Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.73.1-20.73.3

安提柯与德米特里发起远征埃及

第 261 段,共 301 段 · 希腊语

内容简介

雅典和罗马更替执政官后,安提柯国王为其子菲尼克斯举行国葬,并召回德米特里筹备庞大的海陆军远征埃及,不顾舵手的星象警告,艰难越过泥泞的沙漠进军。

§20.73.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Κόροιβος, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν παρέλαβον Κόιντος Μάρκιος καὶ Πόπλιος Κορνήλιος.
一年过去后,科罗伊布斯在雅典担任执政官,而在罗马,昆图斯·马尔基乌斯与普布利乌斯·科尔内利乌斯接掌了执政官职。
ἐπὶ δὲ τούτων Ἀντίγονος ὁ βασιλεύς, τελευτήσαντος αὐτῷ τοῦ νεωτέρου τῶν υἱῶν Φοίνικος, τοῦτον μὲν βασιλικῶς ἔθαψε, τὸν δὲ Δημήτριον ἐκ τῆς Κύπρου μεταπεμψάμενος ἤθροιζε τὰς δυνάμεις εἰς τὴν Ἀντιγονίαν.
在他们的任期内,国王安提柯因其幼子菲尼克斯去世,便以皇家之礼将其安葬,并从塞浦路斯召回德米特里,在安提柯尼亚集结军队。
§20.73.2ἔκρινε δὲ στρατεύειν ἐπὶ τὴν Αἴγυπτον.
他决定远征埃及。
αὐτὸς μὲν οὖν τοῦ πεζοῦ στρατεύματος ἀφηγούμενος προῆγε διὰ τῆς Κοίλης Συρίας, ἔχων πεζοὺς μὲν πλείους τῶν ὀκτακισμυρίων, ἱππεῖς δὲ περὶ ὀκτακισχιλίους, ἐλέφαντας δὲ τρισὶ πλείους τῶν ὀγδοήκοντα· τῷ δὲ Δημητρίῳ παραδοὺς τὸν στόλον συνέταξε συμπαραπλεῖν ἅμα πορευομένῃ τῇ δυνάμει, παρεσκευασμένων νεῶν τῶν ἁπασῶν μακρῶν μὲν ἑκατὸν πεντήκοντα, πορίων δὲ στρατιωτικῶν ἑκατόν, ἐν οἷς ἐκομίζετο βελῶν πλῆθος.
他亲自统率陆军,穿过柯勒叙利亚向前推进,拥有八万多步兵、约八千骑兵以及八十三头战象(比八十头多三头);他将舰队交给德米特里,命令其与并行的陆军一同沿海航行;总共准备了一百五十艘战船和一百艘运兵船,其中装载了大量的投射武器。
§20.73.3τῶν δὲ κυβερνητῶν οἰομένων δεῖν ἀπομένειν τὴν τῆς Πλειάδος δύσιν δοκοῦσαν ἔσεσθαι μεθʼ ἡμέρας ὀκτώ, τούτοις μὲν ἐπετίμησεν ὡς κατορρωδοῦσι τοὺς κινδύνους, αὐτὸς δὲ στρατοπεδεύων περὶ Γάζαν καὶ σπεύδων φθάσαι τὴν τοῦ Πτολεμαίου παρασκευὴν τοῖς μὲν στρατιώταις παρήγγειλε δέχʼ ἡμερῶν ἔχειν ἐπισίτισιν, ἐπὶ δὲ ταῖς καμήλοις ταῖς ἀθροισθείσαις ὑπὸ τῶν Ἀράβων ἐπέθηκε σίτου μυριάδας μεδίμνων τρισκαίδεκα καὶ χόρτου πλῆθος τοῖς τετράποσι·
尽管舵手们认为应当等待预计在八天后出现的昴星团沉没,安提柯却斥责他们害怕危险。 他自己在加沙附近扎营,并急于赶在托勒密准备就绪之前,命令士兵携带十天的粮食,并在阿拉伯人聚集的骆驼上驮载了十三万麦狄姆诺的谷物和供牲畜用的大量饲草。
τά τε βέλη κομίζων τοῖς ζεύγεσι προῆγε διὰ τῆς ἐρήμου μετὰ κακοπαθείας διὰ τὸ πολλοὺς εἶναι τῶν τόπων τελματώδεις καὶ μάλιστα περὶ τὰ καλούμενα Βάραθρα.
他用役兽运载投射武器,艰难地穿过沙漠,因为许多地方是一片泥沼,特别是在被称为“巴拉特拉”的地区附近。

词汇与语法注释

  1. §20.73.1τελευτήσαντος αὐτῷ τοῦ νεωτέρου τῶν υἱῶν Φοίνικος — 属格独立结构(τελευτήσαντος... Φοίνικος)中嵌入了表示人称利害关系(或所有关系)的与格代词 αὐτῷ,指代安提柯,意为“(他的)幼子菲尼克斯去世”。
  2. §20.73.2τρισὶ πλείους τῶν ὀγδοήκοντα — 数词与格 τρισὶ 是修饰比较级 πλείους(πλείονας 的缩约形)的“表示差异程度的与格”,后接比较属格 τῶν ὀγδοήκοντα,整体意为“比八十多三个”,即“八十三头”。
  3. §20.73.3δεῖν ἀπομένειν τὴν τῆς Πλειάδος δύσιν — 间接引语中非人称动词 δεῖν 下属的不定式从句。动词 ἀπομένειν 在此处作及物动词使用,带宾格宾语 τὴν τῆς Πλειάδος δύσιν,意为“等待”或“避开”昴星团的下落。
  4. §20.73.3ὡς κατορρωδοῦσι τοὺς κινδύνους — 连词 ὡς 与现在分词与格(复数阳性)κατορρωδοῦσι(与指示代词 τούτοις 一致)连用,表示主观或宣称的理由,意为“(安提柯指责他们)因为害怕危险”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.73.1-20.73.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.73.1-20.73.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。