§20.73.1τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Κόροιβος, ἐν Ῥώμῃ δὲ τὴν ὕπατον ἀρχὴν παρέλαβον Κόιντος Μάρκιος καὶ Πόπλιος Κορνήλιος.
When the year had passed, Coroebus was archon at Athens, and in Rome Quintus Marcius and Publius Cornelius took over the consular office.
ἐπὶ δὲ τούτων Ἀντίγονος ὁ βασιλεύς, τελευτήσαντος αὐτῷ τοῦ νεωτέρου τῶν υἱῶν Φοίνικος, τοῦτον μὲν βασιλικῶς ἔθαψε, τὸν δὲ Δημήτριον ἐκ τῆς Κύπρου μεταπεμψάμενος ἤθροιζε τὰς δυνάμεις εἰς τὴν Ἀντιγονίαν.
Under their term, King Antigonus, his younger son Phoenix having died, buried him with royal honors, and having summoned Demetrius from Cyprus, assembled his forces at Antigonia.
§20.73.2ἔκρινε δὲ στρατεύειν ἐπὶ τὴν Αἴγυπτον.
He decided to campaign against Egypt.
αὐτὸς μὲν οὖν τοῦ πεζοῦ στρατεύματος ἀφηγούμενος προῆγε διὰ τῆς Κοίλης Συρίας, ἔχων πεζοὺς μὲν πλείους τῶν ὀκτακισμυρίων, ἱππεῖς δὲ περὶ ὀκτακισχιλίους, ἐλέφαντας δὲ τρισὶ πλείους τῶν ὀγδοήκοντα·
He himself, leading the land force, advanced through Coele-Syria, having more than eighty thousand infantry, about eight thousand cavalry, and eighty-three elephants (three more than eighty).
τῷ δὲ Δημητρίῳ παραδοὺς τὸν στόλον συνέταξε συμπαραπλεῖν ἅμα πορευομένῃ τῇ δυνάμει, παρεσκευασμένων νεῶν τῶν ἁπασῶν μακρῶν μὲν ἑκατὸν πεντήκοντα, πορίων δὲ στρατιωτικῶν ἑκατόν, ἐν οἷς ἐκομίζετο βελῶν πλῆθος.
Having handed over the fleet to Demetrius, he ordered him to sail along with the marching land force; in all, one hundred and fifty warships and one hundred military transport ships had been prepared, in which a great quantity of missiles was carried.
§20.73.3τῶν δὲ κυβερνητῶν οἰομένων δεῖν ἀπομένειν τὴν τῆς Πλειάδος δύσιν δοκοῦσαν ἔσεσθαι μεθʼ ἡμέρας ὀκτώ, τούτοις μὲν ἐπετίμησεν ὡς κατορρωδοῦσι τοὺς κινδύνους, αὐτὸς δὲ στρατοπεδεύων περὶ Γάζαν καὶ σπεύδων φθάσαι τὴν τοῦ Πτολεμαίου παρασκευὴν τοῖς μὲν στρατιώταις παρήγγειλε δέχʼ ἡμερῶν ἔχειν ἐπισίτισιν, ἐπὶ δὲ ταῖς καμήλοις ταῖς ἀθροισθείσαις ὑπὸ τῶν Ἀράβων ἐπέθηκε σίτου μυριάδας μεδίμνων τρισκαίδεκα καὶ χόρτου πλῆθος τοῖς τετράποσι·
When the pilots thought they ought to wait for the setting of the Pleiades, which was expected to be after eight days, he rebuked them on the ground that they shrank from the dangers. He himself, encamping near Gaza and hastening to forestall Ptolemy’s preparations, ordered the soldiers to have provisions for ten days, and upon the camels collected by the Arabs he loaded one hundred and thirty thousand medimnoi of grain and a great quantity of fodder for the beasts of burden.
τά τε βέλη κομίζων τοῖς ζεύγεσι προῆγε διὰ τῆς ἐρήμου μετὰ κακοπαθείας διὰ τὸ πολλοὺς εἶναι τῶν τόπων τελματώδεις καὶ μάλιστα περὶ τὰ καλούμενα Βάραθρα.
Carrying the missiles with the draft animals, he advanced through the desert with great hardship because many of the places were swampy, and especially around the so-called Barathra.