§20.93.1οἱ δὲ Ῥόδιοι θεωροῦντες τὴν προκοπὴν τῶν παρὰ τοῖς πολεμίοις ἔργων κατεσκεύασαν ἐντὸς ἕτερον τεῖχος παράλληλον τῷ μέλλοντι πονεῖν κατὰ τὰς προσβολάς.
The Rhodians, beholding the progress of the enemy’s works, constructed another wall inside, parallel to the one likely to suffer in the attacks.
ἐχρῶντο δὲ λίθοις καθαιροῦντες τοῦ θεάτρου τὸν περίβολον καὶ τὰς πλησίον οἰκίας, ἔτι δὲ τῶν ἱερῶν ἔνια, τοῖς θεοῖς εὐξάμενοι καλλίονα κατασκευάσειν σωθείσης τῆς πόλεως.
They used stones for this by pulling down the precinct wall of the theater and the neighboring houses, and also some of the temples, having vowed to the gods that they would construct more beautiful ones if the city were saved.
§20.93.2ἐξέπεμψαν δὲ καὶ τῶν νεῶν ἐννέα, διακελευσάμενοι τοὺς ἀφηγουμένους πανταχῇ πλεῖν καὶ παραδόξως ἐπιφαινομένους ἃ μὲν βυθίζειν τῶν ἁλισκομένων πλοίων, ἃ δὲ κατάγειν εἰς τὴν πόλιν.
They also sent out nine of their ships, ordering the commanders to sail in all directions, and appearing unexpectedly, to sink some of the captured vessels and to bring others into the city.
ἐκπλευσάντων δὲ τούτων καὶ τριχῇ διαιρεθέντων Δαμόφιλος μὲν ἔχων ναῦς τὰς καλουμένας παρὰ Ῥοδίοις φυλακίδας ἔπλευσεν εἰς Κάρπαθον καὶ πολλὰ μὲν πλοῖα τῶν Δημητρίου καταλαβών, ἃ μὲν τοῖς ἐμβόλοις θραύων κατεπόντιζεν, ἃ δʼ ἐπὶ τὸν αἰγιαλὸν κομίζων ἐνεπύριζεν, ἐκλεγόμενος τῶν σωμάτων τὰ χρησιμώτατα, οὐκ ὀλίγα δὲ τῶν κομιζόντων τοὺς ἐκ τῆς νήσου καρποὺς κατήγαγεν εἰς τὴν πατρίδα.
When these had sailed out and divided into three groups, Damophilus, having the ships called "guard-boats" by the Rhodians, sailed to Carpathus, and capturing many of Demetrius’s vessels, some he shattered with his rams and sank, and others he brought to the shore and burned, selecting the most useful of the captives, and he brought back to his country not a few of those carrying the crops from the island.
§20.93.3Μενέδημος δὲ τριῶν ἀφηγούμενος τριημιολιῶν πλεύσας τῆς Λυκίας ἐπὶ τὰ Πάταρα καὶ καταλαβὼν ὁρμοῦσαν ναῦν τοῦ πληρώματος ἐπὶ γῆς ὄντος ἐνεπύρισε τὸ σκάφος, πολλὰ δὲ πλοῖα τῶν κομιζόντων τὴν ἀγορὰν ἐπὶ τὸ στρατόπεδον ὑποχείρια λαβὼν ἐξαπέστειλεν εἰς τὴν Ῥόδον.
Menedemus, commanding three triemioliae, sailed to Patara in Lycia, and finding a ship at anchor while its crew was on land, he set fire to the vessel, and having captured many ships carrying provisions to the camp, he sent them off to Rhodes.
§20.93.4εἷλε δὲ καὶ τετρήρη πλέουσαν μὲν ἐκ Κιλικίας, ἔχουσαν δʼ ἐσθῆτα βασιλικὴν καὶ τὴν ἄλλην ἀποσκευήν, ἣν ἡ γυνὴ Δημητρίου Φίλα παρασκευασαμένη φιλοτιμότερον ἀπεστάλκει τἀνδρί.
He also captured a quadrireme sailing from Cilicia, which carried royal raiment and other baggage, which Philia, the wife of Demetrius, had prepared with great care and sent to her husband.
τὸν μὲν οὖν ἱματισμὸν ἀπέστειλεν εἰς Αἴγυπτον, οὐσῶν τῶν στολῶν ἁλουργῶν καὶ βασιλεῖ φορεῖν πρεπουσῶν, τὴν δὲ ναῦν ἐνεώλκησεν καὶ τοὺς ναύτας ἀπέδοτο τούς τʼ ἐκ τῆς τετρήρους καὶ τοὺς ἐκ τῶν ἄλλων πλοίων τῶν ἁλόντων.
This clothing, therefore, he sent to Egypt, since the robes were of purple and fitting for a king to wear; but the ship he hauled ashore, and he sold the sailors, both those from the quadrireme and those from the other captured vessels.
§20.93.5τῶν δʼ ὑπολοίπων νεῶν τριῶν Ἀμύντας ἡγούμενος ἔπλευσεν ἐπὶ νήσων καὶ πολλοῖς πλοίοις περιτυχὼν κομίζουσι τὰ πρὸς τὰς μηχανὰς ἁρμόζοντα τοῖς πολεμίοις ἃ μὲν αὐτῶν κατέδυσεν, ἃ δὲ κατήγαγεν εἰς τὴν πόλιν, ἐν οἷς ἑάλωσαν καὶ τεχνῖται τῶν ἀξιολόγων καὶ πρὸς βέλη καὶ καταπέλτας ἐμπειρίᾳ διαφέροντες ἕνδεκα.
Amyntas, commanding the remaining three ships, sailed to the islands, and falling in with many vessels carrying materials suitable for engines to the enemy, some of them he sank, and others he brought to the city, among which were also captured eleven of the notable artisans who excelled in experience with missiles and catapults.
§20.93.6μετὰ δὲ ταῦτα ἐκκλησίας συναχθείσης συνεβούλευόν τινες τὰς εἰκόνας τὰς Ἀντιγόνου καὶ Δημητρίου κατασπάσαι, δεινὸν εἶναι λέγοντες ἐν ἴσῳ τιμᾶσθαι τοὺς πολιορκοῦντας τοῖς εὐεργέταις· ἐφʼ οἷς ὁ δῆμος ἀγανακτήσας τούτοις μὲν ὡς ἁμαρτάνουσιν ἐπετίμησεν, τῶν δὲ περὶ Ἀντίγονον τιμῶν οὐδεμίαν μετεκίνησεν, καλῶς πρός τε δόξαν καὶ τὸ συμφέρον βουλευσάμενος.
After this, when an assembly had been gathered, some advised pulling down the statues of Antigonus and Demetrius, saying it was a terrible thing that those besieging them should be honored equally with their benefactors; at which the people were indignant and censured them as being in error, and did not disturb any of the honors belonging to Antigonus and his house, having deliberated well both for their reputation and their advantage.
§20.93.7ἥ τε γὰρ μεγαλοψυχία καὶ τὸ βέβαιον τῆς ἐν δημοκρατίᾳ κρίσεως παρὰ μὲν τοῖς ἄλλοις ἐπαίνων ἐτύγχανε, παρὰ δὲ τοῖς πολιορκοῦσι μεταμελείας·
For their magnanimity and the stability of their decision under a democracy won praise from others, but repentance from the besiegers.
τὰς γὰρ κατὰ τὴν Ἑλλάδα πόλεις οὐδεμίαν ἐνδεδειγμένας εὔνοιαν εἰς τοὺς εὐεργέτας ἐλευθεροῦντες τὴν διὰ τῆς πείρας φανεῖσαν βεβαιοτάτην εἰς ἀμοιβὴν χάριτος ἐφαίνοντο καταδουλούμενοι, πρός τε τὸ παράδοξον τῆς τύχης, εἰ συμβαίη τὴν πόλιν ἁλῶναι, κατελείπετʼ αὐτοῖς πρὸς παραίτησιν τῆς τηρηθείσης ὑπʼ αὐτῶν φιλίας ἀνάμνησις.
For they seemed, while liberating the cities throughout Greece which had shown no goodwill toward their benefactors, to be enslaving the one which through experience had shown itself most steadfast in its return of gratitude; and moreover, against the uncertainty of fortune, if it should happen that the city were captured, there was left to them, as a plea for mercy, the remembrance of the friendship they had preserved.
ταῦτα μὲν οὖν τοῖς Ῥοδίοις ἐπράχθη συνετῶς.
Thus these matters were managed wisely by the Rhodians.