§20.74.1οἱ δὲ περὶ τὸν Δημήτριον ἐκ τῆς Γάζης ἐκπλεύσαντες περὶ μέσας νύκτας τὸ μὲν πρῶτον εὐδίας οὔσης ἐφʼ ἡμέρας τινὰς ταῖς ταχυναυτούσαις ναυσὶν ἐρυμούλκουν τὰ στρατιωτικὰ πόρια·
另一方面,德米特里及其部下在午夜时分从加沙启航,起初由于天气晴朗,他们在几天内用快速船只拖曳着运兵船。
ἔπειτα τῆς Πλειάδος περικαταλαμβανούσης αὐτοὺς καὶ πνεύματος ἐπιγενομένου βορίου συνέβη πολλὰ τῶν τετρηρικῶν σκαφῶν ὑπὸ τοῦ χειμῶνος κατενεχθῆναι παραβόλως ἐπὶ πόλιν Ῥαφίαν,
随后,昴星团的沉没袭击了他们,且北风大作,导致许多四段舰在风暴中被险象环生地吹向拉菲亚城。
§20.74.2οὖσαν δυσπροσόρμιστον καὶ τεναγώδη.
该城难以停泊且多浅滩。
τῶν δὲ πλοίων τῶν κομιζόντων τὰ βέλη τὰ μὲν ὑπὸ τοῦ χειμῶνος συγκλυσθέντα διεφθάρη, τὰ δʼ ἐπαλινδρόμησεν εἰς τὴν Γάζαν·
在运载投射武器的船只中,有的被风暴吞没而毁坏,有的则返航回到了加沙。
τοῖς δὲ κρατίστοις τῶν σκαφῶν βιασάμενοι διέτειναν μέχρι τοῦ Κασίου.
但他们凭借最坚固的船只奋力拼搏,一直抵达了卡西翁。
§20.74.3τοῦτο δὲ τοῦ μὲν Νείλου διέστηκεν οὐ μακράν, ἀλίμενον δέ ἐστι καὶ κατὰ τὰς χειμερίους περιστάσεις ἀπροσόρμιστον.
此地距离尼罗河不远,但没有港口,且在冬日风暴的境遇下无法停泊。
διόπερ ἠναγκάζοντο τὰς ἀγκύρας ἀφέντες ὡς ἂν ἐν δυσὶ σταδίοις ἀπὸ τῆς γῆς ἀποσαλεύειν, ἅμα πολλοῖς περιεχόμενοι δεινοῖς·
因此,他们被迫放下锚,在距离陆地大约两斯塔德的深水中漂泊,同时面临着许多险境。
τοῦ μὲν γὰρ κλύδωνος ῥηγνυμένου τραχύτερον ἐκινδύνευον αὔτανδρα τὰ σκάφη συγκλυσθῆναι, τῆς δὲ γῆς οὔσης ἀπροσορμίστου καὶ πολεμίας οὔτε ναῦς ἀκινδύνως ἦν προσπλεῖν οὔτε τοὺς ἄνδρας προσνήξασθαι, τὸ δὲ μέγιστον, ἐλελοίπει τὸ εἰς πότον αὐτοῖς ὕδωρ, εἰς τοιαύτην τε σπάνιν κατεκλείσθησαν ὥστε εἰ μίαν ἡμέραν ὁ χειμὼν ἐπέμεινεν,
因为波涛汹涌拍击,船只随时有连人带船被吞没的危险,且由于陆地既无法接近又是敌境,船只既无法安全靠岸,士兵也无法泅渡上岸。
§20.74.4πάντες ἂν τῷ δίψει διεφθάρησαν.
最为严重的是,他们的饮用水已经耗尽,并陷入了如此匮乏的境地,以至于如果风暴再持续一天,他们所有人都会因干渴而死。
ἐν ἀθυμίᾳ δʼ ὄντων ἁπάντων καὶ προσδοκωμένης ἤδη τῆς ἀπωλείας τὸ μὲν πνεῦμα κατέπαυσεν, ἡ δὲ μετʼ Ἀντιγόνου δύναμις καταντήσασα πλησίον τοῦ στόλου κατεστρατοπέδευσεν.
就在众人心灰意冷、已然预料到毁灭之时,风停了,而安提柯率领的陆军抵达了舰队附近并安营扎寨。
§20.74.5ἐκβάντες οὖν ἐκ τῶν σκαφῶν καὶ προσαναλαβόντες ἑαυτοὺς ἐν τῇ στρατοπεδείᾳ προσέμενον τῶν νεῶν τὰς ἀποσπασθείσας.
于是他们从船上下来,在营地里修整恢复体力,同时等待那些失散的船只。
διεφθάρη δʼ ἐν τούτῳ τῷ σάλῳ τρία σκάφη τῶν πεντηρικῶν, ἐξ ὧν ἔνιοι τῶν ἀνδρῶν διενήξαντο πρὸς τὴν γῆν.
在这次海浪颠簸中,有三艘五段舰被毁,其中的一些人游到了陆地上。
ἔπειτα Ἀντίγονος μὲν προαγαγὼν τὴν δύναμιν πλησίον τοῦ Νείλου κατεστρατοπέδευσεν, ἀπέχων δύο σταδίους τοῦ ποταμοῦ.
随后安提柯将军队推进到尼罗河附近并扎营,距离该河两斯塔德。