Humanitext Reader

琉善 · 法拉里斯 §1.7-1.10

针对僭主的偏见与惩罚的不可避免

第 3 段,共 6 段 · 希腊语

内容简介

法拉里结合许德拉的神话,论证在民众的偏见与统治本性下惩罚是不可避免的,并通过毕达哥拉斯的赞誉和自己善待外邦人的事实,表明自己的残酷实为迫不得已的自卫。

§1.7τὸ δʼ ὅλον οἱ δῆμοι οὐκ ἐξετάζοντες ὁποῖός τις ὁ τοῖς πράγμασιν ἐφεστώς ἐστιν, εἴτε δίκαιος εἴτε ἄδικος, αὐτὸ ἁπλῶς τὸ τῆς τυραννίδος ὄνομα μισοῦσι καὶ τὸν τύραννον, κἂν Αἰακὸς ἢ Μίνως ἢ Ῥαδάμανθυς ᾖ, ὁμοίως ἐξ ἅπαντος ἀνελεῖν σπεύδουσιν, τοὺς μὲν πονηροὺς αὐτῶν πρὸ ὀφθαλμῶν τιθέμενοι, τοὺς δὲ χρηστοὺς τῇ κοινωνίᾳ τῆς προσηγορίας τῷ ὁμοίῳ μίσει συμπεριλαμβάνοντες.
然而总的来说,民众并不去审视主持政务的人究竟如何,是公正还是不公正,他们仅仅是单纯地痛恨僭主政治这个名字以及僭主本人,哪怕他是埃阿科斯、米诺斯或拉达曼迪斯,他们也同样急于彻底消灭他。 他们将他们之中的邪恶者置于眼前,却因为共享这同一称呼,而将善良者也一并纳入同样的憎恨之中。
ἐγὼ γοῦν ἀκούω καὶ παρʼ ὑμῖν τοῖς Ἕλλησι πολλοὺς γενέσθαι τυράννους σοφοὺς ὑπὸ φαύλῳ ὀνόματι δοκοῦντι χρηστὸν καὶ ἥμερον ἦθος ἐπιδεδειγμένους, ὧν ἐνίων καὶ λόγους εἶναι βραχεῖς ἐν τῷ ἱερῷ ὑμῶν ἀποκειμένους, ἀγάλματα καὶ ἀναθήματα τῷ Πυθίῳ.
无论如何,我听说在你们希腊人之中,也曾有许多贤明的僭主在恶名之下展现了善良而温和的品格,其中有些人的简短格言甚至被存放在你们的神庙里,作为献给皮托神的雕像和奉献物。
§1.8ὁρᾶτε δὲ καὶ τοὺς νομοθέτας τῷ κολαστικῷ εἴδει τὸ πλέον νέμοντας, ὡς τῶν γε ἄλλων οὐδὲν ὄφελος, εἰ μὴ ὁ φόβος προσείη καὶ ἐλπὶς τῆς κολάσεως.
你们也看到,立法者同样将绝大部分力量赋予了惩罚手段,因为如果没有恐惧和对惩罚的预期伴随,其他手段就毫无用处。
ἡμῖν δὲ τοῦτο πολλῷ ἀναγκαιότερον τοῖς τυράννοις, ὅσῳ πρὸς ἀνάγκην ἐξηγούμεθα καὶ μισοῦσί τε ἅμα καὶ ἐπιβουλεύουσιν ἀνθρώποις σύνεσμεν, ὅπου μηδὲ τῶν μορμολυκείων ὄφελός τι ἡμῖν γίγνεται, ἀλλὰ τῷ περὶ τῆς Ὕδρας μύθῳ τὸ πρᾶγμα ἔοικεν· ὅσῳ γὰρ ἂν ἐκκόπτωμεν, τοσῷδε πλείους ἡμῖν ἀναφύονται τοῦ κολάζειν ἀφορμαί.
而对于我们僭主来说,这要重要得多,因为我们是靠强制力量进行统治,并且与那些既憎恨我们又图谋害我们的人生活在一起。 在那里,甚至连吓唬小孩的鬼怪也对我们毫无用处,而情况倒像是关于许德拉的神话:因为我们切除得越多,长出来供我们惩罚的由头也就越多。
φέρειν δὲ ἀνάγκη καὶ τὸ ἀναφυόμενον ἐκκόπτειν ἀεὶ καὶ ἐπικαίειν νὴ Δία κατὰ τὸν Ἰόλεων, εἰ μέλλομεν ἐπικρατήσειν·
但如果有意取得胜利,就必须忍耐并不断切除长出来的部分,甚至像伊欧拉乌斯那样用火烧灼,指宙斯起誓!
τὸν γὰρ ἅπαξ εἰς τὰ τοιαῦτα ἐμπεσεῖν ἠναγκασμένον ὅμοιον χρὴ τῇ ὑποθέσει καὶ αὐτὸν εἶναι, ἢ φειδόμενον τῶν πλησίον ἀπολωλέναι.
因为一旦被迫陷入此种境地的人,他自己也必须与他的前提相符,否则就会因宽容邻人而灭亡。
ὅλως δέ, τίνα οἴεσθε οὕτως ἄγριον ἢ ἀνήμερον ἄνθρωπον εἶναι ὡς ἥδεσθαι μαστιγοῦντα καὶ οἰμωγῶν ἀκούοντα καὶ σφαττομένους ὁρῶντα, εἰ μὴ ἔχοι τινὰ μεγάλην τοῦ κολάζειν αἰτίαν;
总之,你们认为有谁会是如此野蛮和残酷的人,以至于在没有重大惩罚理由的情况下,竟能以鞭笞他人、聆听呻吟和目睹屠杀为乐?
ποσάκις γοῦν ἐδάκρυσα μαστιγουμένων ἄλλων, ποσάκις δὲ θρηνεῖν καὶ ὀδύρεσθαι τὴν ἐμαυτοῦ τύχην ἀναγκάζομαι μείζω κόλασιν αὐτὸς καὶ χρονιωτέραν ὑπομένων;
实际上,当他人被鞭笞时,我曾多少次落泪;而我自己承受着更大、更持久的惩罚,被迫哀叹和忧伤于自己的命运,这又有多少次?
ἀνδρὶ γὰρ φύσει μὲν ἀγαθῷ, διὰ δὲ ἀνάγκην πικρῷ, πολὺ τοῦ κολάζεσθαι τὸ κολάζειν χαλεπώτερον.
因为对于一个本性善良、却因迫不得已而变得残酷的男人来说,惩罚他人比自己遭受惩罚要痛苦得多。
§1.9εἰ δὲ δεῖ μετὰ παρρησίας εἰπεῖν, ἐγὼ μέν, εἰ αἵρεσίς μοι προτεθείη, πότερα βούλομαι κολάζειν τινὰς ἀδίκως ἢ αὐτὸς ἀποθανεῖν, εὖ ἴστε ὡς οὐδὲν μελλήσας ἑλοίμην ἂν τεθνάναι μᾶλλον ἢ μηδὲν ἀδικοῦντας κολάζειν.
如果必须坦率直言,倘若让我选择,我是愿意不公正地惩罚某些人,还是自己死去,你们且确信,我绝不会有任何犹豫,宁可选择死亡,也不愿惩罚无辜之人。
εἰ δέ τις φαίη, Βούλει, ὦ Φάλαρι, τεθνάναι αὐτὸς ἀδίκως ἢ δικαίως κολάζειν τοὺς ἐπιβούλους;
但如果有人问:“法拉里斯,你愿意自己不公正地死去,还是公正地惩罚那些阴谋者?
τοῦτο βουλοίμην ἄν·
”那我自然选择后者。
αὖθις γὰρ ὑμᾶς, ὦ Δελφοί, συμβούλους καλῶ, πότερον ἄμεινον εἶναι ἀδίκως ἀποθανεῖν ἢ ἀδίκως σώζειν τὸν ἐπιβεβουλευκότα;
德尔斐的居民们,我再次请求你们作为建言者:是不公正地死去好,还是不公正地拯救图谋害己的人更好?
οὐδεὶς οὕτως, οἶμαι, ἀνόητός ἐστιν ὃς οὐκ ἂν προτιμήσειε ζῆν μᾶλλον ἢ σώζων τοὺς ἐχθροὺς ἀπολωλέναι.
我认为没有傻到这种地步的人,会不优先选择生存,反而因拯救敌人而使自己灭亡。
καίτοι πόσους ἐγὼ καὶ τῶν ἐπιχειρησάντων μοι καὶ φανερῶς ἐληλεγμένων ὅμως ἔσωσα;
然而,在那些袭击我且被明确证实行径的人中,我终究拯救了多少人?
οἷον Ἄκανθον τουτονὶ καὶ Τιμοκράτη καὶ Λεωγόραν τὸν ἀδελφὸν αὐτοῦ, παλαιᾶς συνηθείας τῆς πρὸς αὐτοὺς μνημονεύσας.
比如这里的阿坎托斯、提摩克拉特斯以及他的兄弟莱欧戈拉斯,这是因为我记着与他们昔日的交情。
§1.10ὅταν δὲ βουληθῆτε τοὐμὸν εἰδέναι, τοὺς εἰσφοιτῶντας εἰς Ἀκράγαντα ξένους ἐρωτήσατε ὁποῖος ἐγὼ περὶ αὐτούς εἰμι καὶ εἰ φιλανθρώπως προσφέρομαι τοῖς καταίρουσιν, ὅς γε καὶ σκοποὺς ἐπὶ τῶν λιμένων ἔχω καὶ πευθῆνας, τίνες ὅθεν καταπεπλεύκασιν, ὡς κατʼ ἀξίαν τιμῶν ἀποπέμποιμι αὐτούς.
当你们想要了解我的为人时,请询问那些来到阿克拉加斯的异乡人,我对他们的态度如何,以及我是否仁慈地对待那些靠岸的人。 因为我甚至在港口设立了哨兵和探子,查明来者何人、来自何方,以便我能按其身份给予尊荣并送行。
ἔνιοι δὲ καὶ ἐξεπίτηδες φοιτῶσι παρʼ ἐμέ, οἱ σοφώτατοι τῶν Ἑλλήνων, καὶ οὐ φεύγουσι τὴν συνουσίαν τὴν ἐμήν, ὥσπερ ἀμέλει καὶ πρῴην ὁ σοφὸς Πυθαγόρας ἧκεν ὡς ἡμᾶς, ἄλλα μὲν ὑπὲρ ἐμοῦ ἀκηκοώς· ἐπεὶ δὲ ἐπειράθη, ἀπῆλθεν ἐπαινῶν με τῆς δικαιοσύνης καὶ ἐλεῶν τῆς ἀναγκαίας ὠμότητος.
有些人甚至专程来拜访我,他们是希腊人中最有智慧的学者,并且不回避与我交往,正如不久前贤者毕达哥拉斯来到我们这里,他虽然听到了关于我的其他传闻,但亲自求证后,他离去时赞美我的公正,并同情我那迫不得已的残酷。
εἶτα οἴεσθε τὸν πρὸς τοὺς ὀθνείους φιλάνθρωπον οὕτως ἂν πικρῶς τοῖς οἰκείοις προσφέρεσθαι, εἰ μή τι διαφερόντως ἠδίκητο;
那么,你们难道认为一个对异国人如此仁慈的人,若非受到了极其反常的伤害,会对自己城邦的人如此残酷地对待吗?

词汇与语法注释

  1. 1.7ὧν ἐνίων καὶ λόγους εἶναι βραχεῖς — 关系代词 `ὧν`(先行词为 `τυράννους`)与数量词 `ἐνίων` 结合,构成 `ὧν ἐνίων`,意为“他们中某些人的(简短言论)”。整句是在动词 `ἀκούω`(我听说)支配下的带对格的不定式结构,其中 `λόγους` 为对格主语,`εἶναι` 为不定式。
  2. 1.8ὅσῳ γὰρ ἂν ἐκκόπτωμεν, τοσῷδε — 此处为表示相对比例比较的句式 `ὅσῳ... τοσῷδε`(越……就越……)。从句 `ὅσῳ γὰρ 按 ἐκκόπτωμεν` 采用 `ἄν` 配合现在时虚拟式 `ἐκκόπτωμεν`,表示一般性、重复性的条件(“每当我们切除时”)。
  3. 1.8τὸν γὰρ ἅπαξ εἰς τὰ τοιαῦτα ἐμπεσεῖν ἠναγκασμένον — 这是受无人称动词 `χρή` 支配的带对格的不定式结构。带冠词的分词 `τὸν ... ἠναγκασμένον`(一旦被迫陷入此种境地的人)作不定式 `εἶναι` 的对格主语,而 `ὅμοιον` 是与其一致的宾语补足语(对格)。`τῇ ὑποθέσει` 为受形容词 `ὅμοιον` 支配的与格,意为“与其所处的前提/立场相符”。
  4. 1.9εἰ αἵρεσίς μοι προτεθείη ... ἑλοίμην ἂν — 这是一个使用祈愿式(optative)的潜在条件句(条件从句为 `εἰ` 结合祈愿式 `προτεθείη`,主句为 `ἄν` 结合祈愿式 `ἑλοίμην`),表示现在或未来可能发生但并不确定的假设(“如果有人向我提出选择……我会选择”)。其中嵌套的间接疑问从句 `πότερα βούλομαι...` 保持了直说现在时,增强了假设场景的真实感与紧迫感。
  5. 1.10τὸν πρὸς τοὺς ὀθνείους φιλάνθρωπον οὕτως ἂν — 原文中的 `προσφέρομαι`(现在时直说式第一人称单数)在语法上应被理解为不定式 `προσφέρεσθαι` 的抄写错误或异读,它属于动词 `οἴεσθε` 支配的带对格的不定式结构(以 `τὸν ... φιλάνθρωπον` 为对格主语)。主句中的 `ἄν` 修饰该不定式(或动词),表示某种潜在或违背事实的假设(“会如此严厉地对待……吗”)。

引用这一段

琉善, 法拉里斯 §1.7-1.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg001.humanitext-grc2:1.7-1.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。