Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.90.1-20.90.4

德米诺克拉特斯归顺与罗马人的胜利

第 278 段,共 301 段 · 希腊语

内容简介

阿加托克利斯与德米诺克拉特斯和解并任命其为将军,而德米诺克拉特斯背叛盟友,将城市献给阿加托克利斯。同时在意大利,罗马人击败了佩利尼人和萨姆奈特人,收复了被占领的盟友城市。

§20.90.1τὴν δὲ ἀντιτεταγμένην δύναμιν οὕτω διαφθείρας προσεδέξατο τοὺς ὑπολελειμμένους τῶν φυγάδων καὶ πρὸς Δεινοκράτην διαλυθεὶς στρατηγὸν αὐτὸν μέρους τῆς δυνάμεως ἀπέδειξε καὶ διετέλεσε πιστεύων τὰ μέγιστα.
在如此消灭了敌对势力之后,他接纳了剩余的流亡者,并与德米诺克拉特斯达成和解,任命他为部分军队的将军,且在最重大的事务上一直信任他。
θαυμάσειε δʼ ἄν τις ἐν τούτοις τὸν Ἀγαθοκλέα, πῶς πρὸς ἅπαντας ὑπόπτως ἔχων καὶ μηδέποτε μηδενὶ βεβαίως πιστεύσας πρὸς μόνον Δεινοκράτην διετήρησε τὴν φιλίαν μέχρι τελευτῆς.
在这点上,人们可能会对阿加托克利斯感到惊异,他是如何对所有人抱有怀疑、从未坚定信任过任何人,却唯独对德米诺克拉特斯将友谊维持到了生命终点。
§20.90.2ὁ δὲ Δεινοκράτην προδοὺς τοὺς συμμάχους τὸν μὲν Πασίφιλον ἐν τῇ Γέλᾳ συναρπάσας ἀπέκτεινεν, τὰ δὲ φρούρια καὶ τὰς πόλεις ἐνεχείρισεν Ἀγαθοκλεῖ, διετῆ χρόνον ἀναλώσας εἰς τὴν τῶν πολεμίων παράθεσιν.
然而,德米诺克拉特斯背叛了他的盟友,在杰拉逮捕了帕西菲洛斯并将其杀死,把要塞和城市交给了阿加托克利斯,他为此与敌人对峙耗费了两年的时间。
§20.90.3κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι μὲν Παλιγνοὺς καταπολεμήσαντες τὴν χώραν ἀφείλοντο καί τισι τῶν δοξάντων τὰ Ῥωμαίων πεφρονηκέναι μετέδωκαν τῆς πολιτείας.
在意大利,罗马人击败了佩利尼人并夺取了他们的领土,将公民权赋予了部分被认为支持罗马事业的人。
μετὰ δὲ ταῦτα Σαμνιτῶν τὴν Φαλερνῖτιν πορθούντων ἀνέζευξαν ἐπʼ αὐτοὺς οἱ ὕπατοι καὶ γενομένης παρατάξεως προετέρησαν οἱ Ῥωμαῖοι.
此后,当萨姆奈特人掠夺法莱尔努斯地区时,执政官们向他们进军,在展开的交战中,罗马人占了上风。
§20.90.4σημείας μὲν οὖν εἷλον εἴκοσι, στρατιώτας δʼ ἐζώγρησαν ὑπὲρ τοὺς δισχιλίους.
因此,他们夺取了二十面军旗,并生擒了两千多名士兵。
τῶν δʼ ὑπάτων εὐθὺς ἑλόντων πόλιν Βῶλαν Γέλλιος Γάιος ὁ τῶν Σαμνιτῶν ἡγεμὼν ἐφάνη μετὰ στρατιωτῶν ἑξακισχιλίων.
在执政官们随即夺取波拉城后,萨姆奈特人的领袖盖乌斯·杰利乌斯率领六千名士兵出现。
γενομένης δὲ μάχης ἰσχυρᾶς αὐτός τε ὁ Γέλλιος ἑάλω καὶ τῶν ἄλλων Σαμνιτῶν οἱ πλεῖστοι μὲν κατεκόπησαν, τινὲς δὲ καὶ ζῶντες συνελήφθησαν.
在展开的一场激战中,杰利乌斯本人被俘,其他萨姆奈特人中大多数被斩杀,也有一些人被活捉。
οἱ δʼ ὕπατοι τοιούτοις προτερήμασι χρησάμενοι τῶν συμμαχίδων πόλεων τὰς ἁλούσας ἀνεκτήσαντο, Σώραν, Ἁρπίναν καὶ Σερεννίαν.
执政官们凭借这些胜利,夺回了被占领的盟友城市:索拉、阿尔皮纳和塞伦尼亚。

词汇与语法注释

  1. 20.90.1θαυμάσειε δʼ ἄν τις — 希求法(θαυμάσειε)与虚词 ἄν 连用,构成潜在希求法,意为“有人可能会感到惊异”或“任谁都会赞叹”。
  2. 20.90.2Δεινοκράτην — 抄本中为宾格 Δεινοκράτην,但在语境中它应被理解为与分词 προδοὺς 一致的主格 Δεινοκράτης(接在 ὁ δέ 之后)。如果是宾格,他将成为被背叛的对象,但从上下文来看,背叛盟友(τοὺς συμμάχους)并将要塞交出的人正是德米诺克拉特斯本人。
  3. 20.90.3τὰ Ῥωμαίων πεφρονηκέναι — 不定式 πεφρονηκέναι(源自 φρονέω)与中性复数宾格 τὰ 罗马人(τὰ Ῥωμαίων)结合,是一个惯用表达,意为“站在罗马人一边”或“拥护罗马人的事业”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.90.1-20.90.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.90.1-20.90.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。