Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.92.1-20.92.5

德米特里的容貌性格与巨大兵器

第 280 段,共 301 段 · 希腊语

内容简介

文中详细描述了因才华和勇猛而被冠以“攻城者”称号的德米特里的外貌,他在和平时期的放纵与战争时期的勤勉之间的双重性格,以及在他统治下建造的巨型兵器和船只。

§20.92.1διόπερ τῇ πολυχειρίᾳ τάχιον τῆς προσδοκίας ἁπάντων ἐπιτελουμένων φοβερὸς ἦν ὁ Δημήτριος τοῖς Ῥοδίοις.
因此,由于人手众多,各项工程的完成速度超出了众人的预期,德米特里给罗得岛人带来了极大的恐惧。
οὐ μόνον γὰρ τὰ μεγέθη τῶν μηχανῶν καὶ τὸ πλῆθος τῆς ἠθροισμένης δυνάμεως ἐξέπληττεν αὐτούς, ἀλλὰ καὶ τὸ τοῦ βασιλέως βίαιον καὶ φιλότεχνον ἐν ταῖς πολιορκίαις.
因为不仅这些器械的庞大尺寸和聚集军队的数量令他们震惊,这位国王在攻城战中的凶猛以及对技术的狂热也同样令他们折服。
§20.92.2εὐμήχανος γὰρ ὢν καθʼ ὑπερβολὴν ἐν ταῖς ἐπινοίαις καὶ πολλὰ παρὰ τὴν τῶν ἀρχιτεκτόνων τέχνην παρευρίσκων ὠνομάσθη μὲν πολιορκητής, τὴν δʼ ἐν ταῖς προσβολαῖς ὑπεροχὴν καὶ βίαν τοιαύτην εἶχεν ὥστε δόξαι μηδὲν οὕτως ὀχυρὸν εἶναι τεῖχος ὃ δύναιτʼ ἂν τὴν ἀπʼ ἐκείνου τοῖς πολιορκουμένοις ἀσφάλειαν παρέχεσθαι.
由于他在构想上极富才智,并且发明了许多超越建筑家技术的东西,他一方面被冠以“攻城者”的称号,另一方面,他在进攻中展现出的卓越优势和威力,以至于让人觉得没有任何城墙能足够坚固,以至于能保护被围困者免受他的打击。
§20.92.3ἦν δὲ καὶ κατὰ τὸ μέγεθος τοῦ σώματος καὶ κατὰ τὸ κάλλος ἡρωικὸν ἀποφαίνων ἀξίωμα, ὥστε καὶ τοὺς ἀφικνουμένους τῶν ξένων θεωροῦντας εὐπρέπειαν κεκοσμημένην ὑπεροχῇ βασιλικῇ θαυμάζειν καὶ παρακολουθεῖν ἐν ταῖς ἐξόδοις ἕνεκεν τῆς θέας.
此外,他在身材和美貌上都展现出英雄般的威严,以至于那些外来的宾客在目睹了他那兼具皇家高贵与端庄的容貌后,无不惊叹,甚至为了瞻仰他而在他出行时随行瞩目。
§20.92.4ἐπὶ δὲ τούτοις ὑπῆρχε καὶ τῇ ψυχῇ μετέωρος καὶ μεγαλοπρεπὴς καὶ καταφρονῶν οὐ τῶν πολλῶν μόνον, ἀλλὰ καὶ τῶν ἐν ταῖς δυναστείαις ὄντων, καὶ τὸ πάντων ἰδιώτατον, κατὰ μὲν τὴν εἰρήνην ἐν μέθαις διέτριβε καὶ συμποσίοις ἔχουσιν ὀρχήσεις καὶ κώμους καὶ τὸ σύνολον ἐζήλου τὴν μυθολογουμένην ποτὲ γενέσθαι κατʼ ἀνθρώπους τοῦ Διονύσου διάθεσιν, κατὰ δὲ τοὺς πολέμους ἐνεργὸς ἦν καὶ νήφων, ὥστε παρὰ πάντας τοὺς ἐργατευομένους ἐναγώνιον παρέχεσθαι τὸ σῶμα καὶ τὴν ψυχήν.
除此以外,他在精神上也志向高远、气度非凡,不仅蔑视普通民众,甚至也蔑视那些身处权位之人。 而最奇特的是,在和平时期,他终日沉湎于饮酒,以及伴有歌舞和狂欢的宴会中,总的来说,他效仿着神话中曾出现在人间狄奥尼索斯的那种生活方式;但在战争期间,他又极其高效且保持清醒,以至于超越了所有参与工作的其他人,使自己的身体和精神完全投入到战斗状态中。
§20.92.5ἐπὶ γὰρ τούτου βέλη τὰ μέγιστα συνετελέσθη καὶ μηχαναὶ παντοῖαι πολὺ τὰς παρὰ τοῖς ἄλλοις γενομένας ὑπεραίρουσαι· καὶ σκάφη δὲ μέγιστα καθείλκυσεν οὗτος μετὰ τὴν πολιορκίαν ταύτην καὶ τὴν τοῦ πατρὸς τελευτήν.
因为在他统治期间,制造出了最大的投射武器,以及各种远远超越他人所造之物攻城器械;在这场包围战之后,以及他父亲去世之后,他还下水了极大的战船。

词汇与语法注释

  1. 20.92.1ἐπιτελουμένων — 属格绝对(genitive absolute)句。此处未明示主语,根据前文的内容(如建造攻城塔及清理地面等),在上下文脉络中可补充“各项工程”(τὰ ἔργα)或“准备工作”为主语。
  2. 20.92.2ὃ δύναιτʼ ἂν — 关系代词 ὅ 引导的关系从句中,使用 ἄν 加上祈愿法(optative)。在由 ὥστε δόξαι 引导的结果从句中,它表示潜在的可能性(“可能得以……”)。其主语为先行词 τεῖχος。动词 παρέχεσθαι 为中间介态,在此作主动意义的“提供”。
  3. 20.92.3ἦν ... ἀποφαίνων — 由系动词 ἦν 与现在分词 ἀποφαίνων 构成的迂言式未完成过去时(periphrastic imperfect)结构。相比于普通的未完成过去时 ἀπέφαινεν,该结构更为强调其英雄气概具有持续性或特征性的显现。
  4. 20.92.4ἐναγώνιον παρέχεσθαι τὸ σῶμα καὶ τὴν ψυχήν — 不定式 παρέχεσθαι(其逻辑主语为德米特里,因与主句主语一致而省略)的直接宾语为“身体与灵魂”(τὸ σῶμα καὶ τὴν ψυχήν),形容词 ἐναγώνιον(“处于竞技状态的”、“全身心投入斗争的”)作宾语补足语,与之构成双宾格结构,表示“使自己的肉体和精神完全投入到战斗状态中”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.92.1-20.92.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.92.1-20.92.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。