§20.89.1κατὰ δὲ τὴν Σικελίαν Ἀγαθοκλῆς οὐ δυνάμενος διαλύσασθαι πρὸς τοὺς περὶ Δεινοκράτην φυγάδας ἀνέζευξεν ἐπʼ αὐτοὺς μεθʼ ἧς εἶχε δυνάμεως, νομίζων ἀναγκαῖον ὑπάρχειν αὐτῷ διακινδυνεύειν καὶ παραβάλλεσθαι περὶ τῶν ὅλων.
シケリアにおいては、アガトクレスはデイノクラテスの率いる亡命者たちと和解することができず、すべてを賭けて危険を冒すことが自分にとって必要であると考え、手元にあった軍勢を率いて彼らに向けて出発した。
συνηκολούθουν δʼ αὐτῷ πεζοὶ μὲν οὐ πλείους τῶν πεντακισχιλίων, ἱππεῖς δὲ εἰς ὀκτακοσίους.
彼に従う者は歩兵が5000人以下、騎兵が約800人であった。
§20.89.2οἱ δὲ περὶ Δεινοκράτην φυγάδες ὁρῶντες τὴν τῶν πολεμίων ὁρμὴν ἄσμενοι κατήντησαν εἰς τὴν μάχην, ὄντες πολλαπλάσιοι·
デイノクラテスの率いる亡命者たちは、敵の急襲を見て喜んで戦闘に臨んだが、それは彼らの数が何倍も多かったからである。
πεζοὶ μὲν γὰρ ὑπῆρχον πλείους τῶν δισμυρίων καὶ πεντακισχιλίων, ἱππεῖς δʼ οὐκ ἐλάττους τρισχιλίων.
実際、歩兵は2万5000人以上、騎兵は3000人を下らなかった。
ἀντιστρατοπεδευσάντων δʼ αὐτῶν περὶ τὸ καλούμενον Τόργιον καὶ μετὰ ταῦτα παραταξαμένων ἐπʼ ὀλίγον μὲν χρόνον συνέστη καρτερὰ μάχη διὰ τὰς ἀμφοτέρων προθυμίας·
彼らがトルギオンと呼ばれる場所の周辺に互いに陣を張り、その後、戦列を整えると、双方の熱意のために、短時間は激しい戦闘が繰り広げられた。
μετὰ δὲ ταῦτα τῶν πρὸς τὸν Δεινοκράτην διαφερομένων τινές, ὄντες πλείους τῶν δισχιλίων, μετεβάλοντο πρὸς τὸν τύραννον καὶ τοῖς φυγάσιν αἴτιοι κατέστησαν τῆς ἥττης.
しかしその後、デイノクラテスと対立していた者たちの一部、その数2000人以上の者が僭主に寝返り、亡命者たちにとって敗北の原因となった。
§20.89.3οἱ μὲν γὰρ μετʼ Ἀγαθοκλέους ὄντες πολὺ μᾶλλον ἐθάρρησαν, οἱ δὲ Δεινοκράτει συναγωνιζόμενοι κατεπλάγησαν καὶ νομίσαντες πλείους εἶναι τοὺς ἀφισταμένους πρὸς φυγὴν ὥρμησαν.
なぜなら、アガトクレスとともにいた者たちははるかに勇気づけられ、他方、デイノクラテスとともに戦っていた者たちは驚愕し、寝返った者たちがより多数であると考えて逃走に走ったからである。
εἶθʼ ὁ μὲν Ἀγαθοκλῆς διώξας αὐτοὺς μέχρι τινὸς καὶ τοῦ φονεύειν ἀποσχόμενος διεπέμψατο πρὸς τοὺς ἡττημένους, ἀξιῶν παύσασθαι μὲν τῆς διαφορᾶς, καταπορευθῆναι δʼ εἰς τὰς πατρίδας·
その後、アガトクレスはある程度まで彼らを追撃したが、殺戮を控え、敗者たちに使者を送って、争いをやめてそれぞれの祖国へ帰還するよう求めた。
εἰληφέναι γὰρ αὐτοὺς πεῖραν τοῦ μηδέποτʼ ἂν δύνασθαι περιγενέσθαι τοὺς φυγάδας ἀγωνιζομένους πρὸς αὐτόν, ὅτε καὶ νῦν πολλαπλασίους ὄντας αὐτοὺς ἡττῆσθαι.
というのも、亡命者たちが彼に立ち向かって戦っても決して打ち勝つことはできないという試練を彼らは得たからであり、まさに今でさえ、何倍もの数であったのに彼らが敗北したからである。
§20.89.4τῶν δὲ φυγάδων οἱ μὲν ἱππεῖς ἅπαντες ἀπὸ τῆς φυγῆς διεσώθησαν εἰς Ἄμβικας χωρίον, τῶν δὲ πεζῶν ἔνιοι μὲν νυκτὸς ἐπιγενομένης διέδρασαν, οἱ δὲ πλείους καταλαβόμενοι λόφον καὶ τὴν μὲν ἐκ τοῦ διαγωνίζεσθαι νίκην ἀπελπίσαντες, ἐπιθυμοῦντες δὲ συγγενῶν καὶ φίλων καὶ πατρίδος καὶ τῶν ἐν ταύτῃ καλῶν διελύσαντο πρὸς Ἀγαθοκλέα.
亡命者のうち、騎兵は全員が逃走してアンビカスという場所に逃れ、歩兵のうち一部は夜が訪れると逃げ去ったが、大部分の者は丘を占拠し、戦い続けることによる勝利を諦め、親族や友人、祖国、およびそこでの快適な暮らしを渇望して、アガトクレスと和解した。
§20.89.5λαβόντων οὖν αὐτῶν πίστεις καὶ καταβάντων ἀπό τινος ἐρυμνοῦ λόφου τὰ μὲν ὅπλα παρείλετο, τὴν δὲ δύναμιν περιστήσας ἅπαντας κατηκόντισεν, ὄντας περὶ ἑπτακισχιλίους, ὡς Τίμαιός φησιν, ὡς δʼ ἔνιοι γράφουσιν, εἰς τετρακισχιλίους·
そこで、彼らが保証を受け、険しい丘から下りてくると、彼はその武器を取り上げ、自らの軍勢を周囲に取り囲ませて、全員を投げ槍で殺害した。 その数は、ティマイオスが言うには約7000人、一部の者が書くところによれば4000人であった。
§20.89.6ἀεὶ γὰρ ὁ τύραννος οὗτος πίστεως μὲν καὶ τῶν ὅρκων κατεφρόνει, τὴν δʼ ἰδίαν ἰσχὺν οὐκ ἐκ τῆς περὶ αὐτὸν δυνάμεως, ἀλλʼ ἐκ τῆς τῶν ὑποτεταγμένων ἀσθενείας περιεποιεῖτο, πλεῖον δεδοικὼς τοὺς συμμάχους ἢ τοὺς πολεμίους.
というのも、この僭主は常に信義や誓いを軽蔑しており、敵よりも味方を多く恐れ、自らの強さを自らの周囲の軍勢からではなく、支配下にある人々の弱さから獲得していたからである。