§20.89.1κατὰ δὲ τὴν Σικελίαν Ἀγαθοκλῆς οὐ δυνάμενος διαλύσασθαι πρὸς τοὺς περὶ Δεινοκράτην φυγάδας ἀνέζευξεν ἐπʼ αὐτοὺς μεθʼ ἧς εἶχε δυνάμεως, νομίζων ἀναγκαῖον ὑπάρχειν αὐτῷ διακινδυνεύειν καὶ παραβάλλεσθαι περὶ τῶν ὅλων.
在西西里,阿加托克利斯因无法与德米诺克拉特斯麾下的流亡者达成和解,便率领手头所有的军队向他们进发,他认为自己必须孤注一掷、冒险一战。
συνηκολούθουν δʼ αὐτῷ πεζοὶ μὲν οὐ πλείους τῶν πεντακισχιλίων, ἱππεῖς δὲ εἰς ὀκτακοσίους.
跟随他的步兵不超过五千人,骑兵约八百人。
§20.89.2οἱ δὲ περὶ Δεινοκράτην φυγάδες ὁρῶντες τὴν τῶν πολεμίων ὁρμὴν ἄσμενοι κατήντησαν εἰς τὴν μάχην, ὄντες πολλαπλάσιοι· πεζοὶ μὲν γὰρ ὑπῆρχον πλείους τῶν δισμυρίων καὶ πεντακισχιλίων, ἱππεῖς δʼ οὐκ ἐλάττους τρισχιλίων.
德米诺克拉特斯麾下的流亡者看到敌人的锐气,便欣然迎战,因为他们的人数是敌人的数倍;事实上,他们有两万五千多步兵,以及不少于三千的骑兵。
ἀντιστρατοπεδευσάντων δʼ αὐτῶν περὶ τὸ καλούμενον Τόργιον καὶ μετὰ ταῦτα παραταξαμένων ἐπʼ ὀλίγον μὲν χρόνον συνέστη καρτερὰ μάχη διὰ τὰς ἀμφοτέρων προθυμίας·
当他们在所谓的托尔吉翁附近对峙安营,并于随后摆开阵势时,由于双方斗志旺盛,一时间展开了激烈的战斗。
μετὰ δὲ ταῦτα τῶν πρὸς τὸν Δεινοκράτην διαφερομένων τινές, ὄντες πλείους τῶν δισχιλίων, μετεβάλοντο πρὸς τὸν τύραννον καὶ τοῖς φυγάσιν αἴτιοι κατέστησαν τῆς ἥττης.
然而在此之后,一些与德米诺克拉特斯不和的人(多于两千人)投向了僭主,从而成为流亡者战败的原因。
§20.89.3οἱ μὲν γὰρ μετʼ Ἀγαθοκλέους ὄντες πολὺ μᾶλλον ἐθάρρησαν, οἱ δὲ Δεινοκράτει συναγωνιζόμενοι κατεπλάγησαν καὶ νομίσαντες πλείους εἶναι τοὺς ἀφισταμένους πρὸς φυγὴν ὥρμησαν.
因为与阿加托克利斯在一起的人士气大振,而与德米诺克拉特斯并肩作战的人则惊恐万分,以为叛变的人数更多,于是开始逃跑。
εἶθʼ ὁ μὲν Ἀγαθοκλῆς διώξας αὐτοὺς μέχρι τινὸς καὶ τοῦ φονεύειν ἀποσχόμενος διεπέμψατο πρὸς τοὺς ἡττημένους, ἀξιῶν παύσασθαι μὲν τῆς διαφορᾶς, καταπορευθῆναι δʼ εἰς τὰς πατρίδας· εἰληφέναι γὰρ αὐτοὺς πεῖραν τοῦ μηδέποτʼ ἂν δύνασθαι περιγενέσθαι τοὺς φυγάδας ἀγωνιζομένους πρὸς αὐτόν, ὅτε καὶ νῦν πολλαπλασίους ὄντας αὐτοὺς ἡττῆσθαι.
随后,阿加托克利斯将他们追击到一定距离,便停止了杀戮,派人向战败者传话,要求他们停止争端,返回各自的祖国;因为他们已经得到了教训,即流亡者在与他交战时绝不可能获胜,毕竟就在刚才,即使他们的人数是他的数倍,也依然被击败了。
§20.89.4τῶν δὲ φυγάδων οἱ μὲν ἱππεῖς ἅπαντες ἀπὸ τῆς φυγῆς διεσώθησαν εἰς Ἄμβικας χωρίον, τῶν δὲ πεζῶν ἔνιοι μὲν νυκτὸς ἐπιγενομένης διέδρασαν, οἱ δὲ πλείους καταλαβόμενοι λόφον καὶ τὴν μὲν ἐκ τοῦ διαγωνίζεσθαι νίκην ἀπελπίσαντες, ἐπιθυμοῦντες δὲ συγγενῶν καὶ φίλων καὶ πατρίδος καὶ τῶν ἐν ταύτῃ καλῶν διελύσαντο πρὸς Ἀγαθοκλέα.
在流亡者中,所有的骑兵都从败退中逃脱,安全抵达一个叫作安比克斯的地方;而在步兵中,有些人趁着夜幕降临逃走,但大多数人占领了一座山丘,对继续战斗获得胜利感到绝望,并渴望亲人、朋友、祖国以及其中的美好生活,于是与阿加托克利斯达成了和解。
§20.89.5λαβόντων οὖν αὐτῶν πίστεις καὶ καταβάντων ἀπό τινος ἐρυμνοῦ λόφου τὰ μὲν ὅπλα παρείλετο, τὴν δὲ δύναμιν περιστήσας ἅπαντας κατηκόντισεν, ὄντας περὶ ἑπτακισχιλίους, ὡς Τίμαιός φησιν, ὡς δʼ ἔνιοι γράφουσιν, εἰς τετρακισχιλίους·
于是,在他们获得保证并从一座险要的山丘上走下来后,阿加托克利斯解除了他们的武装,用自己的军队包围了他们,并将他们全部用标枪射杀。 根据提麦奥斯的说法,他们约有七千人,而据一些人所写,则为四千人。
§20.89.6ἀεὶ γὰρ ὁ τύραννος οὗτος πίστεως μὲν καὶ τῶν ὅρκων κατεφρόνει, τὴν δʼ ἰδίαν ἰσχὺν οὐκ ἐκ τῆς περὶ αὐτὸν δυνάμεως, ἀλλʼ ἐκ τῆς τῶν ὑποτεταγμένων ἀσθενείας περιεποιεῖτο, πλεῖον δεδοικὼς τοὺς συμμάχους ἢ τοὺς πολεμίους.
因为这个僭主总是蔑视信义和誓言,他建立自己的力量并非依靠自己周围的实力,而是依靠被统治者的软弱,他害怕盟友甚于害怕敌人。