§20.88.1Δημήτριος δὲ περὶ τὴν ἐπισκευὴν τῶν μηχανῶν καὶ τῶν πλοίων ἡμέρας ἑπτὰ γενόμενος καὶ πάντα τὰ πρὸς τὴν πολιορκίαν παρασκευασάμενος πάλιν ἐπέπλευσε τῷ λιμένι· πᾶσα γὰρ ἦν ἡ σπουδὴ περὶ τὸ κρατῆσαι τούτου καὶ τῆς σιτοπομπείας ἀποκλεῖσαι τοὺς κατὰ τὴν πόλιν.
德米特里乌斯在修理机器和船只上花了七天时间,并准备好了围攻所需的一切,随后再次向港口进发;因为他的全部精力都放在控制港口并切断城内人们的粮食运送上。
§20.88.2γενόμενος δʼ ἐντὸς βέλους τοῖς μὲν πυρφόροις πολλοῖς οὖσιν εἰς τὰ διωρμισμένα πλοῖα τῶν Ῥοδίων ἐνέβαλε, τοῖς δὲ πετροβόλοις τὰ τείχη διέσεισε, τοῖς δʼ ὀξυβελέσι τὰ φαινόμενα τῶν σωμάτων κατετίτρωσκε.
进入射程之内后,他用许多火矢射向罗得斯人停泊的船只,用投石机震摇城墙,并用弩炮射伤露出身体的敌人。
§20.88.3συνεχοῦς οὖν καὶ καταπληκτικῆς γενομένης τῆς προσβολῆς οἱ μὲν παρὰ τοῖς Ῥοδίοις ναύκληροι διαγωνιάσαντες περὶ τῶν πλοίων κατέσβεσαν τοὺς πυρφόρους, οἱ δὲ πρυτάνεις κινδυνεύοντος ἁλῶναι τοῦ λιμένος παρεκάλεσαν τοὺς ἀρίστους τῶν πολιτῶν τὸν ὑπὲρ τῆς κοινῆς σωτηρίας ὑπομεῖναι κίνδυνον.
因此,由于进攻持续不断且令人胆战心惊,罗得斯一方的船主们极度担心自己的船只,合力扑灭了火矢,而执政官们因港口面临失陷的危险,便召集最优秀的公民,促请他们为了共同的安全而甘冒危险。
§20.88.4πολλῶν οὖν προθύμως ὑπακουόντων τρεῖς ναῦς τὰς κρατίστας ἐπλήρωσαν ἐπιλέκτων ἀνδρῶν, οἷς παρήγγειλαν πειρᾶσθαι τοῖς ἐμβόλοις βυθίσαι τὰ πλοῖα τὰ τὰς μηχανὰς κομίζοντα τῶν πολεμίων.
由于许多人积极响应,他们用精选的壮士配备了三艘最强壮的船只,并命令他们设法用船首冲角击沉运载敌军机器的船只。
§20.88.5οὗτοι μὲν οὖν, καίπερ πολλῶν ἐπʼ αὐτοὺς φερομένων βελῶν, ὠσάμενοι τὸ μὲν πρῶτον τὸν σεσιδηρωμένον χάρακα διέσπασαν, τοῖς δὲ πλοίοις πολλὰς ἐμβολὰς δόντες καὶ θαλάττης αὐτὰ πληρώσαντες δύο μὲν τῶν μηχανῶν κατέβαλον, τῆς δὲ τρίτης ὑπὸ τῶν περὶ τὸν Δημήτριον εἰς τοὐπίσω τοῖς ῥύμασιν ἑλκομένης οἱ μὲν Ῥόδιοι θαρρήσαντες τοῖς κατωρθωμένοις θρασύτερον τοῦ καθήκοντος προέπιπτον εἰς τὸν κίνδυνον.
于是,这些人虽然有许多飞弹向他们袭来,仍奋力向前,首先冲破了装有铁皮的栅栏,随后用冲角多次撞击敌船,使其灌满海水,并击倒了其中两台机器。 然而,当第三台机器被德米特里乌斯的手下用缆绳向后拖回时,罗得斯人因取得的成功而备受鼓舞,便超越本分地冒险向前冲去。
§20.88.6διὸ πολλῶν αὐτοῖς καὶ μεγάλων νεῶν περιχυθεισῶν καὶ τοῖς ἐμβόλοις πολλὰ μέρη τῶν τοίχων ἀναρρηττουσῶν ὁ μὲν ναύαρχος Ἐξήκεστος καὶ ὁ τριήραρχος καί τινες ἄλλοι κατατραυματισθέντες ἥλωσαν, τοῦ δʼ ἄλλου πλήθους ἐκκολυμβήσαντος καὶ διανηξαμένου πρὸς τοὺς ἰδίους μία μὲν τῶν νεῶν ὑποχείριος ἐγένετο τοῖς περὶ τὸν Δημήτριον, αἱ δʼ ἄλλαι διέφυγον τὸν κίνδυνον.
因此,许多高大的船只将他们包围,并用冲角撞破了船身的多处。 海军指挥官埃克塞克斯托斯、三列桨战船船长以及其他一些人重伤被俘。 其余的人则跳水游回己方阵营。 三艘船中有一艘落入德米特里乌斯手下之手,其余的则脱离了危险。
§20.88.7τοιαύτης οὖν γενομένης τῆς ναυμαχίας ὁ μὲν Δημήτριος ἄλλην μηχανὴν κατεσκεύασε τριπλασίαν τῷ ὕψει καὶ πλάτει τῆς πρότερον, προσάγοντος δʼ αὐτὴν πρὸς τὸν λιμένα νότος ἐκνεφίας ἐπιγενόμενος τὰ μὲν ὁρμοῦντα τῶν πλοίων συνέκλυσε, τὴν δὲ μηχανὴν κατέβαλε.
经过这样的一场海战,德米特里乌斯建造了另一台高度和宽度均是先前三倍的机器。 然而,当他正将其移向港口时,突然刮起了一阵猛烈的南风风暴,击碎了停泊的船只,并击倒了这台机器。
καθʼ ὃν δὴ χρόνον οἱ Ῥόδιοι τῷ καιρῷ δεξιῶς χρησάμενοι πύλην ἀνοίξαντες ἐπέθεντο τοῖς τὸ χῶμα κατειληφόσι.
恰在此时,罗得斯人巧妙地利用了这一良机,打开城门,向占领了突堤的敌军发起进攻。
§20.88.8γενομένης δὲ μάχης ἐπὶ πολὺν χρόνον ἰσχυρᾶς καὶ τοῦ μὲν Δημητρίου διὰ τὸν χειμῶνα μὴ δυναμένου βοηθῆσαι, τῶν δὲ Ῥοδίων ἐκ διαδοχῆς ἀγωνιζομένων ἠναγκάσθησαν οἱ τοῦ βασιλέως ἀποθέμενοι τὰ ὅπλα παραδοῦναι σφᾶς αὐτούς, ὄντες σχεδὸν τετρακόσιοι.
战斗持续了很长时间,非常激烈,由于风暴,德米特里乌斯无法派兵增援,而罗得斯人轮番作战,国王的士兵们被迫缴械投降,人数大约有四百人。
§20.88.9τούτων δὲ τῶν προτερημάτων γενομένων τοῖς Ῥοδίοις κατέπλευσαν τῇ πόλει σύμμαχοι παρὰ μὲν Κνωσσίων ἑκατὸν πεντήκοντα, παρὰ δὲ Πτολεμαίου πλείους τῶν πεντακοσίων, ὧν ἦσάν τινες Ῥόδιοι μισθοφοροῦντες παρὰ τῷ βασιλεῖ.
在罗得斯人取得这些胜利时,盟国援军乘船抵达该城:克诺索斯人派来一百五十人,托勒密派来五百多人,其中有一些是在这位国王手下当雇佣兵的罗得斯人。
καὶ τὰ μὲν περὶ τὴν ἐν Ῥόδῳ πολιορκίαν ἐν τούτοις ἦν.
罗得斯的围城战况便处于这种状态。