Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §20.86.1-20.86.4

デメトリオスの大港突堤占領と火船の迎撃

274 / 301 箇所 · ギリシア語

要旨

デメトリオスは大港の突堤先端を急襲して占拠し、港の防壁を破壊してロドス軍と激しい攻防戦を展開する。ロドス軍は火船で反撃するが退けられる。

§20.86.1ἀμφοτέρων δὲ τοῦτον τὸν τρόπον παρεσκευασμένων ὁ Δημήτριος τὸ μὲν πρῶτον ἐπιβαλόμενος προσάγειν τὰς μηχανὰς τοῖς λιμέσιν ἐκωλύθη κλύδωνος ἐπιγενομένου τραχυτέρου·
両者がこのように準備を整えたところで、デメトリオスは、最初は港に兵器を近づけようと試みたものの、激しい荒波が生じたために妨げられた。
μετὰ δὲ ταῦτα νυκτὸς εὐδίας λαβόμενος ἔλαθε παραπλεύσας καὶ καταλαβόμενος ἄκρον τὸ χῶμα τοῦ μεγάλου λιμένος εὐθὺς περιεχαράκωσε τὸν τόπον καὶ διέφραξε θυρώμασι καὶ πέτροις, ἐξεβίβασε δʼ εἰς αὐτὸν στρατιώτας τετρακοσίους καὶ βελῶν πλῆθος παντοδαπῶν, ἀπέχοντος ἀπὸ τῶν τειχῶν τοῦ τόπου τούτου πέντε πλέθρα.
しかしその後、夜の穏やかな天候をとらえて、気づかれずに沿岸を航行し、大港の突堤の先端を占拠すると、直ちにその場所を柵で囲み、防壁門や石で封鎖した。 そして、そこへ400人の兵士とあらゆる種類の多数の投射兵器を上陸させた。 この場所は城壁から5プレトロン離れていた。
§20.86.2ἔπειθʼ ἡμέρας γενομένης παρεκόμισε τὰς μηχανὰς εἰς τὸν λιμένα μετὰ σάλπιγγος καὶ κραυγῆς ταὶ τοῖς μὲν ἐλάττοσιν ὀξυβελέσι μακρὰν φερομένοις ἀνεῖργε τοὺς ἐργαζομένους τὸ παρὰ τὸν λιμένα τεῖχος, τοῖς δὲ πετροβόλοις τάς τε μηχανὰς τῶν πολεμίων καὶ τὸ διὰ τοῦ χώματος τεῖχος τῇ μὲν διέσεισε, τῇ δὲ κατέβαλεν, ἀσθενὲς ὑπάρχον καὶ ταπεινὸν ἐκείνοις τοῖς καιροῖς.
その後、夜が明けると、彼はラッパの音と時の声とともに兵器を港へと運び入れ、遠くまで届く小型の射矢機によって港沿いの城壁を修復している人々を退け、他方、投石機によって敵の兵器や突堤沿いの城壁を、ある箇所では揺るがし、別の箇所では崩壊させた。 それらの城壁はその当時、脆弱で低かったからである。
§20.86.3ἀμυνομένων δὲ καὶ τῶν ἐκ τῆς πόλεως εὐρώστως τότε μὲν ὅλην τὴν ἡμέραν διετέλεσαν ἀμφότεροι πολλὰ κακὰ καὶ δρῶντες καὶ πάσχοντες·
都市からも力強く防衛する中で、その日は一日中、双方が互いに多くの危害を加え、また被りながら過ごした。
τῆς δὲ νυκτὸς ἤδη καταλαμβανούσης ὁ μὲν Δημήτριος ταῖς ῥυμουλκούσαις ναυσὶν ἀπήγαγε τὰς μηχανὰς πάλιν ἔξω βέλους·
すでに夜が近づいてくると、デメトリオスは牽引船によって兵器を再び射程の外へと退却させた。
οἱ δὲ Ῥόδιοι ξηρᾶς ὕλης καὶ δᾳδὸς ἀκάτια πληρώσαντες καὶ πῦρ ἐνθέμενοι τὸ μὲν πρῶτον ἐπιδιώξαντες προσέπλεον ταῖς μηχαναῖς ταῖς τῶν πολεμίων καὶ τὴν ὕλην ὑφῆψαν, μετὰ δὲ ταῦτα τῷ πλωτῷ χάρακι καὶ τοῖς βέλεσιν ἀνειρχθέντες συνηναγκάσθησαν χωρεῖν εἰς τοὐπίσω.
一方、ロドス人は小型船に乾燥した木材や松脂の多い薪を満載し、火を入れて、最初は追撃して敵の兵器に近づき、その資材に火を放ったが、その後、浮き障壁と投射兵器によって阻まれて、後退せざるを得なくなった。
§20.86.4τῆς δὲ φλογὸς ἐπισχυούσης ὀλίγοι μὲν κατασβέσαντες ἐπανῆλθον σὺν τοῖς σκάφεσιν, οἱ πλεῖστοι δὲ καιομένων τῶν ἀκατίων ἐξεκολύμβησαν.
火の勢いが強まる中、少数の者たちは消火して船とともに帰還したが、大部分の者は小型船が燃え上がったために泳いで脱出した。
τῇ δʼ ὑστεραίᾳ κατὰ μὲν θάλατταν ὁ Δημήτριος παραπλησίαν ἐποιήσατο τὴν ἐπίθεσιν, κατὰ δὲ τὴν γῆν προσέταξεν ἅμα πανταχόθεν προσβάλλειν μετʼ ἀλαλαγμοῦ καὶ σάλπιγγος, ὅπως εἰς ἀγωνίαν καὶ φόβον ἀγάγῃ τοὺς Ῥοδίους, πολλῶν τῶν ἀντισπασμάτων ὄντων.
翌日、デメトリオスは海上からは同様の攻撃を行い、陸上からは、多くの気を散らす要素がある中で、ロドス人を苦悩と恐怖に陥れるために、鬨の声とラッパの音とともに方々から一斉に攻撃するよう命じた。

語釈・文法注

  1. §20.86.1ἔλαθε παραπλεύσας — 動詞 λανθάνω (ἔλαθε) と分詞 παραπλεύσας の組み合わせによる「気づかれずに〜する」「ひそかに〜する」という慣用的な構文。ここでは「気づかれずに沿岸を航行した」の意。
  2. §20.86.1ἀπέχοντος ἀπὸ τῶν τειχῶν τοῦ τόπου τούτου πέντε πλέθρα — 絶対属格(genitive absolute)の構造。現在分詞 ἀπέχοντος の意味上の主語は、後続する属格句 τοῦ τόπου τούτου である。
  3. §20.86.2ταὶ — 写本の ταὶ は、本文の脈絡から接続詞 καὶ または関係代名詞の女性複数与格 αἷς(直前の μηχανάς を先行詞とする)の誤記と考えられる。近代の校訂本では一般に καὶ に改められており、本訳でも「そして」という接続詞として解釈した。
  4. §20.86.4πολλῶν τῶν ἀντισπασμάτων ὄντων — 絶対属格構造。名詞 ἀντισπάσματα(注意をそらすもの、気晴らし、妨害)が主語。多方面からの同時攻撃により、ロドス側の注意が分散させられている状況を指す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §20.86.1-20.86.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.86.1-20.86.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。