Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §20.87.1-20.87.4

デメトリオスの総攻撃とロドス人の城壁防衛

275 / 301 箇所 · ギリシア語

要旨

デメトリオスは8日間の猛攻を仕掛け、一時的に城壁の一部を占拠するが、ロドス人の死力を尽くした防戦によって多大な損害を出して撃退され、一時撤退して兵器の修復を余儀なくされる。

§20.87.1τοιαύτην δὲ τὴν πολιορκίαν ποιησάμενος ἐφʼ ἡμέρας ὀκτὼ τὰς μὲν μηχανὰς τὰς ἐπὶ τοῦ χώματος τοῖς ταλαντιαίοις πετροβόλοις συνέτριψε, τοῦ δὲ διατειχίσματος τὸ μεσοπύργιον σὺν αὐτοῖς τοῖς πύργοις διέσεισεν.
デメトリオスは、このような包囲攻撃を8日間にわたって行った後、突堤の上の(敵の)兵器を、1タラントン重の石を投げる投石機によって粉砕し、横断城壁の塔間壁を、塔そのものとともに揺るがした。
κατελάβοντο δὲ καὶ τῶν στρατιωτῶν τινες μέρος τοῦ παρὰ τὸν λιμένα διατειχίσματος·
また、兵士たちのうちの一部は港沿いの横断城壁の一部分を占拠した。
ἐφʼ οὓς συστραφέντες οἱ Ῥόδιοι μάχην συνῆψαν καὶ πολλαπλάσιοι γενόμενοι τοὺς μὲν ἀνεῖλον, τοὺς δʼ ἐπανελθεῖν εἰς τοὐπίσω συνηνάγκασαν·
彼らに対してロドス人は結集して戦闘を仕掛け、数で遙かに上回っていたため、ある者たちを殺害し、他の者たちを後退せざるを得なくした。
συνήργει δὲ τοῖς ἐκ τῆς πόλεως ἡ τοῦ παρὰ τὸ τεῖχος τόπου τραχύτης, πολλῶν καὶ μεγάλων πετρῶν κατὰ τὸ συνεχὲς κειμένων παρὰ τὴν οἰκοδομὴν ἔξω τοῦ τείχους.
そして、城壁の外側の築造物の傍らに、多くの巨大な石が連続して置かれていたため、城壁沿いの場所の険しさが、都市から応戦する人々を助けた。
§20.87.2τῶν δὲ τοὺς στρατιώτας τούτους κομισάντων σκαφῶν οὐκ ὀλίγων διὰ τὴν ἀγωνίαν ἐποκειλάντων οἱ Ῥόδιοι ταχέως τὰ μὲν ἀκροστόλια περιέσπασαν, ὕλην δὲ ξηρὰν καὶ δᾷδας ταῖς ναυσὶν ἐνέντες ἐνέπρησαν.
これらの兵士たちを運んできた少なからぬ数の小型船が、戦闘の混乱のために座礁した際、ロドス人は素早く船首飾りを剥ぎ取り、乾燥した木材や薪を船の中に投げ入れて火を放った。
τούτων δὲ περὶ ταῦτʼ ὄντων οἱ μὲν τοῦ Δημητρίου στρατιῶται πανταχοῦ περιπλέοντες κλίμακας προσέφερον τοῖς τείχεσι καὶ βιαιότερον ἐνέκειντο, συναγωνιζομένων καὶ τῶν ἀπὸ τῆς γῆς πανταχόθεν καὶ συναλαλαζόντων.
彼らがこれらのことに追われている間に、デメトリオスの兵士たちは方々を巡航して城壁に梯子をかけ、より激しく攻め立てた。 その間、陸上からの者たちもまた四方からともに闘い、一斉に鬨の声を上げていた。
§20.87.3ἔνθα δὴ πολλῶν παραβόλως κινδυνευσάντων καὶ συχνῶν ἀναβάντων ἐπὶ τὰ τείχη συνίστατο καρτερὰ μάχη, τῶν μὲν ἔξωθεν βιαζομένων, τῶν δʼ ἐκ τῆς πόλεως ἀθρόων παραβοηθούντων.
その時、多くの者が無謀にも危険を冒し、少なからぬ者が城壁の上に登ったため、激しい戦闘が引き起こされた。 外側の人々が力ずくで押し寄せ、他方、都市からの人々が集団で救援に駆けつけた。
τέλος δὲ τῶν Ῥοδίων ἐκθύμως ἀγωνιζομένων οἱ μὲν ἔπεσον τῶν προσαναβάντων, οἱ δὲ κατατραυματισθέντες ἑάλωσαν, ἐν οἷς ἦσάν τινες καὶ τῶν ἐπιφανεστάτων ἡγεμόνων.
最終的には、ロドス人が命がけで戦ったため、登ってきた者たちのうちある者は戦死し、他の者は重傷を負って捕らえられた。 その中には、最も高名な将軍たちのうちの何人かも含まれていた。
§20.87.4τοιούτων δὲ γενομένων τοῖς ἔξωθεν ἐλαττωμάτων ὁ μὲν Δημήτριος ἀπεκόμισε τὰς μηχανὰς εἰς τὸν ἴδιον λιμένα καὶ τὰ πεπονηκότα τῶν πλοίων καὶ μηχανῶν ἐπεσκεύασεν, οἱ δὲ Ῥόδιοι τοὺς μὲν τελευτήσαντας τῶν πολιτῶν ἔθαψαν, τὰ δὲ ὅπλα τῶν πολεμίων καὶ τὰ ἀκροστόλια τοῖς θεοῖς ἀνέθηκαν, τὰ δὲ διὰ τῶν πετροβόλων πεπτωκότα τῶν τειχῶν ἀνῳκοδόμουν.
外側の人々にこのような敗北が生じたため、デメトリオスは兵器を自軍の港へと持ち帰り、損傷した船や兵器を修理した。 一方、ロドス人は亡くなった市民たちを埋葬し、敵の武器や船首飾りを神々に奉納し、投石機によって崩壊した城壁の部分を再建した。

語釈・文法注

  1. 20.87.1τοιαύτην δὲ τὴν πολιορκίαν ποιησάμενος — 主節の動詞 συνέτριψε(粉砕した)の主語と同様に、分詞 ποιησάμενος(行った)の意味上の主語は、文脈上デメトリオスである。
  2. 20.87.1τοῖς ἐκ τῆς πόλεως — 「都市からの人々」を意味する。前置詞句 ἐκ τῆς πόλεως(都市から)が、与格の定冠詞 τοῖς によって名詞化され、動詞 συνήργει(助けた)の与格補語となっている。
  3. 20.87.2τῶν δὲ τοὺς στρατιώτας τούτους κομισάντων σκαφῶν οὐκ ὀλίγων ... ἐποκειλάντων — 属格独立構文。主語は σκαφῶν(小型船)であり、これに οὐκ ὀλίγων(少なからぬ数)が一致している。先行する修飾句 τοὺς στρατιώτας τούτους κομισάντων(これらの兵士たちを運んできた)は σκαφῶν を限定している。
  4. 20.87.4τοῖς ἔξωθεν — 「外側の人々」、すなわち包囲側であるデメトリオスの軍勢を指す。与格名詞として ἐλαττωμάτων(敗北、挫折)の所有格的に機能している、あるいは影響の与格である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §20.87.1-20.87.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.87.1-20.87.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。