Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.87.1-20.87.4

德米特里乌斯总攻与罗得斯城墙防守

第 275 段,共 301 段 · 希腊语

内容简介

德米特里乌斯发起了为期八天的猛烈围攻,一度占领了部分横断城墙,但在罗得斯人顽强的死守下被击退并遭受重创,被迫暂时撤回港口以修补受损的船只和攻城机器。

§20.87.1τοιαύτην δὲ τὴν πολιορκίαν ποιησάμενος ἐφʼ ἡμέρας ὀκτὼ τὰς μὲν μηχανὰς τὰς ἐπὶ τοῦ χώματος τοῖς ταλαντιαίοις πετροβόλοις συνέτριψε, τοῦ δὲ διατειχίσματος τὸ μεσοπύργιον σὺν αὐτοῖς τοῖς πύργοις διέσεισεν.
德米特里乌斯在以这种方式进行了八天的围攻之后,用能发射一塔兰特重石头的投石机摧毁了突堤上的机器,并将横断城墙的塔间墙连同塔楼本身一起震摇。
κατελάβοντο δὲ καὶ τῶν στρατιωτῶν τινες μέρος τοῦ παρὰ τὸν λιμένα διατειχίσματος· ἐφʼ οὓς συστραφέντες οἱ Ῥόδιοι μάχην συνῆψαν καὶ πολλαπλάσιοι γενόμενοι τοὺς μὲν ἀνεῖλον, τοὺς δʼ ἐπανελθεῖν εἰς τοὐπίσω συνηνάγκασαν·
一些士兵还占领了港口沿线横断城墙的一部分;罗得斯人纠集起来对他们发起战斗,并且由于人数多出数倍,他们杀死了一些人,迫使另一些人向后退却。
συνήργει δὲ τοῖς ἐκ τῆς πόλεως ἡ τοῦ παρὰ τὸ τεῖχος τόπου τραχύτης, πολλῶν καὶ μεγάλων πετρῶν κατὰ τὸ συνεχὲς κειμένων παρὰ τὴν οἰκοδομὴν ἔξω τοῦ τείχους.
城墙外侧沿建筑连续堆放着许多巨大的石头,因此城墙沿线地势的险峻也协助了城内的人们。
§20.87.2τῶν δὲ τοὺς στρατιώτας τούτους κομισάντων σκαφῶν οὐκ ὀλίγων διὰ τὴν ἀγωνίαν ἐποκειλάντων οἱ Ῥόδιοι ταχέως τὰ μὲν ἀκροστόλια περιέσπασαν, ὕλην δὲ ξηρὰν καὶ δᾷδας ταῖς ναυσὶν ἐνέντες ἐνέπρησαν.
在运送这些士兵的不少小船因战斗混乱而搁浅时,罗得斯人迅速拆下了船首饰物,并在船内投入干木柴和松脂薪,将其付之一炬。
τούτων δὲ περὶ ταῦτʼ ὄντων οἱ μὲν τοῦ Δημητρίου στρατιῶται πανταχοῦ περιπλέοντες κλίμακας προσέφερον τοῖς τείχεσι καὶ βιαιότερον ἐνέκειντο, συναγωνιζομένων καὶ τῶν ἀπὸ τῆς γῆς πανταχόθεν καὶ συναλαλαζόντων.
在他们忙于这些事情时,德米特里乌斯的士兵们在各处巡航,将梯子搭上城墙,更加猛烈地进攻,同时陆上的人们也从四面八方共同战斗并一起发出呐喊。
§20.87.3ἔνθα δὴ πολλῶν παραβόλως κινδυνευσάντων καὶ συχνῶν ἀναβάντων ἐπὶ τὰ τείχη συνίστατο καρτερὰ μάχη, τῶν μὲν ἔξωθεν βιαζομένων, τῶν δʼ ἐκ τῆς πόλεως ἀθρόων παραβοηθούντων.
当时,由于许多人孤注一掷地冒险,并且有许多人登上了城墙,双方展开了激烈的战斗,外侧的人强行突入,而城内的人则成群结队地前来增援。
τέλος δὲ τῶν Ῥοδίων ἐκθύμως ἀγωνιζομένων οἱ μὲν ἔπεσον τῶν προσαναβάντων, οἱ δὲ κατατραυματισθέντες ἑάλωσαν, ἐν οἷς ἦσάν τινες καὶ τῶν ἐπιφανεστάτων ἡγεμόνων.
最终,在罗得斯人竭力拼搏下,登上城墙的人中有的战死,有的受重伤被俘,其中也包括一些最显赫的将领。
§20.87.4τοιούτων δὲ γενομένων τοῖς ἔξωθεν ἐλαττωμάτων ὁ μὲν Δημήτριος ἀπεκόμισε τὰς μηχανὰς εἰς τὸν ἴδιον λιμένα καὶ τὰ πεπονηκότα τῶν πλοίων καὶ μηχανῶν ἐπεσκεύασεν, οἱ δὲ Ῥόδιοι τοὺς μὲν τελευτήσαντας τῶν πολιτῶν ἔθαψαν, τὰ δὲ ὅπλα τῶν πολεμίων καὶ τὰ ἀκροστόλια τοῖς θεοῖς ἀνέθηκαν, τὰ δὲ διὰ τῶν πετροβόλων πεπτωκότα τῶν τειχῶν ἀνῳκοδόμουν.
外侧的人遭受了这样的挫折后,德米特里乌斯将机器运回了自己的港口,并修理了受损的船只和机器。 而罗得斯人则埋葬了阵亡的公民,将敌人的武器和船首饰物献给神明,并重建了因投石机轰击而倒塌的城墙部分。

词汇与语法注释

  1. 20.87.1τοιαύτην δὲ τὴν πολιορκίαν ποιησάμενος — 分词 ποιησάμενος(进行)的逻辑主语与主句动词 συνέτριψε(摧毁)的主语相同,即上下文中的德米特里乌斯。
  2. 20.87.1τοῖς ἐκ τῆς πόλεως — 意为“来自城里的人”。介词短语 ἐκ τῆς πόλεως(从城里)通过与格定冠词 τοῖς 名词化,并作为动词 συνήργει(协助)的与格补足语。
  3. 20.87.2τῶν δὲ τοὺς στρατιώτας τούτους κομισάντων σκαφῶν οὐκ ὀλίγων ... ἐποκειλάντων — 属格绝对构文。主语是 σκαφῶν(小船),与 οὐκ ὀλίγων(不少)一致。前面的修饰短语 τοὺς στρατιώτας τούτους κομισάντων(运送这些士兵的)用于限定 σκαφῶν。
  4. 20.87.4τοῖς ἔξωθεν — 指“外侧的人”,即包围方德米特里乌斯的军队。作为与格名词,它在句中起到了与名词 ἐλαττωμάτων(挫折)相关的影响与格(dative of disadvantage)的作用。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.87.1-20.87.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.87.1-20.87.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。