§1.11ταῦτα μὲν οὖν ὑπὲρ ἐμαυτοῦ ἀπολελόγημαι ὑμῖν, ἀληθῆ καὶ δίκαια καὶ ἐπαίνου μᾶλλον, ὡς ἐμαυτὸν πείθω, ἢ μίσους ἄξια.
Therefore, I have made this defense to you on my own behalf, which is true and just and, as I convince myself, worthy of praise rather than hatred.
ὑπὲρ δὲ τοῦ ἀναθήματος καιρὸς ὑμᾶς ἀκοῦσαι ὅθεν καὶ ὅπως τὸν ταῦρον τοῦτον ἐκτησάμην, οὐκ ἐκδοὺς αὐτὸς τῷ ἀνδριαντοποιῷ — μὴ γὰρ οὕτω μανείην, ὡς τοιούτων ἐπιθυμῆσαι κτημάτων — ἀλλὰ Περίλαος ἦν τις ἡμεδαπός, χαλκεὺς μὲν ἀγαθός, πονηρὸς δὲ ἄνθρωπος.
But regarding the dedication, it is time for you to hear from where and how I acquired this bull, not having commissioned it myself from the sculptor—for may I not be so mad as to desire such possessions—but there was a certain Perilaus, a countryman of ours, a good blacksmith but a wicked man.
οὗτος πάμπολυ τῆς ἐμῆς γνώμης διημαρτηκὼς ᾤετο χαριεῖσθαί μοι, εἰ καινήν τινα κόλασιν ἐπινοήσειεν, ὡς ἐξ ἅπαντος κολάζειν ἐπιθυμοῦντι.
This man, having greatly missed my intention, thought he would gratify me if he should devise some novel punishment, on the ground that I desired to punish by all means.
καὶ δὴ κατασκευάσας τὸν βοῦν ἧκέ μοι κομίζων κάλλιστον ἰδεῖν καὶ πρὸς τὸ ἀκριβέστατον εἰκασμένον· κινήσεως γὰρ αὐτῷ καὶ μυκηθμοῦ ἔδει μόνον πρὸς τὸ καὶ ἔμψυχον εἶναι δοκεῖν.
And indeed, having constructed the bull, he came to me bringing it, most beautiful to look at and fashioned to the greatest accuracy; for it lacked only movement and bellowing to seem even alive.
ἰδὼν δὲ ἀνέκραγον εὐθύς, ἄξιον τὸ κτῆμα τοῦ Πυθίου, πεμπτέος ὁ ταῦρος τῷ θεῷ. ὁ δὲ Περίλαος παρεστώς, Τί δʼ εἰ μάθοις, ἔφη, τὴν σοφίαν τὴν ἐν αὐτῷ καὶ τὴν χρείαν ἣν παρέχεται; καὶ ἀνοίξας ἅμα τὸν ταῦρον κατὰ τὰ νῶτα, Ἤν τινα, ἔφη, κολάζειν ἐθέλῃς, ἐμβιβάσας εἰς τὸ μηχάνημα τοῦτο καὶ κατακλείσας προστιθέναι μὲν τοὺς αὐλοὺς τούσδε πρὸς τοὺς μυξωτῆρας τοῦ βοός, πῦρ δὲ ὑποκαίειν κελεύειν, καὶ ὁ μὲν οἰμώξεται καὶ βοήσεται ἀλήκτοις ταῖς ὀδύναις ἐχόμενος, ἡ βοὴ δὲ διὰ τῶν αὐλῶν μέλη σοι ἀποτελέσει οἷα λιγυρώτατα καὶ ἐπαυλήσει θρηνῶδες καὶ μυκήσεται γοερώτατον, ὡς τὸν μὲν κολάζεσθαι, σὲ δὲ τέρπεσθαι μεταξὺ καταυλούμενον. §1.12ἐγὼ δὲ ὡς τοῦτο ἤκουσα, ἐμυσάχθην τὴν κακομηχανίαν τοῦ ἀνδρὸς καὶ τὴν ἐπίνοιαν ἐμίσησα τοῦ κατασκευάσματος καὶ οἰκείαν αὐτῷ τιμωρίαν ἐπέθηκα·
And seeing it, I cried out at once, "The possession is worthy of the Pythian; the bull must be sent to the god." But Perilaus, standing by, said, "What if you should learn the skill in it and the utility it provides?" And opening the bull along the back at the same time, he said, "If you wish to punish someone, having put him into this machine and shut him in, command these flutes to be fitted to the nostrils of the bull and fire to be kindled beneath, and he will wail and cry out, held by unceasing pains, but the cry through the flutes will produce for you melodies of the clearest kind and will blow a mournful tune and bellow most plaintively, with the result that while he is being punished, you are delighted while being played to on the flute." But when I heard this, I loathed the man's evil contrivance and hated the design of the construction, and laid upon him a fitting punishment.
καί, Ἄγε δή, ἔφην, ὦ Περίλαε, εἰ μὴ κενὴ ἄλλως ὑπόσχεσις ταῦτά ἐστι, δεῖξον ἡμῖν αὐτὸς εἰσελθὼν τὴν ἀλήθειαν τῆς τέχνης καὶ μίμησαι τοὺς βοῶντας, ἵνʼ εἰδῶμεν εἰ καὶ ἃ φὴς μέλη διὰ τῶν αὐλῶν φθέγγεται. πείθεται μὲν ταῦτα ὁ Περίλαος, ἐγὼ δέ, ἐπεὶ ἔνδον ἦν, κατακλείσας αὐτὸν πῦρ ὑφάπτειν ἐκέλευον, Ἀπολάμβανε, εἰπών, τὸν ἄξιον μισθὸν τῆς θαυμαστῆς σου τέχνης, ἵνʼ ὁ διδάσκαλος τῆς μουσικῆς πρῶτος αὐτὸς αὐλῇς. καὶ ὁ μὲν δίκαια ἔπασχεν ἀπολαύων τῆς αὑτοῦ εὐμηχανίας· ἐγὼ δὲ ἔτι ἔμπνουν καὶ ζῶντα τὸν ἄνδρα ἐξαιρεθῆναι κελεύσας, ὡς μὴ μιάνειε τὸ ἔργον ἐναποθανών, ἐκεῖνον μὲν ἄταφον κατὰ κρημνῶν ῥίπτειν ἐκέλευσα, καθήρας δὲ τὸν βοῦν ἀνέπεμψα ὑμῖν ἀνατεθησόμενον τῷ θεῷ.
"Come now," I said, "O Perilaus, if this is not otherwise an empty promise, show us yourself by entering the truth of your art, and imitate those who cry out, so that we may know if indeed it utters such melodies through the flutes as you say." Perilaus complied with this, and I, when he was inside, having shut him in, commanded fire to be kindled, saying, "Receive the worthy reward of your wonderful art, so that you, the teacher of music, may yourself be the first to be played upon." And he suffered justly, enjoying his own ingenuity; but I, having commanded the man to be taken out while still breathing and alive, lest he should defile the work by dying in it, ordered him to be cast unburied down the cliffs, and having purified the bull, I sent it to you to be dedicated to the god.
καὶ ἐπιγράψαι γε ἐπʼ αὐτῷ ἐκέλευσα τὴν πᾶσαν διήγησιν, τοῦ ἀνατιθέντος ἐμοῦ τοὔνομα, τὸν τεχνίτην τὸν Περίλαον, τὴν ἐπίνοιαν τὴν ἐκείνου, τὴν δικαιοσύνην τὴν ἐμήν, τὴν πρέπουσαν τιμωρίαν, τὰ τοῦ σοφοῦ χαλκέως μέλη, τὴν πρώτην πεῖραν τῆς μουσικῆς.
And I commanded to engrave upon it the whole story: my name as the dedicator, the artisan Perilaus, his design, my justice, the fitting punishment, the melodies of the wise blacksmith, the first trial of the music.
§1.13ὑμεῖς δέ, ὦ Δελφοί, δίκαια ποιήσετε θύσαντες μὲν ὑπὲρ ἐμοῦ μετὰ τῶν πρέσβεων, ἀναθέντες δὲ τὸν ταῦρον ἐν καλῷ τοῦ ἱεροῦ, ὡς πάντες εἰδεῖεν οἷος ἐγὼ πρὸς τοὺς πονηρούς εἰμι καὶ ὅπως ἀμύνομαι τὰς περιττὰς ἐς κακίαν ἐπιθυμίας αὐτῶν.
And you, O Delphians, will do what is right by sacrificing on my behalf with the envoys, and dedicating the bull in a fine place of the temple, so that all may see what kind of person I am toward the wicked and how I ward off their excessive desires for vice.
ἱκανὸν γοῦν καὶ τοῦτο μόνον δηλῶσαί μου τὸν τρόπον, Περίλαος κολασθεὶς καὶ ὁ ταῦρος ἀνατεθεὶς καὶ μηκέτι φυλαχθεὶς πρὸς ἄλλων κολαζομένων αὐλήματα μηδὲ μελῳδήσας ἄλλο ἔτι πλὴν μόνα τὰ τοῦ τεχνίτου μυκήματα, καὶ ὅτι ἐν μόνῳ αὐτῷ καὶ πεῖραν ἔλαβον τῆς τέχνης καὶ κατέπαυσα τὴν ἄμουσον ἐκείνην καὶ ἀπάνθρωπον ᾠδήν.
At all events, even this alone is sufficient to show my character, Perilaus having been punished and the bull dedicated, and no longer kept for the fluting of others being punished, nor having sung anything else yet except only the bellows of the artisan, and because in him alone I both took trial of the art and put an end to that unmusical and inhuman song.
καὶ τὰ μὲν παρόντα ταῦτα παρʼ ἐμοῦ τῷ θεῷ· ἀναθήσω δὲ καὶ ἄλλα πολλάκις, ἐπειδάν μοι παράσχῃ μηκέτι δεῖσθαι κολάσεων.
And these present things are from me to the god; and I will dedicate many others often, whenever he grants me to no longer have need of punishments.
§1.14ταῦτα μέν, ὦ Δελφοί, τὰ παρὰ τοῦ Φαλάριδος, ἀληθῆ πάντα καὶ οἷα ἐπράχθη ἕκαστα, καὶ δίκαιοι ἂν εἴημεν πιστεύεσθαι ὑφʼ ὑμῶν μαρτυροῦντες, ὡς ἂν καὶ εἰδότες καὶ μηδεμίαν τοῦ ψεύδεσθαι νῦν αἰτίαν ἔχοντες.
These, O Delphians, are the words from Phalaris, all true and just as each was done, and we would be just to be believed by you as we bear witness, as both knowing and having no reason to lie now.
εἰ δὲ δεῖ καὶ δεηθῆναι ὑπὲρ ἀνδρὸς μάτην πονηροῦ δοκοῦντος καὶ ἄκοντος κολάζειν ἠναγκασμένου, ἱκετεύομεν ὑμᾶς ἡμεῖς οἱ Ἀκραγαντῖνοι Ἕλληνές τε ὄντες καὶ τὸ ἀρχαῖον Δωριεῖς, προσέσθαι τὸν ἄνδρα φίλον εἶναι ἐθέλοντα καὶ πολλὰ καὶ δημοσίᾳ καὶ ἰδίᾳ ἕκαστον ὑμῶν εὖ ποιῆσαι ὡρμημένον.
But if it is necessary also to entreat on behalf of a man who is in vain thought to be wicked and has been forced to punish against his will, we, the Acragantines, being both Greeks and ancient Dorians, supplicate you to accept the man who wishes to be a friend and is eager to do many good things both publicly and privately to each of you.
λάβετε οὖν αὐτοὶ τὸν ταῦρον καὶ ἀνάθετε καὶ εὔξασθε ὑπέρ τε τῆς Ἀκράγαντος καὶ ὑπὲρ αὐτοῦ Φαλάριδος, καὶ μήτε ἡμᾶς ἀπράκτους ἀποπέμψητε μήτε ἐκεῖνον ὑβρίσητε μήτε τὸν θεὸν ἀποστερήσητε καλλίστου τε ἅμα καὶ δικαιοτάτου ἀναθήματος.
Take therefore the bull yourselves and dedicate it and pray both for Acragas and for Phalaris himself, and neither send us away empty-handed nor insult him nor deprive the god of a most beautiful and at the same time most just dedication.