§20.72.1ἀκούσας γὰρ τὴν τῶν υἱῶν ἀναίρεσιν καὶ διʼ ὀργῆς ἔχων ἅπαντας τοὺς ἀπολελειμμένους κατὰ Λιβύην ἔπεμψε τῶν φίλων τινὰς εἰς Συρακούσσας πρὸς Ἄντανδρον τὸν ἀδελφόν, διακελευσάμενος τοὺς τῶν συστρατευσάντων ἐπὶ Καρχηδόνα συγγενεῖς ἅπαντας ἀποσφάξαι.
盖阿加托克利斯在听闻其子被杀的消息后,对所有被留在利比亚的人满怀愤怒,于是派了几位朋友前往叙拉古,见他的弟弟安坦德,命令他将所有曾与他一同远征迦太基之人的亲属全部屠杀。
§20.72.2ταχὺ δὲ τούτου τὸ προσταχθὲν ποιήσαντος ποικιλώτατον γενέσθαι συνέβη φόνον τῶν προγεγονότων·
随着后者迅速执行了这一命令,便发生了一场比以往任何一次都更为惨烈且形式多样的屠杀。
οὐ γὰρ μόνον τοὺς ἀκμάζοντας ταῖς ἡλικίαις ἀδελφοὺς ἢ πατέρας ἢ παῖδας ἐξῆγεν ἐπὶ τὸν θάνατον, ἀλλὰ καὶ πάππους καὶ τούτων, εἰ τύχοι, καὶ πατέρας περιόντας ἐσχατογήρους καὶ ταῖς ὅλαις αἰσθήσεσι διὰ τὸν χρόνον ἤδη παραλελυμένους, ἔτι δὲ νηπίους παῖδας ἐν ἀγκάλαις φερομένους καὶ τῆς ἐπιφερομένης αὐτοῖς συμφορᾶς οὐδεμίαν αἴσθησιν λαμβάνοντας.
因为他不仅将正值壮年的兄弟、父亲或儿子押解送死,甚至还带走了祖父,乃至在世的曾祖父(若他们还健在的话),这些人已是风烛残年,因岁月流逝而感官尽失;此外还有怀中抱着、对降临在自己身上的灾难毫无察觉的婴孩。
ἤγοντο δὲ καὶ γυναῖκες ὅσαι μετεῖχον οἰκειότητος ἢ συγγενείας καὶ καθόλου πᾶς ὁ μέλλων τῇ καθʼ αὑτὸν τιμωρίᾳ λύπην ἐμποιῆσαι τοῖς ἐπὶ τῆς Λιβύης ἀπολειφθεῖσι.
所有具有姻亲或血缘关系的妇女也被带走,总之,每一个因自身受刑而会给留在利比亚的人带来痛苦的人,皆被带走。
§20.72.3πολλοῦ δὲ πλήθους καὶ παντοίου πρὸς τὴν θάλατταν ἀχθέντος ἐπὶ τὴν τιμωρίαν καὶ τῶν σφαγέων ἐφεστώτων δάκρυα καὶ δεήσεις καὶ θρῆνος ἐγίνετο συμφορητός, ὧν μὲν ἀνηλεῶς φονευομένων, ὧν δὲ ἐπὶ ταῖς τῶν πλησίον συμφοραῖς ἐκπληττομένων καὶ διὰ τὸ προσδοκώμενον οὐδὲν διαφερόντων
随着各种身份的庞大的人群被带到海边受刑,且刽子手们严阵以待,顿时哭声、哀求声和悲鸣交织成一片。
§20.72.4ταῖς ψυχαῖς τῶν προαποθνησκόντων.
一些人被无情地屠杀,另一些人则被身旁人的惨状吓得魂飞魄散,由于预料到自己的命运,他们在灵魂上与那些先死的人毫无二致。
τὸ δὲ πάντων χαλεπώτατον, πολλῶν ἀναιρεθέντων καὶ παρὰ τὸν αἰγιαλὸν ἐρριμμένων τῶν σωμάτων οὔτε συγγενὴς οὐδεὶς οὔτε φίλος ἐτόλμα τινὰ κηδεύειν, φοβούμενος μὴ δόξῃ προσαγγέλλειν ἑαυτὸν μετέχοντα τῆς ἐκείνων οἰκειότητος.
而最令人痛心的是,尽管有许多人被杀,尸体横陈在海岸上,但没有任何亲属或朋友敢于收敛其中任何一具,因为害怕这会让自己显得与死者有亲属关系而暴露身份。
§20.72.5διὰ δὲ τὸ πλῆθος τῶν φονευθέντων ἐπὶ τοῦ κύματος συνέβη τὴν θάλατταν ἐφʼ ἱκανὸν τόπον αἵματι κραθεῖσαν πόρρωθεν διαφαίνειν τὴν ὑπερβολὴν τῆς τοῦ πάθους ὠμότητος.
由于在浪花中被杀戮的人数众多,海水在相当宽广的区域内混合了鲜血,从而在远处便清晰地显露出这一惨剧的极度残暴。