§20.78.1θαυμάσαι δʼ ἄν τις εἰκότως ἐν τούτοις πῶς Ἀγαθοκλῆς, ὑποστατικὸς ἐν τοῖς ἄλλοις πᾶσι γενόμενος καὶ μηδέποθʼ ἑαυτὸν ἐν ταῖς ἐσχάταις προσδοκίαις ἀπελπίσας, τότε δειλωθεὶς ἀκονιτὶ παρεχώρησε τοῖς πολεμίοις τῆς τυραννίδος, ὑπὲρ ἧς πολλοὺς καὶ μεγάλους κινδύνους προηγωνίσατο, καὶ τὸ πάντων παραλογώτατον, Συρακουσσῶν τε κυριεύσας καὶ τῶν ἄλλων πόλεων καὶ ναῦς καὶ χρήματα κεκτημένος καὶ δύναμιν σύμμετρον ἐξησθένησε τοῖς λογισμοῖς, οὐδὲν τῶν γενομένων περὶ Διονύσιον τὸν τύραννον μνησθείς.
この状況において、他のすべての事柄においては不屈であり、極限の予想に直面しても決して自分自身に絶望したことのなかったアガトクレスが、あの時は臆病になり、かつてそのために多くの大きな危険に身を投じて戦ったその僭主権を、戦わずして敵に譲り渡したこと、そして何よりも計り知れぬことに、シラクサやその他の諸都市を支配し、船や資金、そして十分な軍勢を所有していながら、精神的に衰えを見せ、僭主ディオニュシオスの身に起こったことを何一つ思い出さなかったのはなぜか、と人は当然ながら不思議に思うかもしれない。
§20.78.2τούτου γάρ ποτε συνδιωχθέντος εἰς περίστασιν ὁμολογουμένως ἀπεγνωσμένην καὶ διὰ τὸ μέγεθος τῶν ἐπηρτημένων κινδύνων ἀπελπίσαντος μὲν τὰ κατὰ τὴν δυναστείαν, μέλλοντος δʼ ἐκ τῶν Συρακουσσῶν ἐξιππεύειν πρὸς ἑκούσιον φυγὴν Ἕλωρις ὁ πρεσβύτατος τῶν φίλων ἐπιλαβόμενος τῆς ὁρμῆς “Διονύσιε”, φησίν, “καλὸν ἐντάφιον ἡ τυραννίς.
というのも、かつてこの者が、誰もが絶望的と認める窮地に追い込まれ、迫り来る危険の大きさから自らの支配をあきらめ、自発的な亡命を求めてシラクサから馬で出発しようとしていた時、彼の友人のうちで最長老のヘロリスがその衝動を押しとどめて言ったからである。
”
「ディオニュシオスよ、僭主の地位は美しい死に装束である」と。
§20.78.3παραπλησίω δὲ τούτῳ καὶ ὁ κηδεστὴς Μεγακλῆς ἀπεφήνατο πρὸς αὐτόν, εἰπὼν ὅτι δεῖ τὸν ἐκ τυραννίδος ἐκπίπτοντα τοῦ σκέλους ἑλκόμενον ἀπιέναι καὶ μὴ κατὰ προαίρεσιν ἀπαλλάττεσθαι.
これと似たようなことを、彼の義弟であるメガクレスも彼に対して表明し、僭主の地位から転落する者は、片脚を引きずられながら去るべきであり、自らの意志で立ち去るべきではない、と言った。
ὑπὸ δὲ τούτων τῶν παρακλήσεων ὁ Διονύσιος μετεωρισθεὶς ἐνεκαρτέρησε πᾶσι τοῖς δοκοῦσιν εἶναι δεινοῖς καὶ τὴν μὲν ἀρχὴν μείζονα κατεσκεύασεν, αὐτὸς δὲ ἐν τοῖς ταύτης καλοῖς ἐγγηράσας ἀπέλιπε τοῖς ἐκγόνοις μεγίστην τῶν κατὰ τὴν Εὐρώπην δυναστείαν.
これらの励ましによって奮い立ったディオニュシオスは、恐ろしく思われるすべての事柄に耐え抜き、その支配権をさらに大きなものとし、自らはその繁栄の中で老いて、子孫にヨーロッパ最大の支配権を残したのである。