Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.93.1-20.93.7

罗得岛人的防壁加固与截获敌方补给船

第 281 段,共 301 段 · 希腊语

内容简介

罗得岛人加固了城墙,并派船只捕获了德米特里的补给船。尽管遭到围攻,他们仍保留了安提柯家族的雕像和荣誉,以此赢得了尊重并为未来留下了退路。

§20.93.1οἱ δὲ Ῥόδιοι θεωροῦντες τὴν προκοπὴν τῶν παρὰ τοῖς πολεμίοις ἔργων κατεσκεύασαν ἐντὸς ἕτερον τεῖχος παράλληλον τῷ μέλλοντι πονεῖν κατὰ τὰς προσβολάς.
罗得岛人目睹了敌方工程的进展,便在即将在进攻中受损的城墙内侧,建造了另一道平行的城墙。
ἐχρῶντο δὲ λίθοις καθαιροῦντες τοῦ θεάτρου τὸν περίβολον καὶ τὰς πλησίον οἰκίας, ἔτι δὲ τῶν ἱερῶν ἔνια, τοῖς θεοῖς εὐξάμενοι καλλίονα κατασκευάσειν σωθείσης τῆς πόλεως.
为了获取石材,他们拆毁了剧场的围墙、附近的房屋以及部分神殿,并向神明许愿,若城市得以保全,他们将建造更加美丽的神殿。
§20.93.2ἐξέπεμψαν δὲ καὶ τῶν νεῶν ἐννέα, διακελευσάμενοι τοὺς ἀφηγουμένους πανταχῇ πλεῖν καὶ παραδόξως ἐπιφαινομένους ἃ μὲν βυθίζειν τῶν ἁλισκομένων πλοίων, ἃ δὲ κατάγειν εἰς τὴν πόλιν.
他们还派出了九艘船只,命令指挥官们向四面八方航行,出其不意地出现,将捕获的船只一部分击沉,一部分带回城内。
ἐκπλευσάντων δὲ τούτων καὶ τριχῇ διαιρεθέντων Δαμόφιλος μὲν ἔχων ναῦς τὰς καλουμένας παρὰ Ῥοδίοις φυλακίδας ἔπλευσεν εἰς Κάρπαθον καὶ πολλὰ μὲν πλοῖα τῶν Δημητρίου καταλαβών, ἃ μὲν τοῖς ἐμβόλοις θραύων κατεπόντιζεν, ἃ δʼ ἐπὶ τὸν αἰγιαλὸν κομίζων ἐνεπύριζεν, ἐκλεγόμενος τῶν σωμάτων τὰ χρησιμώτατα, οὐκ ὀλίγα δὲ τῶν κομιζόντων τοὺς ἐκ τῆς νήσου καρποὺς κατήγαγεν εἰς τὴν πατρίδα.
这些船只出航并分为三路后,达莫菲洛斯率领被罗得岛人称为“哨船”的船只航行至卡尔帕托斯,俘获了德米特里的许多船只,他用撞角击碎并沉没了一些,将另一些拖上海滩烧毁,挑选了战俘中最有用的人,并将不少运送该岛农产品的船只带回了祖国。
§20.93.3Μενέδημος δὲ τριῶν ἀφηγούμενος τριημιολιῶν πλεύσας τῆς Λυκίας ἐπὶ τὰ Πάταρα καὶ καταλαβὼν ὁρμοῦσαν ναῦν τοῦ πληρώματος ἐπὶ γῆς ὄντος ἐνεπύρισε τὸ σκάφος, πολλὰ δὲ πλοῖα τῶν κομιζόντων τὴν ἀγορὰν ἐπὶ τὸ στρατόπεδον ὑποχείρια λαβὼν ἐξαπέστειλεν εἰς τὴν Ῥόδον.
梅内德莫斯率领三艘三半排桨船航行至吕基亚的帕塔拉,趁船员在陆地上时,捕获了一艘停泊的船只并将其烧毁,并俘获了许多向敌营运送粮食和物资的船只,送往罗得岛。
§20.93.4εἷλε δὲ καὶ τετρήρη πλέουσαν μὲν ἐκ Κιλικίας, ἔχουσαν δʼ ἐσθῆτα βασιλικὴν καὶ τὴν ἄλλην ἀποσκευήν, ἣν ἡ γυνὴ Δημητρίου Φίλα παρασκευασαμένη φιλοτιμότερον ἀπεστάλκει τἀνδρί.
他还俘获了一艘从基利基亚驶来的四层排桨船,上面装有德米特里的妻子菲拉精心准备并送给丈夫的皇家衣物和其他装备。
τὸν μὲν οὖν ἱματισμὸν ἀπέστειλεν εἰς Αἴγυπτον, οὐσῶν τῶν στολῶν ἁλουργῶν καὶ βασιλεῖ φορεῖν πρεπουσῶν, τὴν δὲ ναῦν ἐνεώλκησεν καὶ τοὺς ναύτας ἀπέδοτο τούς τʼ ἐκ τῆς τετρήρους καὶ τοὺς ἐκ τῶν ἄλλων πλοίων τῶν ἁλόντων.
因此,他把这些衣物送往埃及,因为这些衣服是紫色的,适合国王穿着;而他把那艘船拖上岸,并将四层排桨船以及其他被俘船只的船员全部卖掉。
§20.93.5τῶν δʼ ὑπολοίπων νεῶν τριῶν Ἀμύντας ἡγούμενος ἔπλευσεν ἐπὶ νήσων καὶ πολλοῖς πλοίοις περιτυχὼν κομίζουσι τὰ πρὸς τὰς μηχανὰς ἁρμόζοντα τοῖς πολεμίοις ἃ μὲν αὐτῶν κατέδυσεν, ἃ δὲ κατήγαγεν εἰς τὴν πόλιν, ἐν οἷς ἑάλωσαν καὶ τεχνῖται τῶν ἀξιολόγων καὶ πρὸς βέλη καὶ καταπέλτας ἐμπειρίᾳ διαφέροντες ἕνδεκα.
阿米恩塔斯率领剩下的三艘船航行至群岛,遇到了许多为敌人运送适用于攻城器械材料的船只,他将其中一些击沉,另一些带回城内,其中还俘获了十一名在投射武器和弹射器方面具有杰出经验的著名技工。
§20.93.6μετὰ δὲ ταῦτα ἐκκλησίας συναχθείσης συνεβούλευόν τινες τὰς εἰκόνας τὰς Ἀντιγόνου καὶ Δημητρίου κατασπάσαι, δεινὸν εἶναι λέγοντες ἐν ἴσῳ τιμᾶσθαι τοὺς πολιορκοῦντας τοῖς εὐεργέταις·
此后,在召开公民大会时,有人建议推倒安提柯和德米特里的雕像,声称正在围攻他们的人与他们的恩人享受同等的荣誉是不可容忍的。
ἐφʼ οἷς ὁ δῆμος ἀγανακτήσας τούτοις μὲν ὡς ἁμαρτάνουσιν ἐπετίμησεν, τῶν δὲ περὶ Ἀντίγονον τιμῶν οὐδεμίαν μετεκίνησεν, καλῶς πρός τε δόξαν καὶ τὸ συμφέρον βουλευσάμενος.
民众对此感到愤慨,指责这些提议者犯了错误,并且没有动摇任何属于安提柯及其家族的荣誉,这无论对于他们的声誉还是利益而言都是一个英明的决定。
§20.93.7ἥ τε γὰρ μεγαλοψυχία καὶ τὸ βέβαιον τῆς ἐν δημοκρατίᾳ κρίσεως παρὰ μὲν τοῖς ἄλλοις ἐπαίνων ἐτύγχανε, παρὰ δὲ τοῖς πολιορκοῦσι μεταμελείας·
因为他们在民主政体下的这种宽宏大量和决心的坚定,赢得了他人的赞赏,却引起了围攻者的悔恨。
τὰς γὰρ κατὰ τὴν Ἑλλάδα πόλεις οὐδεμίαν ἐνδεδειγμένας εὔνοιαν εἰς τοὺς εὐεργέτας ἐλευθεροῦντες τὴν διὰ τῆς πείρας φανεῖσαν βεβαιοτάτην εἰς ἀμοιβὴν χάριτος ἐφαίνοντο καταδουλούμενοι, πρός τε τὸ παράδοξον τῆς τύχης, εἰ συμβαίη τὴν πόλιν ἁλῶναι, κατελείπετʼ αὐτοῖς πρὸς παραίτησιν τῆς τηρηθείσης ὑπʼ αὐτῶν φιλίας ἀνάμνησις.
因为围攻者似乎在解放整个希腊那些对恩人未表现出任何善意的城市,却在奴役一个通过实际行动证明在回报恩情上最为坚贞不渝的城市;此外,面对命运的莫测,如果城市不幸失守,他们仍保留着对一直维护的友谊的记忆,以此作为请求宽恕的理由。
ταῦτα μὲν οὖν τοῖς Ῥοδίοις ἐπράχθη συνετῶς.
因此,罗得岛人非常明智地处理了这些事情。

词汇与语法注释

  1. 20.93.1τῷ μέλλοντι πονεῖν — 省略了先行词(如 μέρει 或 τείχει)的与格中性单数短语,意为“即将在(进攻中)受损的部分”。动词 πονέω(受苦、劳累)在此处比喻性地指城墙在围攻下承受压力或遭受破损。
  2. 20.93.2ἃ μὲν βυθίζειν... ἃ δὲ κατάγειν — 由分词 διακελευσάμενοι(命令)所引导的不定式短语。关系代词 ἃ μέν... ἃ δέ...(一些……另一些……)在此并非作不定式的主语,而是作为直接宾语,构成间接命令句的一部分。
  3. 20.93.6τῶν δὲ περὶ Ἀντίγονον τιμῶν — 表达式 οἱ περὶ Ἀντίγονον(安提柯周围的人)是古希腊语特有的惯用表达(οἱ περί + 宾格),指代安提柯本人或其家族、派系(包括其子德米特里)。此处为属格形式,修饰 τιμῶν。
  4. 20.93.7τὴν διὰ τῆς πείρας φανεῖσαν βεβαιοτάτην εἰς ἀμοιβὴν χάριτος — 由冠词 τὴν 引入的修饰省略名词 πόλιν(城市)的冗长定语短语。分词 φανεῖσαν(显现出、证明为)以 βεβαιοτάτην(最坚贞的)作为其表语性形容词,构成了“通过实际行动证明在回报恩情上最为坚贞不渝的[城市]”这一结构。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.93.1-20.93.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.93.1-20.93.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。