Humanitext Reader

琉善 · 法拉里斯 §2.1-2.7

德尔斐人主张接受公牛奉献

第 5 段,共 6 段 · 希腊语

内容简介

说话者作为一名与法拉里斯无私交的德尔斐人,劝告公民接受奉献的公牛,并警告说拒绝它将是不虔敬的行为且有损德尔斐的声誉。他指出,神明已通过保佑其安全航行默许了这一奉献,德尔斐人应履行祭司的职责,而非充当审判外国统治者的政治法官。

§2.1οὔτε Ἀκραγαντίνων, ὦ ἄνδρες Δελφοί, πρόξενος ὢν οὔτε ἰδιόξενος αὐτοῦ Φαλάριδος οὔτʼ ἄλλην ἔχων πρὸς αὐτὸν ἢ εὐνοίας ἰδίαν αἰτίαν ἢ μελλούσης φιλίας ἐλπίδα, τῶν δὲ πρέσβεων ἀκούσας τῶν ἡκόντων παρʼ αὐτοῦ ἐπιεικῆ καὶ μέτρια διεξιόντων, καὶ τὸ εὐσεβὲς ἅμα καὶ τὸ κοινῇ συμφέρον καὶ μάλιστα τὸ Δελφοῖς πρέπον προορώμενος ἀνέστην παραινέσων ὑμῖν μήτε ὑβρίζειν ἄνδρα δυνάστην εὐσεβοῦντα μήτε ἀνάθημα ἤδη τῷ θεῷ καθωμολογημένον ἀπαλλοτριοῦν, καὶ ταῦτα τριῶν τῶν μεγίστων ὑπόμνημα εἰς ἀεὶ γενησόμενον, τέχνης καλλίστης καὶ ἐπινοίας κακίστης καὶ δικαίας κολάσεως.
德尔斐的居民们,我既不是阿克拉加斯人的公益代办人,也不是法拉里斯本人的私交客人,更没有其他对他抱有善意的私下理由或对未来友谊的期待。 然而,在听取了来自他的使节们阐述合理且克制的言论后,同时也预见到虔敬、共同的利益,尤其是最适合德尔斐人的体统,我便站起来劝告你们:既不要侮辱一位虔敬的统治者,也不要拒绝对神明许诺的奉献物,更何况这件物品注定要成为三件最伟大事务的永久纪念:最美丽的艺术、最邪恶的构想和最公正的惩罚。
§2.2ἐγὼ μὲν οὖν καὶ τὸ ἐνδοιάσαι ὑμᾶς ὅλως περὶ τούτου καὶ ἡμῖν προθεῖναι τὴν διάσκεψιν, εἰ χρὴ δέχεσθαι τὸ ἀνάθημα ἢ ὀπίσω αὖθις ἀποπέμπειν, ἀνόσιον ἤδη εἶναι νομίζω, μᾶλλον δὲ οὐδʼ ὑπερβολὴν ἀσεβείας ἀπολελοιπέναι·
因此,我认为你们在这个问题上产生丝毫犹豫,并将“是否应当接受奉献物还是将其退回”的讨论提交给我们,这本身就已经是不虔敬的了,甚至可以说没有比这更不虔敬的了。
οὐδὲν γὰρ ἀλλʼ ἢ ἱεροσυλία τὸ πρᾶγμά ἐστι μακρῷ τῶν ἄλλων χαλεπωτέρα, ὅσῳ τοῦ τὰ ἤδη ἀνατεθέντα συλᾶν τὸ μηδὲ τὴν ἀρχὴν τοῖς ἀνατιθέναι βουλομένοις ἐπιτρέπειν ἀσεβέστερον.
因为这件事无异于一种比其他掠夺神庙行为更为严重的罪行,因为不准许那些一开始就渴望奉献的人,比起掠夺已经奉献的物品来,还要更加不虔敬。
§2.3δέομαι δὲ ὑμῶν Δελφὸς καὶ αὐτὸς ὢν καὶ τὸ ἴσον μετέχων τῆς τε δημοσίας εὐκλείας, εἰ φυλάττοιτο, καὶ τῆς ἐναντίας δόξης, εἰ ἐκ τῶν παρόντων προσγένοιτο, μήτʼ ἀποκλείειν τὸ ἱερὸν τοῖς εὐσεβοῦσι μήτε τὴν πόλιν πρὸς ἅπαντας ἀνθρώπους διαβάλλειν ὡς τὰ πεμπόμενα τῷ θεῷ συκοφαντοῦσαν καὶ ψήφῳ καὶ δικαστηρίῳ δοκιμάζουσαν τοὺς ἀνατιθέντας·
我作为一名德尔斐人,也同样分担着公共的美誉(若其能被维护的话)或相反的恶名(若其由眼前的局势所致的话),因此恳求你们:既不要对虔敬的人关闭神庙,也不要在世人面前诽谤我们的城市,使之显得好像在对送给神明的礼物指手画脚,并用投票和法庭来审查奉献者。
οὐδεὶς γὰρ ἔτι ἀναθεῖναι τολμήσειεν ἂν εἰδὼς οὐ προσησόμενον τὸν θεὸν ὅ τι ἂν μὴ πρότερον Δελφοῖς δοκῇ.
因为,如果人们知道,只要德尔斐人不先表示同意,神明就不会接纳任何东西,那么就再也没有人敢来奉献了。
§2.4ὁ μὲν οὖν Πύθιος τὴν δικαίαν ἤδη περὶ τοῦ ἀναθήματος ψῆφον ἤνεγκεν·
因此,皮托神已经对这件奉献物投下了公正的票。
εἰ γοῦν ἐμίσει τὸν Φάλαριν ἢ τὸ δῶρον αὐτοῦ ἐμυσάττετο, ῥᾴδιον ἦν ἐν τῷ Ἰονίῳ μέσῳ καταδῦσαι αὐτὸ μετὰ τῆς ἀγούσης ὁλκάδος, ὁ δὲ πολὺ τοὐναντίον ἐν εὐδίᾳ τε διαπεραιωθῆναι, ὥς φασι, παρέσχεν αὐτοῖς καὶ σῶς ἐς τὴν Κίρραν κατᾶραι.
至少,如果神明憎恨法拉里斯或厌恶他的礼物,那么在伊奥尼亚海的中央,将其连同载运它的货船一同击沉原本是件轻而易举的事。 然而神明却恰恰相反,如人们所说,让他们在晴朗无风的天气中渡海,并安全地在基拉港靠岸。
§2.5ᾧ καὶ δῆλον ὅτι προσίεται τὴν τοῦ μονάρχου εὐσέβειαν.
由此也显而易见,神明接纳了这位君主的虔敬。
χρὴ δὲ καὶ ὑμᾶς τὰ αὐτὰ ἐκείνῳ ψηφισαμένους προσθεῖναι καὶ τὸν ταῦρον τουτονὶ τῷ ἄλλῳ κόσμῳ τοῦ ἱεροῦ·
你们也应当做出与神明相同的决定,将这头公牛增添到神庙的其他装饰之中。
ἐπεὶ πάντων ἂν εἴη τοῦτο ἀτοπώτατον, πέμψαντά τινα μεγαλοπρεπὲς οὕτω δῶρον θεῷ τὴν καταδικάζουσαν ἐκ τοῦ ἱεροῦ ψῆφον λαβεῖν καὶ μισθὸν κομίσασθαι τῆς εὐσεβείας τὸ κεκρίσθαι μηδὲ τοῦ ἀνατιθέναι ἄξιον.
因为,如果有人给神明送来了如此壮丽的礼物,却从神庙得到了定罪的判决,并以“被判定为连奉献的资格都没有”来作为其虔敬的报偿,这将会是天下间最荒谬的事。
§2.6Ὁ μὲν οὖν τἀναντία μοι ἐγνωκώς, καθάπερ ἐκ τοῦ Ἀκράγαντος ἄρτι καταπεπλευκώς, σφαγάς τινας καὶ βίας καὶ ἁρπαγὰς καὶ ἀπαγωγὰς ἐτραγῴδει τοῦ τυράννου μόνον οὐκ αὐτόπτης γεγενῆσθαι λέγων, ὃν ἴσμεν οὐδʼ ἄχρι τοῦ πλοίου ἀποδεδημηκότα.
与我持相反意见的人,仿佛刚从阿克拉加斯乘船抵达一般,将僭主的某些屠杀、暴行、掠夺和绑架描绘得如戏剧般夸张,甚至差一点就说自己是目击者,但我们知道他连码头的船边都未曾涉足。
χρὴ δὲ τὰ μὲν τοιαῦτα μηδὲ τοῖς πεπονθέναι φάσκουσιν πάνυ πιστεύειν διηγουμένοις — ἄδηλον γὰρ εἰ ἀληθῆ λέγουσιν — οὐχ ὅπως αὐτοὺς ἃ μὴ ἐπιστάμεθα κατηγορεῖν.
对于此类事情,即使是那些声称自己遭受过这些苦难的人在叙述时,我们也不应当完全相信——因为他们是否说真话并不明朗——更不用说我们自己去指控那些我们根本不了解的事了。
§2.7εἰ δʼ οὖν τι καὶ πέπρακται τοιοῦτον ἐν Σικελίᾳ, τοῦτʼ οὐ Δελφοῖς ἀναγκαῖον πολυπραγμονεῖν, εἰ μὴ ἀντὶ ἱερέων ἤδη δικασταὶ εἶναι ἀξιοῦμεν καί, δέον θύειν καὶ τἆλλα θεραπεύειν τὸν θεὸν καὶ συνανατιθέναι εἰ πέμψειέ τις, σκοποῦντες καθήμεθα εἴ τινες τῶν ὑπὲρ τὸν Ἰόνιον δικαίως ἢ ἀδίκως τυραννοῦνται.
即便在西西里确实发生过这类事情,德尔斐人也无需多管闲事,除非我们认为自己如今已经是法官而非祭司。 本该在有人送来礼物时,由我们献祭并以其他方式侍奉神明并一同奉献,我们却坐在这里打探伊奥尼亚海彼岸的某些人是否在合理或不合理地遭受僭主统治。

词汇与语法注释

  1. §2.1καὶ ταῦτα — 表示“而且那……”的惯用宾格表达。在此处为中性复数宾格,与前文的名词 ἀνάθημα 相关联,并伴随分词(此处为 γενησόμενον),用以描述某种追加的、重要的境况。
  2. §2.4εἰ γοῦν ἐμίσει τὸν Φάλαριν ... ῥᾴδιον ἦν ... καταδῦσαι — 表示与事实相反的虚拟条件句。在主句(结句)中,动词 ἦν 采用直陈式过去时且省略了语气词 ἄν,这是因为该处使用了表示难易、可能或义务的无人称表达(此处与形容词 ῥᾴδιον 连用)。
  3. §2.7δέον — 无人称动词 δεῖ 的中性单数宾格分词,用于宾格绝对结构(accusative absolute)。它在句中起副词作用,意为“本应当”、“既然必须”,用以表示与主句动作相对照的某种逻辑义务或前提条件。

引用这一段

琉善, 法拉里斯 §2.1-2.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0062.tlg001.humanitext-grc2:2.1-2.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。