§20.79.1Ἀγαθοκλῆς δʼ ἐπʼ οὐδενὶ τούτων μετεωρισθεὶς οὐδὲ τὰς ἀνθρωπίνας ἐλπίδας ἐξελέγξας τῇ πείρᾳ τηλικαύτην ἀρχὴν ἔκδοτον πεποίηται ταῖς ὁμολογίαις.
阿加托克利斯没有受到这些事情中任何一件的鼓舞,甚至没有用实践去检验人类的希望,就通过协议交出了如此巨大的统治权。
ταύτας δʼ ἀσυντελέστους συνέβη γενέσθαι τῇ μὲν Ἀγαθοκλέους προαιρέσει κυρωθείσας, διὰ δὲ τὴν Δεινοκράτους πλεονεξίαν μὴ προσδεχθείσας.
然而,这些协议最终未能达成,尽管它们已因阿加托克利斯的意愿而得到批准,却因狄诺克拉底的贪婪而未被接受。
§20.79.2οὗτος γὰρ μοναρχίας ὢν ἐπιθυμητὴς τῆς μὲν ἐν ταῖς Συρακούσσαις δημοκρατίας ἀλλότριος ἦν, τῇ δὲ ἡγεμονίᾳ τῇ τότε οὔσῃ περὶ αὐτὸν εὐαρεστεῖτο·
因为此人渴望君主独裁,对叙拉古的民主制度十分排斥,而对他当时身边拥有的领导权感到十分满意。
ἀφηγεῖτο γὰρ πεζῶν μὲν πλειόνων ἢ δισμυρίων, ἱππέων δὲ τρισχιλίων, πόλεων δὲ πολλῶν καὶ μεγάλων, ὥστε αὐτὸν μὲν καλεῖσθαι τῶν φυγάδων στρατηγόν, τῇ δʼ ἀληθείᾳ βασιλικὴν ἔχειν ὑπεροχήν, τῆς ἐξουσίας οὔσης περὶ αὐτὸν αὐτοκράτορος.
事实上,他统率着两万多步兵、三千骑兵以及许多大城市,因此他虽然被称为流亡者的将军,实际上却拥有王一般的超然地位,其权力是专断独裁的。
§20.79.3εἰ κατέλθοι δʼ εἰς τὰς Συρακούσσας, πάντως ἀναγκαῖον ἂν ἦν ἰδιώτην ὑπάρχειν καὶ ἕνα τῶν πολλῶν ἀριθμεῖσθαι, τῆς αὐτονομίας ἀγαπώσης τὴν ἰσότητα, ἔν τε ταῖς χειροτονίαις ὑπὸ τοῦ τυχόντος δημαγωγοῦ παρευημερεῖσθαι, τοῦ πλήθους ἀντικειμένου ταῖς ὑπεροχαῖς τῶν ἀνδρῶν τῶν ἀγόντων παρρησίαν.
如果他回到叙拉古,他就必然只能做一个普通平民,被归入大众的一员,因为自治热爱平等;并且在投票中,他也会被任何一个平庸的煽动家所战胜,因为群众敌视那些直言不讳者的卓越地位。
διόπερ Ἀγαθοκλῆς μὲν δικαίως ἂν λέγοιτο λελοιπέναι τὴν τῆς τυραννίδος τάξιν, Δεινοκράτης δʼ αἴτιος εἶναι νομίζοιτο τῶν ὕστερον τῷ δυνάστῃ κατορθωθέντων.
因此,阿加托克利斯固然可以说理所当然地放弃了僭主的位置,而狄诺克拉底则应被视为这位统治者后来取得成功的原因。
§20.79.4οὗτος γάρ, συνεχῶς Ἀγαθοκλέους διαπρεσβευομένου περὶ τῶν ὁμολογιῶν καὶ δεομένου συγχωρῆσαι τὰ δύο φρούρια πρὸς καταβίωσιν, ἀεὶ προφάσεις εὐλόγους κατεσκεύαζε, διʼ ὧν διέκοπτε τὰς ἐλπίδας τῶν ὁμολογιῶν, ποτὲ μὲν ἀποφαινόμενος ἐκ Σικελίας αὐτὸν ἀπαλλάττεσθαι, ποτὲ δὲ τὰ τέκνα πρὸς ὁμηρίαν αἰτῶν.
因为尽管阿加托克利斯不断派遣使者商讨协议,并请求允许其保留两座堡垒以安度余生,此人却总是编造出听似合理的借口,以此斩断协议的希望,一会儿声称他必须离开西西里,一会儿又要求其子女作为人质。
§20.79.5ὁ δʼ Ἀγαθοκλῆς γνοὺς αὐτοῦ τὴν ἐπίνοιαν πρὸς μὲν τοὺς φυγάδας διεπέμπετο κατηγορῶν τοῦ Δεινοκράτους ὡς διακωλύοντος αὐτοῦ τυχεῖν αὐτοὺς τῆς αὐτονομίας, πρὸς δὲ Καρχηδονίους πρεσβευτὰς ἀποστείλας συνέθετο τὴν εἰρήνην ἐφʼ οἷς τὰς πόλεις κομίσασθαι τοὺς Φοίνικας πάσας τὰς πρότερον ὑπʼ αὐτοὺς γεγενημένας·
阿加托克利斯看穿了他的意图,向流亡者们派去使者,谴责狄诺克拉底阻碍他们获得自治;同时,他派遣使节前往迦太基人那里,以腓尼基人收回先前臣属于他们的所有城市为条件缔结了和平协议。
ἀντὶ δὲ τούτων ἔλαβε παρὰ Καρχηδονίων χρυσίον μὲν εἰς ἀργυρίου λόγον ἀναγόμενον τριακοσίων ταλάντων, ὡς δὲ Τίμαιός φησιν, ἑκατὸν πεντήκοντα, σίτου δὲ μεδίμνων εἴκοσι μυριάδας.
作为这些城市的交换,他从迦太基人那里获得了相当于三百塔兰特白银(如蒂迈欧所说,为一百五十塔兰特)的金子,以及二十万麦地姆诺的粮食。
καὶ τὰ μὲν περὶ Σικελίαν ἐν τούτοις ἦν.
西西里的局势当时便处于这样的状态。