς μουσικῆς πρῶτος αὐτὸς αὐλῇς.
”培里拉乌斯顺从了。 当他在里面时,我将他锁上,命令生火,并说:“接受你那奇妙手艺应得的报酬吧,好让你这位音乐老师自己首先在笛声中被伴奏。
καὶ ὁ μὲν δίκαια ἔπασχεν ἀπολαύων τῆς αὑτοῦ εὐμηχανίας·
”他得到了应有的惩罚,享受了他自己的发明。
ἐγὼ δὲ ἔτι ἔμπνουν καὶ ζῶντα τὸν ἄνδρα ἐξαιρεθῆναι κελεύσας, ὡς μὴ μιάνειε τὸ ἔργον ἐναποθανών, ἐκεῖνον μὲν ἄταφον κατὰ κρημνῶν ῥίπτειν ἐκέλευσα, καθήρας δὲ τὸν βοῦν ἀνέπεμψα ὑμῖν ἀνατεθησόμενον τῷ θεῷ.
但我命令在他还有气息、活着的时候将他抬出来,以免他死在里面玷污了这件作品。 我命令将他扔下悬崖,不予埋葬,并在净化公牛后,将它送给你们奉献给神明。
καὶ ἐπιγράψαι γε ἐπʼ αὐτῷ ἐκέλευσα τὴν πᾶσαν διήγησιν, τοῦ ἀνατιθέντος ἐμοῦ τοὔνομα, τὸν τεχνίτην τὸν Περίλαον, τὴν ἐπίνοιαν τὴν ἐκείνου, τὴν δικαιοσύνην τὴν ἐμήν, τὴν πρέπουσαν τιμωρίαν, τὰ τοῦ σοφοῦ χαλκέως μέλη, τὴν πρώτην πεῖραν τῆς μουσικῆς.
我还命令在上面刻下全部经过:我作为奉献者的名字、工匠培里拉乌斯、他的构想、我的公正、相称的惩罚、那位聪明铜匠的旋律,以及这音乐的首次尝试。
§1.13ὑμεῖς δέ, ὦ Δελφοί, δίκαια ποιήσετε θύσαντες μὲν ὑπὲρ ἐμοῦ μετὰ τῶν πρέσβεων, ἀναθέντες δὲ τὸν ταῦρον ἐν καλῷ τοῦ ἱεροῦ, ὡς πάντες εἰδεῖεν οἷος ἐγὼ πρὸς τοὺς πονηρούς εἰμι καὶ ὅπως ἀμύνομαι τὰς περιττὰς ἐς κακίαν ἐπιθυμίας αὐτῶν.
德尔斐的居民们,如果你们与使节们一起为我献祭,并将公牛奉献在神庙显眼的地方,你们就做了一件正确的事,好让所有人都能看到我对邪恶之人是如何对待的,以及我是如何击退他们过分的恶念的。
ἱκανὸν γοῦν καὶ τοῦτο μόνον δηλῶσαί μου τὸν τρόπον, Περίλαος κολασθεὶς καὶ ὁ ταῦρος ἀνατεθεὶς καὶ μηκέτι φυλαχθεὶς πρὸς ἄλλων κολαζομένων αὐλήματα μηδὲ μελῳδήσας ἄλλο ἔτι πλὴν μόνα τὰ τοῦ τεχνίτου μυκήματα, καὶ ὅτι ἐν μόνῳ αὐτῷ καὶ πεῖραν ἔλαβον τῆς τέχνης καὶ κατέπαυσα τὴν ἄμουσον ἐκείνην καὶ ἀπάνθρωπον ᾠδήν.
总之,单是这件事就足以表明我的品性:培里拉乌斯受到惩罚,公牛被奉献,且不再为其他受罚者的笛声而保留,也未曾发出除那工匠的哀号之外的任何声音,并且仅在他一人的身上,我尝试了这门技术,并终结了那不悦耳且不人道的歌声。
καὶ τὰ μὲν παρόντα ταῦτα παρʼ ἐμοῦ τῷ θεῷ· ἀναθήσω δὲ καὶ ἄλλα πολλάκις, ἐπειδάν μοι παράσχῃ μηκέτι δεῖσθαι κολάσεων.
这些是目前我献给神明的礼物;一旦神明让我不再需要惩罚,我还会经常奉献许多其他的礼物。
§1.14ταῦτα μέν, ὦ Δελφοί, τὰ παρὰ τοῦ Φαλάριδος, ἀληθῆ πάντα καὶ οἷα ἐπράχθη ἕκαστα, καὶ δίκαιοι ἂν εἴημεν πιστεύεσθαι ὑφʼ ὑμῶν μαρτυροῦντες, ὡς ἂν καὶ εἰδότες καὶ μηδεμίαν τοῦ ψεύδεσθαι νῦν αἰτίαν ἔχοντες.
德尔斐的居民们,这些就是法拉里斯的话,全属真实,且每一件事都是如实发生的。 我们作为见证人,既知晓实情,又毫无撒谎的理由,理应受到你们的信任。
εἰ δὲ δεῖ καὶ δεηθῆναι ὑπὲρ ἀνδρὸς μάτην πονηροῦ δοκοῦντος καὶ ἄκοντος κολάζειν ἠναγκασμένου, ἱκετεύομεν ὑμᾶς ἡμεῖς οἱ Ἀκραγαντῖνοι Ἕλληνές τε ὄντες καὶ τὸ ἀρχαῖον Δωριεῖς, προσέσθαι τὸν ἄνδρα φίλον εἶναι ἐθέλοντα καὶ πολλὰ καὶ δημοσίᾳ καὶ ἰδίᾳ ἕκαστον ὑμῶν εὖ ποιῆσαι ὡρμημένον.
如果也有必要为一位被无端视为邪恶、被迫违心施罚的男子进行恳求,我们这些阿克拉加斯人——既是希腊人,又是古老的多利安人——恳求你们接纳这位渴望成为朋友、并立志在公私两方面都为你们每个人做好事的男子。
λάβετε οὖν αὐτοὶ τὸν ταῦρον καὶ ἀνάθετε καὶ εὔξασθε ὑπέρ τε τῆς Ἀκράγαντος καὶ ὑπὲρ αὐτοῦ Φαλάριδος, καὶ μήτε ἡμᾶς ἀπράκτους ἀποπέμψητε μήτε ἐκεῖνον ὑβρίσητε μήτε τὸν θεὸν ἀποστερήσητε καλλίστου τε ἅμα καὶ δικαιοτάτου ἀναθήματος.
因此,请你们亲自接受这头公牛并予以奉献,为阿克拉加斯和法拉里斯本人祈祷,既不要让我们空手而归,也不要侮辱他,更不要剥夺神明这件既美丽又最公正的奉献物。

词汇与语法注释

  1. 1.11καιρὸς ὑμᾶς ἀκοῦσαι — 此处省略了系动词 ἐστί,句型为 καιρός [ἐστι](是……的时候),后接带主语对格 ὑμᾶς 的不定式 ἀκοῦσαι。
  2. 1.11μεταξὺ καταυλούμενον — 时间副词 μεταξύ 与现在分词 καταυλούμενον(被动:在笛声伴奏中)连用,表示“在……的过程中/正当……时”,分词在语法上与对格的 σέ 一致。
  3. 1.14δίκαιοι ἂν εἴημεν πιστεύεσθαι — 形容词 δίκαιος 的人称句构(δίκαιός εἰμι + 不定式),表示“我们理应受到信任”。其意义等同于非人称句构 δίκαιόν ἐστιν ἡμᾶς πιστεύεσθαι。

引用这一段

琉善, 法拉里斯 §1.11-1.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg001.humanitext-grc2:1.11-1.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。