Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.85.1-20.85.4

德米特里乌斯的水上攻城器械与罗得港防卫

第 273 段,共 301 段 · 希腊语

内容简介

德米特里乌斯利用联结的货船建造了庞大的龟陵和四层木塔,并准备了浮动障壁和武装轻型船只来猛攻港口。罗得斯人则在突堤和货船上安置了各种投射兵器和射击平台,严阵以待。

§20.85.1πρὸς τὰς θέσεις τῶν ὀργάνων δὲ ὁ Δημήτριος ἄφθονον ἔχων ἁπάντων χορηγίαν ἤρξατο κατασκευάζειν δύο χελώνας, τὴν μὲν πρὸς τοὺς πετροβόλους, τὴν δὲ πρὸς τοὺς ὀξυβελεῖς, ἀμφοτέρας δὲ ταύτας ἐπὶ δύο πλοίων φορτηγῶν διαβεβηκυίας καὶ κατεζευγμένας, δύο δὲ πύργους τετραστέγους ὑπερέχοντας τοῖς ὕψεσι τῶν ἐπὶ τοῦ λιμένος πύργων, ἑκάτερον δὲ τούτων ἐπὶ δύο πλοίων ἴσον βεβηκότα καὶ κατειλημμένον, ὅπως ἐν τῷ προσάγειν ἡ στάσις ἑκατέρα τῶν πλευρῶν ἰσόρροπον ἔχῃ τὸ βάρος.
为了安置这些兵器,德米特里乌斯因拥有充沛的物资供应,开始建造两座龟陵,一座用于投石机,另一座用于射矢机,它们都跨越并固定在两艘货船上;他还建造了两座四层高的木塔,高度超过了港口上的塔楼,这两座木塔的每一座都同等地架设并固定在两艘船上,以便在推进时两边的承载能保持重量平衡。
§20.85.2κατεσκεύασε δὲ καὶ χάρακα πλωτὸν ἐπὶ τετραπέδων ξύλων καθηλωμένον, ὅπως προπλέων οὗτος κωλύῃ τοὺς πολεμίους ἐπιπλέοντας ἐμβολὰς διδόναι τοῖς φέρουσι τὰς μηχανὰς πλοίοις.
他还建造了一个钉在四英尺木材上的浮动障壁,以便让它在前方航行时,阻止来袭的敌军对运载机器的船只进行冲撞。
§20.85.3ἐν ὅσῳ δὲ ταῦτα τὴν συντέλειαν ἐλάμβανεν, ἀθροίσας τοὺς ἁδροτάτους τῶν λέμβων καὶ τούτους καταφράξας σανίσι καὶ θυρίδας κλειστὰς κατασκευάσας ἐνέθετο μὲν τῶν τρισπιθάμων ὀξυβελῶν τοὺς πορρωτάτω βάλλοντας καὶ τοὺς τούτοις κατὰ τρόπον χρησομένους, ἔτι δὲ τοξότας Κρῆτας, τὰς δὲ ναῦς προσαγαγὼν ἐντὸς βέλους κατετίτρωσκε τοὺς κατὰ τὴν πόλιν ὑψηλότερα τὰ παρὰ τὸν λιμένα τείχη κατασκευάζοντας.
在这些工作逐步完成期间,他召集了最坚固的轻型船只,用木板将其覆顶并装上可开闭的窗板,在其中配置了三掌宽射矢机中射程最远者和操作它们的人员,此外还有克里特弓箭手;他将这些船只推进到射程之内,不断击伤城内正在加高港口沿线城墙的人。
§20.85.4οἱ δὲ Ῥόδιοι θεωροῦντες τοῦ Δημητρίου τὴν πᾶσαν ἐπιβολὴν οὖσαν ἐπὶ τὸν λιμένα καὶ αὐτοὶ τὰ πρὸς τὴν ἀσφάλειαν τούτου παρεσκευάζοντο.
罗得斯人见德米特里乌斯的全部攻势都指向港口,他们自己也为港口的安全做好防范准备。
δύο μὲν οὖν ἔστησαν μηχανὰς ἐπὶ τοῦ χώματος, τρεῖς δʼ ἐπὶ φορτηγῶν πλοίων πλησίον τῶν κλείθρων τοῦ μικροῦ λιμένος· ἐν δὲ ταύταις ἔθηκαν πλῆθος ὀξυβελῶν καὶ πετροβόλων παντοίων τοῖς μεγέθεσιν, ὅπως, ἐάν τε ἀποβιβάζωσιν οἱ πολέμιοι πρὸς τὸ χῶμα στρατιώτας ἄν τε τὰς μηχανὰς προσάγωσι, διὰ τούτων αὐτοὺς εἴργεσθαι τῆς ἐπιβολῆς.
于是,他们在突堤上安置了两台机器,在小港口封锁线附近的货船上安置了三台;并在其上放置了大量各种尺寸的射矢机和投石机,以便无论是敌军在突堤上登陆战士,还是推进他们的攻城机器,都能通过这些武器阻止他们的进攻。
ἐπέστησαν δὲ καὶ τοῖς ὁρμοῦσι τῶν φορτηγῶν πλοίων ἐν τῷ λιμένι βελοστάσεις οἰκείας τοῖς ἐπιτίθεσθαι μέλλουσι καταπέλταις.
他们还在停泊于港内的货船上架设了适合即将安装的投石机的射击平台。

词汇与语法注释

  1. §20.85.1ἑκάτερον δὲ τούτων ἐπὶ δύο πλοίων ἴσον βεβηκότα καὶ κατειλημμένον — 短语 ἑκάτερον δὲ τούτων(它们中的每一个)作为前文复数宾格名词 δύο πύργους(两座塔)的部分同位语(apposition)。因此,分词 βεβηκότα(现在完成时主动分词阳性单数宾格)和 κατειλημμένον(现在完成时被动分词阳性单数宾格)在单数形式上与之保持一致。
  2. §20.85.3τῶν τρισπιθάμων ὀξυβελῶν τοὺς πορρωτάτω βάλλοντας — 属格短语 τῶν τρισπιθάμων ὀξυβελῶν(三掌宽的射矢机)是部分属格(partitive genitive),修饰动词 ἐνέθετο(载入)的直接宾语 τοὺς πορρωτάτω βάλλοντας(射程最远者)。
  3. §20.85.4ὅπως ... εἴργεσθαι — 在由表示目的的连词 ὅπως 引导的从句中,使用了不定式 εἴργεσθαι(现在时中动/被动不定式),而非通常预期的虚拟语气(或祈愿语气)。这是希腊化时期希腊语中,目的或结果连词后接不定式的典型用法。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.85.1-20.85.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.85.1-20.85.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。