Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.84.1-20.84.6

罗得斯人的求援与笼城防卫动员

第 272 段,共 301 段 · 希腊语

内容简介

面对德米特里乌斯的威胁,罗得斯人向其他君主寻求援助,并重整了内部防御体系。他们通过法令释放英勇的奴隶并抚恤战死者家属,动员全体市民制造武器、修复城墙,并成功对敌军及商船发起海上袭击。

§20.84.1οἱ δὲ Ῥόδιοι μέχρι μέν τινος πρέσβεις ἐκπέμποντες ἠξίουν μηδὲν πρᾶξαι κατὰ τῆς πόλεως ἀνήκεστον·
罗得斯人在一段时间内不断派遣使节,请求不要对该城做出无法挽回的破坏。
ὡς δʼ οὐδεὶς αὐτοῖς προσεῖχεν, ἀπογνόντες τὰς διαλύσεις ἐξέπεμψαν πρεσβευτὰς πρὸς Πτολεμαῖον καὶ Λυσίμαχον καὶ Κάσανδρον, ἀξιοῦντες βοηθεῖν, ὡς τῆς πόλεως προπολεμούσης ὑπὲρ αὐτῶν.
但由于没有人理睬他们,他们在对和解感到绝望后,向普托勒迈乌斯、利西马科斯和卡桑德罗斯派遣了使节,请求予以援助,理由是该城正为了他们而战。
§20.84.2τῶν δʼ ἐν τῇ πόλει κατοικούντων παροίκων καὶ ξένων δόντες ἐξουσίαν τοῖς βουλομένοις συναγωνίζεσθαι τοὺς λοιποὺς ἀχρήστους ἐκ τῆς πόλεως ἐξέπεμψαν, ἅμα μὲν τῆς τῶν ἀναγκαίων ἐνδείας προνοηθέντες, ἅμα δὲ καὶ τοῦ μηδένα τῇ καταστάσει δυσχεραίνοντα γίνεσθαι τῆς πόλεως προδότην.
对于居住在城内的在留外邦人和外国人,他们允许自愿参战者共同战斗,而将其余无用的人送出城外,这既是出于对必需品匮乏的未雨绸缪,也是为了防止有人因对局势不满而成为叛徒。
ἀριθμὸν δὲ ποιησάμενοι τῶν δυναμένων ἀγωνίζεσθαι πολιτῶν μὲν εὗρον περὶ ἑξακισχιλίους, τῶν δὲ παροίκων καὶ ξένων εἰς χιλίους.
在对有战斗能力的人进行统计后,他们发现市民约有六千人,而在留外邦人和外国人约有一千人。
§20.84.3ἐψηφίσαντο δὲ καὶ τῶν δούλων τοὺς ἄνδρας ἀγαθοὺς γενομένους ἐν τοῖς κινδύνοις ἀγοράσαντας παρὰ τῶν δεσποτῶν ἐλευθεροῦν καὶ πολίτας εἶναι· ἔγραψαν δὲ καὶ τῶν τελευτησάντων ἐν τῷ πολέμῳ τὰ μὲν σώματα δημοσίᾳ θάπτεσθαι, τοὺς δὲ γονεῖς καὶ παῖδας τρέφεσθαι λαμβάνοντας τὴν χορηγίαν ἀπὸ τοῦ κοινοῦ ταμιείου, καὶ τὰς μὲν παρθένους δημοσίᾳ προικίζεσθαι, τοὺς δʼ υἱοὺς ἐν ἡλικίᾳ γενομένους ἐν τῷ θεάτρῳ στεφανῶσαι τοῖς Διονυσίοις πανοπλίᾳ.
他们还通过决议,对于在危险中表现勇敢的奴隶,将从其主人手中买下予以释放并赐予公民权;他们还规定,在战争中牺牲者的遗体将由公费安葬,其父母和子女将由公共金库提供资金予以抚养,其女儿将由公费赠予嫁妆,而其儿子在成年时,将在酒神节的剧场中被授予整套盔甲并戴上花冠。
§20.84.4διὰ δὲ τούτων ἐκκαλεσάμενοι τὰς ἁπάντων προθυμίας εἰς τὸ τοὺς κινδύνους ὑπομένειν εὐψύχως, ἐποιήσαντο καὶ τῶν ἄλλων τὴν ἐνδεχομένην παρασκευήν.
通过这些措施,他们激发了所有人勇敢面对危险的斗志,并做好了其他一切可能的准备。
ὁμονοοῦντος γὰρ τοῦ πλήθους οἱ μὲν εὔποροι χρήματʼ εἰσέφερον, οἱ δὲ τεχνῖται τὰς αὑτῶν ἐπιστήμας παρείχοντο πρὸς τὴν τῶν ὅπλων κατασκευήν, ἅπας δʼ ἦν ἐνεργός, τῇ φιλοτιμίᾳ τοὺς ἄλλους ὑπερθέσθαι σπεύδων.
由于民众万众一心,富人捐献资金,工匠提供技术用于制造武器,人人都积极行动,力图在竞争中超越他人。
§20.84.5διόπερ οἱ μὲν ἐγίνοντο περὶ τοὺς ὀξυβελεῖς καὶ πετροβόλους, οἱ δὲ περὶ τὴν τῶν ἄλλων κατασκευήν, τινὲς δὲ τὰ πεπονηκότα τῶν τειχῶν ἐπεσκεύαζον, πλεῖστοι δὲ λίθους πρὸς τὰ τείχη φέροντες ἐσώρευον.
因此,有的人忙于制造投射弩和投石机,有的人忙于制造其他武器,有的人修复受损的城墙,而大多数人则往城墙处搬运并堆积石块。
ἐξέπεμψαν δὲ καὶ τῶν ἄριστα πλεουσῶν νεῶν τρεῖς ἐπὶ τοὺς πολεμίους καὶ τοὺς παρακομίζοντας αὐτοῖς ἀγορὰς ἐμπόρους.
他们还派遣了三艘航速最快的船只,去袭击敌军以及为敌军运送物资的商人们。
§20.84.6αὗται δὲ παραδόξως ἐπιφανεῖσαι πολλὰ μὲν πλοῖα τῶν ἐπὶ τὴν προνομὴν τῆς χώρας ὠφελείας χάριν πλεόντων ἐμπόρων κατεπόντισαν, οὐκ ὀλίγα δὲ καὶ πρὸς τὸν αἰγιαλὸν κατασπῶσαι συνέκαυσαν καὶ τῶν αἰχμαλώτων τὰ δυνάμενα δοῦναι λύτρον παρεκόμιζον εἰς τὴν πόλιν· συνέθεντο γὰρ οἱ Ῥόδιοι πρὸς τὸν Δημήτριον ὥστε ἀλλήλοις διδόναι λύτρον ἐλευθέρου μὲν χιλίας δραχμάς, δούλου δὲ πεντακοσίας.
这些船只出其不意地出现,击沉了许多为了掠夺该地物资而航行的商船,还将不少船只拖上海滩烧毁,并将俘虏中能够支付赎金的人带回城内;因为罗得斯人与德米特里乌斯达成了协议,双方互相支付的赎金为自由人一千德拉克马,奴隶五百德拉克马。

词汇与语法注释

  1. 20.84.1ὡς τῆς πόλεως προπολεμούσης — 带有连词 ὡς 的属格绝对结构,表示主句主语(罗得斯人)提出请求援助的理由或名义(“因该城正为他们而战”)。
  2. 20.84.3ἔγραψαν — 字面意为“书写”,但在此处表示“起草决议”或“立法规定”,支配随后的一系列不定式(θάπτεσθαι、τρέφεσθαι、προικίζεσθαι、στεφανῶσαι)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.84.1-20.84.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.84.1-20.84.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。