Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.86.1-20.86.4

德米特里乌斯占领大港突堤与火船迎击

第 274 段,共 301 段 · 希腊语

内容简介

德米特里乌斯奇袭并占领了大港突堤的末端,摧毁了港口的城墙,并与罗得斯军展开激烈交战。罗得斯军用火船反击但被击退。

§20.86.1ἀμφοτέρων δὲ τοῦτον τὸν τρόπον παρεσκευασμένων ὁ Δημήτριος τὸ μὲν πρῶτον ἐπιβαλόμενος προσάγειν τὰς μηχανὰς τοῖς λιμέσιν ἐκωλύθη κλύδωνος ἐπιγενομένου τραχυτέρου· μετὰ δὲ ταῦτα νυκτὸς εὐδίας λαβόμενος ἔλαθε παραπλεύσας καὶ καταλαβόμενος ἄκρον τὸ χῶμα τοῦ μεγάλου λιμένος εὐθὺς περιεχαράκωσε τὸν τόπον καὶ διέφραξε θυρώμασι καὶ πέτροις, ἐξεβίβασε δʼ εἰς αὐτὸν στρατιώτας τετρακοσίους καὶ βελῶν πλῆθος παντοδαπῶν, ἀπέχοντος ἀπὸ τῶν τειχῶν τοῦ τόπου τούτου πέντε πλέθρα.
当双方以这种方式做好准备后,德米特里乌斯起初企图将攻城机器推进到港口,但因风浪变得更加汹涌而受阻;此后,他趁着晴朗的夜色,在未被发觉的情况下沿岸航行,占领了大港突堤的末端,并立即用木栅围起该地,用门板和石头将其封堵;他又在此处登陆了四百名士兵和大量各种投射武器,该地距离城墙有五普勒特拉。
§20.86.2ἔπειθʼ ἡμέρας γενομένης παρεκόμισε τὰς μηχανὰς εἰς τὸν λιμένα μετὰ σάλπιγγος καὶ κραυγῆς ταὶ τοῖς μὲν ἐλάττοσιν ὀξυβελέσι μακρὰν φερομένοις ἀνεῖργε τοὺς ἐργαζομένους τὸ παρὰ τὸν λιμένα τεῖχος, τοῖς δὲ πετροβόλοις τάς τε μηχανὰς τῶν πολεμίων καὶ τὸ διὰ τοῦ χώματος τεῖχος τῇ μὲν διέσεισε, τῇ δὲ κατέβαλεν, ἀσθενὲς ὑπάρχον καὶ ταπεινὸν ἐκείνοις τοῖς καιροῖς.
随后,天亮时,他伴着军号和呼喊声将攻城机器运入港口,并用射程较远的较小射矢机击退了那些在港口沿线修筑城墙的人,同时用投石机将敌人的机器和突堤上的城墙在一处震摇,在另一处击毁,因为这些城墙在当时既脆弱又矮小。
§20.86.3ἀμυνομένων δὲ καὶ τῶν ἐκ τῆς πόλεως εὐρώστως τότε μὲν ὅλην τὴν ἡμέραν διετέλεσαν ἀμφότεροι πολλὰ κακὰ καὶ δρῶντες καὶ πάσχοντες· τῆς δὲ νυκτὸς ἤδη καταλαμβανούσης ὁ μὲν Δημήτριος ταῖς ῥυμουλκούσαις ναυσὶν ἀπήγαγε τὰς μηχανὰς πάλιν ἔξω βέλους· οἱ δὲ Ῥόδιοι ξηρᾶς ὕλης καὶ δᾳδὸς ἀκάτια πληρώσαντες καὶ πῦρ ἐνθέμενοι τὸ μὲν πρῶτον ἐπιδιώξαντες προσέπλεον ταῖς μηχαναῖς ταῖς τῶν πολεμίων καὶ τὴν ὕλην ὑφῆψαν, μετὰ δὲ ταῦτα τῷ πλωτῷ χάρακι καὶ τοῖς βέλεσιν ἀνειρχθέντες συνηναγκάσθησαν χωρεῖν εἰς τοὐπίσω.
在城内的人们也顽强抵抗的同时,双方在整天的时间里都在互相施加并承受着巨大的伤害;当夜幕已经降临时,德米特里乌斯用拖船将攻城机器再次撤回到射程之外;而罗得斯人则在小船上装满干木柴和松脂薪,并在其中放火,起初他们追击并驶向敌人的机器,引燃了那些材料,但随后因受到浮动障壁和投射武器的阻拦,被迫向后退却。
§20.86.4τῆς δὲ φλογὸς ἐπισχυούσης ὀλίγοι μὲν κατασβέσαντες ἐπανῆλθον σὺν τοῖς σκάφεσιν, οἱ πλεῖστοι δὲ καιομένων τῶν ἀκατίων ἐξεκολύμβησαν.
随着火势变强,少数人扑灭了火并带着船只返回,但大多数人因小船被烧毁而游泳逃生。
τῇ δʼ ὑστεραίᾳ κατὰ μὲν θάλατταν ὁ Δημήτριος παραπλησίαν ἐποιήσατο τὴν ἐπίθεσιν, κατὰ δὲ τὴν γῆν προσέταξεν ἅμα πανταχόθεν προσβάλλειν μετʼ ἀλαλαγμοῦ καὶ σάλπιγγος, ὅπως εἰς ἀγωνίαν καὶ φόβον ἀγάγῃ τοὺς Ῥοδίους, πολλῶν τῶν ἀντισπασμάτων ὄντων.
第二天,德米特里乌斯在海上发起了类似的攻击,在陆上则命令伴着呐喊和军号从四面八方同时发起进攻,以便在有诸多干扰因素的情况下,使罗得斯人陷入焦虑和恐惧之中。

词汇与语法注释

  1. §20.86.1ἔλαθε παραπλεύσας — 动词 λανθάνω (ἔλαθε) 与分词 παραπλεύσας 连用的惯用句式,表示“不为人知地做某事”或“悄悄地做某事”。此处意为“在未被发觉的情况下沿岸航行”。
  2. §20.86.1ἀπέχοντος ἀπὸ τῶν τειχῶν τοῦ τόπου τούτου πέντε πλέθρα — 独立属格(genitive absolute)结构,现在分词 ἀπέχοντος 的逻辑主语是其后的属格短语 τοῦ τόπου τούτου。
  3. §20.86.2ταὶ — 抄本中的 ταὶ 可能是连词 καὶ 或阴性复数与格关系代词 αἷς(先行词为前文的 μηχανάς)的笔误。现代校勘本通常将其修正为 καὶ,本译文亦将其作为连词“并且/而”来理解。
  4. §20.86.4πολλῶν τῶν ἀντισπασμάτων ὄντων — 独立属格结构。名词 ἀντισπάσματα(分心之事、干扰、分散注意力的事物)作主语,指因多路同时进攻导致罗得斯方面注意力被分散的局面。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.86.1-20.86.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.86.1-20.86.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。