Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §20.85.1-20.85.4

デメトリオスの海上攻城兵器とロドスの港湾防衛

273 / 301 箇所 · ギリシア語

要旨

デメトリオスは、結合した貨物船の上に巨大な亀甲車や4階建ての防楼を築き、浮き障壁や武装した小型船を準備してロドスの港への攻撃を開始する。これに対してロドス側も、突堤や船の上に各種の投射兵器や防衛用の射撃台を設置して迎え撃つ準備を整える。

§20.85.1πρὸς τὰς θέσεις τῶν ὀργάνων δὲ ὁ Δημήτριος ἄφθονον ἔχων ἁπάντων χορηγίαν ἤρξατο κατασκευάζειν δύο χελώνας, τὴν μὲν πρὸς τοὺς πετροβόλους, τὴν δὲ πρὸς τοὺς ὀξυβελεῖς, ἀμφοτέρας δὲ ταύτας ἐπὶ δύο πλοίων φορτηγῶν διαβεβηκυίας καὶ κατεζευγμένας, δύο δὲ πύργους τετραστέγους ὑπερέχοντας τοῖς ὕψεσι τῶν ἐπὶ τοῦ λιμένος πύργων, ἑκάτερον δὲ τούτων ἐπὶ δύο πλοίων ἴσον βεβηκότα καὶ κατειλημμένον, ὅπως ἐν τῷ προσάγειν ἡ στάσις ἑκατέρα τῶν πλευρῶν ἰσόρροπον ἔχῃ τὸ βάρος.
また、兵器を配置するために、デメトリオスはあらゆる資材を豊富に持っていたので、2つの亀甲車を建造し始めた。 一方は投石機のため、他方は射矢機のためであり、これら両方は2隻の貨物船にまたがって結合されていた。 また、港の上の塔の高さを上回る2つの4階建ての塔も建造し始めた。 それらのそれぞれは、近づける際に双方の側の配置が均等に重量の均衡を保つように、2隻の船の上に等しく載せられて固定されていた。
§20.85.2κατεσκεύασε δὲ καὶ χάρακα πλωτὸν ἐπὶ τετραπέδων ξύλων καθηλωμένον, ὅπως προπλέων οὗτος κωλύῃ τοὺς πολεμίους ἐπιπλέοντας ἐμβολὰς διδόναι τοῖς φέρουσι τὰς μηχανὰς πλοίοις.
彼はまた、浮き障壁を4フィートの角材の上に釘付けにして製作した。 これは、それが前方を進みながら、襲撃してくる敵が兵器を運ぶ船に対して体当たり攻撃を加えるのを妨げるようにするためであった。
§20.85.3ἐν ὅσῳ δὲ ταῦτα τὴν συντέλειαν ἐλάμβανεν, ἀθροίσας τοὺς ἁδροτάτους τῶν λέμβων καὶ τούτους καταφράξας σανίσι καὶ θυρίδας κλειστὰς κατασκευάσας ἐνέθετο μὲν τῶν τρισπιθάμων ὀξυβελῶν τοὺς πορρωτάτω βάλλοντας καὶ τοὺς τούτοις κατὰ τρόπον χρησομένους, ἔτι δὲ τοξότας Κρῆτας, τὰς δὲ ναῦς προσαγαγὼν ἐντὸς βέλους κατετίτρωσκε τοὺς κατὰ τὴν πόλιν ὑψηλότερα τὰ παρὰ τὸν λιμένα τείχη κατασκευάζοντας.
これらが完成へと向かう間に、彼は最も頑丈な小型船を集め、これらを板で覆い、開閉式の銃眼を作った上で、その中に3スピタメの射矢機のうち最も遠くまで撃てるものと、これらを適切に扱う者たち、さらにはクレタ人の射手たちを乗り込ませた。 そして、それらの船を射程内に近づけて、都市で港沿いの城壁をより高く築き直している者たちに損害を与えた。
§20.85.4οἱ δὲ Ῥόδιοι θεωροῦντες τοῦ Δημητρίου τὴν πᾶσαν ἐπιβολὴν οὖσαν ἐπὶ τὸν λιμένα καὶ αὐτοὶ τὰ πρὸς τὴν ἀσφάλειαν τούτου παρεσκευάζοντο.
ロドス人はデメトリオスの全攻撃が港に向けられているのを目にして、自らも港の安全のための準備を整えた。
δύο μὲν οὖν ἔστησαν μηχανὰς ἐπὶ τοῦ χώματος, τρεῖς δʼ ἐπὶ φορτηγῶν πλοίων πλησίον τῶν κλείθρων τοῦ μικροῦ λιμένος·
そこで彼らは、2台の兵器を突堤の上に、3台を小港の封鎖線の近くにある貨物船の上に配置した。
ἐν δὲ ταύταις ἔθηκαν πλῆθος ὀξυβελῶν καὶ πετροβόλων παντοίων τοῖς μεγέθεσιν, ὅπως, ἐάν τε ἀποβιβάζωσιν οἱ πολέμιοι πρὸς τὸ χῶμα στρατιώτας ἄν τε τὰς μηχανὰς προσάγωσι, διὰ τούτων αὐτοὺς εἴργεσθαι τῆς ἐπιβολῆς.
そしてそれらの上に、敵が突堤に兵士を上陸させる場合であれ、兵器を近づける場合であれ、これらによって彼らが攻撃を行うのを阻止できるように、あらゆる大きさの多数の射矢機と投石機を設置した。
ἐπέστησαν δὲ καὶ τοῖς ὁρμοῦσι τῶν φορτηγῶν πλοίων ἐν τῷ λιμένι βελοστάσεις οἰκείας τοῖς ἐπιτίθεσθαι μέλλουσι καταπέλταις.
また、港に停泊している貨物船の上にも、配置される予定のカタパルトに適した射撃台を設けた。

語釈・文法注

  1. §20.85.1ἑκάτερον δὲ τούτων ἐπὶ δύο πλοίων ἴσον βεβηκότα καὶ κατειλημμένον — ἑκάτερον δὲ τούτων(それらのそれぞれ)は、先行する複数対格の名詞 δύο πύργους(2つの塔)に対する部分同格(apposition)として機能している。それに伴い、分詞 βεβηκότα(完了能動分詞男性単数対格)および κατειλημμένον(完了受動分詞男性単数対格)が単数対格で一致している。
  2. §20.85.3τῶν τρισπιθάμων ὀξυβελῶν τοὺς πορρωτάτω βάλλοντας — τῶν τρισπιθάμων ὀξυβελῶν(3スピタメの射矢機)は部分属格(partitive genitive)であり、動詞 ἐνέθετο(載せた)の直接目的語である τοὺς πορρωτάτω βάλλοντας(最も遠くに撃つもの)に係る。
  3. §20.85.4ὅπως ... εἴργεσθαι — 目的を表す接続詞 ὅπως の節内において、通常期待される接続法(または希求法)の代わりに、不定詞 εἴργεσθαι(現在中動・受動不定詞)が用いられている。これはヘレニズム期のギリシア語における目的・結果表現での不定詞使用の典型例である。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §20.85.1-20.85.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.85.1-20.85.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。