§20.78.1θαυμάσαι δʼ ἄν τις εἰκότως ἐν τούτοις πῶς Ἀγαθοκλῆς, ὑποστατικὸς ἐν τοῖς ἄλλοις πᾶσι γενόμενος καὶ μηδέποθʼ ἑαυτὸν ἐν ταῖς ἐσχάταις προσδοκίαις ἀπελπίσας, τότε δειλωθεὶς ἀκονιτὶ παρεχώρησε τοῖς πολεμίοις τῆς τυραννίδος, ὑπὲρ ἧς πολλοὺς καὶ μεγάλους κινδύνους προηγωνίσατο, καὶ τὸ πάντων παραλογώτατον, Συρακουσσῶν τε κυριεύσας καὶ τῶν ἄλλων πόλεων καὶ ναῦς καὶ χρήματα κεκτημένος καὶ δύναμιν σύμμετρον ἐξησθένησε τοῖς λογισμοῖς, οὐδὲν τῶν γενομένων περὶ Διονύσιον τὸν τύραννον μνησθείς.
在这种情况下,人们自会感到惊异:在所有其他事情上都表现得坚韧不拔、即使在最极端的境地中也从未对自己绝望的阿加托克利斯,当时为何变得如此胆怯,竟不战而降地将僭主之位让给了敌人,而他此前曾为了这一地位经历过许多重大的危险;更最令人不可思议的是,他当时控制着叙拉古及其他城市,并拥有战船、金钱和相当规模的军队,却在心智上变得如此软弱,完全不记得在僭主狄奥尼修斯身上发生过的事情。
§20.78.2τούτου γάρ ποτε συνδιωχθέντος εἰς περίστασιν ὁμολογουμένως ἀπεγνωσμένην καὶ διὰ τὸ μέγεθος τῶν ἐπηρτημένων κινδύνων ἀπελπίσαντος μὲν τὰ κατὰ τὴν δυναστείαν, μέλλοντος δʼ ἐκ τῶν Συρακουσσῶν ἐξιππεύειν πρὸς ἑκούσιον φυγὴν Ἕλωρις ὁ πρεσβύτατος τῶν φίλων ἐπιλαβόμενος τῆς ὁρμῆς “Διονύσιε”, φησίν, “καλὸν ἐντάφιον ἡ τυραννίς.
因为有一次,后者被逼入公认绝望的境地,由于迫在眉睫的危险过于巨大,他已经对自己的统治感到绝望,正准备骑马离开叙拉古去主动流亡,而他最年长的朋友赫洛里斯拉住他说:“狄奥尼修斯,僭主之位是一件美丽的寿衣。
” §20.78.3παραπλησίω δὲ τούτῳ καὶ ὁ κηδεστὴς Μεγακλῆς ἀπεφήνατο πρὸς αὐτόν, εἰπὼν ὅτι δεῖ τὸν ἐκ τυραννίδος ἐκπίπτοντα τοῦ σκέλους ἑλκόμενον ἀπιέναι καὶ μὴ κατὰ προαίρεσιν ἀπαλλάττεσθαι.
” 与此相似,他的姻亲美加克勒斯也对他表明了态度,说从僭主之位跌落的人应当被拖着一条腿离去,而不应主动退场。
ὑπὸ δὲ τούτων τῶν παρακλήσεων ὁ Διονύσιος μετεωρισθεὶς ἐνεκαρτέρησε πᾶσι τοῖς δοκοῦσιν εἶναι δεινοῖς καὶ τὴν μὲν ἀρχὴν μείζονα κατεσκεύασεν, αὐτὸς δὲ ἐν τοῖς ταύτης καλοῖς ἐγγηράσας ἀπέλιπε τοῖς ἐκγόνοις μεγίστην τῶν κατὰ τὴν Εὐρώπην δυναστείαν.
受到这些劝勉的鼓舞,狄奥尼修斯挺过了所有看似可怕的难关,不仅使自己的领地变得更加庞大,而且自己也在这种统治的尊荣中终老,给后代留下了欧洲最大的国家。