§20.94.1Δημητρίου δὲ διὰ τῶν μεταλλέων ὑπορύξαντος τὸ τεῖχος τῶν αὐτομόλων τις ἐμήνυσε τοῖς πολιορκουμένοις ὡς οἱ ταῖς ὑπονομαῖς χρώμενοι σχεδὸν ἐντός εἰσι τοῦ τείχους.
当德米特里利用矿工在城墙下挖掘地道时,一名逃兵向被围困的人报告说,那些正在使用地道的人已经几乎进入了城墙内侧。
§20.94.2διόπερ οἱ Ῥόδιοι τάφρον ὀρύξαντες βαθεῖαν, παράλληλον τῷ δοκοῦντι πεσεῖσθαι τείχει, ταχὺ καὶ αὐτοὶ ταῖς μεταλλείαις χρώμενοι συνῆψαν ὑπὸ γῆν τοῖς ἐναντίοις καὶ διεκώλυσαν τῆς εἰς τοὔμπροσθεν πορείας.
因此,罗得岛人挖了一条深沟,与那面看似即将倒塌的城墙平行,他们自己也迅速利用挖掘技术在地下与敌人的地道连通,阻止了敌军继续前进。
§20.94.3τῶν δὲ διορυγμάτων παρʼ ἀμφοτέροις τηρουμένων ἐπεχείρησάν τινες τῶν παρὰ τοῦ Δημητρίου διαφθείρειν χρήμασι τὸν τεταγμένον ἐπὶ τῆς φυλακῆς ὑπὸ τῶν Ῥοδίων Ἀθηναγόραν· οὗτος δʼ ἦν Μιλήσιος μὲν τὸ γένος, ὑπὸ Πτολεμαίου δʼ ἐξαπεσταλμένος ἡγεμὼν τῶν μισθοφόρων.
在双方都监视着地道的时候,德米特里手下的某些人企图用金钱收买罗得岛人派去值守的雅典娜哥拉斯;此人出身于米利都,是由托勒密派出的雇佣军指挥官。
§20.94.4ἐπαγγειλάμενος δὲ προδώσειν συνετάξαθʼ ἡμέραν καθʼ ἣν ἔδει παρὰ Δημητρίου πεμφθῆναί τινα τῶν ἀξιολόγων ἡγεμόνων τὸν νυκτὸς ἀναβησόμενον διὰ τοῦ ὀρύγματος εἰς τὴν πόλιν, ὅπως κατασκέψηται τὸν τόπον τὸν μέλλοντα δέξασθαι τοὺς στρατιώτας.
他答应背叛,并约定了日期,在这一天德米特里应当派出一名著名的指挥官,在夜间通过地道进入城内,以便察看准备接纳士兵的地点。
§20.94.5εἰς ἐλπίδας δὲ μεγάλας ἀγαγὼν τοὺς περὶ Δημήτριον ἐμήνυσε τῇ βουλῇ· καὶ πέμψαντος τοῦ βασιλέως τῶν περὶ αὑτὸν φίλων Ἀλέξανδρον τὸν Μακεδόνα τοῦτον μὲν ἀναβάντα διὰ τῆς διώρυχος συνέλαβον οἱ Ῥόδιοι, τὸν δʼ Ἀθηναγόραν ἐστεφάνωσαν χρυσῷ στεφάνῳ καὶ δωρεὰν ἔδωκαν ἀργυρίου τάλαντα πέντε, σπεύδοντες καὶ τῶν ἄλλων μισθοφόρων καὶ ξένων ἐκκαλεῖσθαι τὴν πρὸς τὸν δῆμον εὔνοιαν.
在让德米特里及其亲信抱有极大的希望之后,他向议会报告了此事;当国王派出他身边的亲信之一、马其顿人亚历山大时,这名男子一从地道上来,就被罗得岛人逮捕了。 而他们为雅典娜哥拉斯戴上了金冠,并赠予他五塔兰同白银的奖赏,以此极力争取其他雇佣军和外邦人对罗得岛民众的好感。