Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.7.1-20.7.5

阿加托克勒斯烧毁全舰队以断绝退路

第 195 段,共 301 段 · 希腊语

内容简介

阿加托克勒斯说服了他的将领,并声称这是向得墨忒耳和科瑞许下的誓言,随后亲自指挥烧毁了全部船只以切断退路。他这样做是为了迫使士兵破釜沉舟,同时也因为兵力有限,无法分兵看守船只。

§20.7.1οὕτω δὲ παράβολον ἐπιτελεσάμενος πρᾶξιν, ἄλλην ἐτόλμησε ταύτης μᾶλλον κεκινδυνευμένην.
在完成了这样一次冒险的行动之后,他竟敢进行另一项比这更加危险的尝试。
παραστησάμενος γὰρ τοὺς ἐν ἡγεμονίαις ὄντας εὐπειθεῖς πρὸς τὴν ἰδίαν ἐπιβολὴν καὶ θυσίαν ποιησάμενος Δήμητρι καὶ Κόρῃ συνήγαγεν ἐκκλησίαν κἄπειτα προελθὼν ἐπὶ §20.7.2τὴν δημηγορίαν ἐστεφανωμένος ἐν ἱματίῳ λαμπρῷ καὶ προδιαλεχθεὶς οἰκείως τοῖς ἐγχειρουμένοις ἔφησε ταῖς κατεχούσαις Σικελίαν θεαῖς Δήμητρι καὶ Κόρῃ πεποιῆσθαι, καθʼ ὃν καιρὸν ἐδιώχθησαν ὑπὸ Καρχηδονίων,
他先让那些身居领导地位的人顺从自己的计划,并向得墨忒耳和科瑞献祭,随后召集了大会,接着,他走上前去发表演说,他身穿华丽的衣袍,头戴花冠,并以适合于当前企图的方式作了开场白,他说,在他们被迦太基人追击的时候,他曾向统治西西里的女神得墨忒耳和科瑞许下誓言,要用火把烧毁所有的船只。
§20.7.3εὐχὰς λαμπαδεύσειν ἁπάσας τὰς ναῦς. καλῶς οὖν ἔχειν τετευχότας τῆς σωτηρίας ἀποδιδόναι τὰς εὐχάς.
因此,既然已经获得了安全,履行誓言便是理所当然。
ἀντὶ δὲ τούτων ἐπηγγέλλετο πολλαπλασίους ἀποδώσειν προθύμως αὐτῶν ἀγωνισαμένων· καὶ γὰρ τὰς θεὰς διὰ τῶν ἱερῶν προσημαίνειν νίκην τοῦ σύμπαντος πολέμου.
作为对这些船只的补偿,他承诺如果他们奋勇作战,他将慷慨地归还数倍于此的船只;因为神明确实已经通过祭品预示了整场战争的胜利。
§20.7.4ἅμα δὲ ταῦτα λέγοντος αὐτοῦ τῶν ὑπηρετῶν τις προσήνεγκεν ἡμμένην δᾷδα·
在他正说着这些话的时候,一名侍从递来一把点燃的火把。
ἣν δεξάμενος καὶ τοῖς τριηράρχοις ὁμοίως ἅπασι προστάξας ἀναδοῦναι τάς τε θεὰς ἐπεκαλέσατο καὶ πρῶτος ὥρμησεν ἐπὶ τὴν ναυαρχίδα τριήρη· στὰς δʼ ἐπὶ τὴν πρύμναν καὶ τοῖς ἄλλοις τὸ παραπλήσιον ποιεῖν παρεκελεύετο.
他接过火把,并命令将火把同样分发给所有的三段桨船长,随后向女神祈求,并率先冲向旗舰三段桨船;他站在船尾,激励其他人也做同样的事。
ἔνθα δὴ τῶν τριηράρχων ἁπάντων ἐνέντων τὸ πῦρ καὶ ταχὺ τῆς φλογὸς εἰς ὕψος ἀρθείσης οἱ μὲν σαλπιγκταὶ τὸ πολεμικὸν ἐσήμαινον, τὸ δὲ στρατόπεδον ἐπηλάλαξε, συνευχομένων ἁπάντων ὑπὲρ τῆς εἰς οἶκον σωτηρίας.
于是,所有的船长都放了火,火焰迅速升空,小号手们吹响了战斗号角,军队齐声欢呼,所有人都在一同祈祷能够安全返回家园。
§20.7.5τοῦτο δʼ ἔπραξεν Ἀγαθοκλῆς μάλιστα μὲν ἕνεκα τοῦ συναναγκάσαι τοὺς στρατιώτας ἐν τοῖς κινδύνοις ἐπιλαθέσθαι τὸ παράπαν τῆς φυγῆς· δῆλον γὰρ ὅτι τῆς ἐπὶ τὰς ναῦς καταφυγῆς ἀποκοπείσης ἐν μόνῳ τῷ νικᾶν ἕξουσι τὰς ἐλπίδας τῆς σωτηρίας· ἔπειτα καὶ δύναμιν ὀλίγην ἔχων ἐθεώρει διότι φυλάσσων μὲν τὰς ναῦς ἀναγκασθήσεται μερίζειν τὸ στρατόπεδον καὶ μηδαμῶς ἀξιόμαχος εἶναι, καταλιπὼν δʼ ἐρήμους ὑποχειρίους ποιήσει γενέσθαι Καρχηδονίοις.
阿加托克勒斯之所以这样做,主要是为了迫使士兵们在面临危险时完全忘记逃跑;因为显然,一旦向船只撤退的退路被切断,他们获得安全的希望就只能寄托在胜利之上;其次,由于他拥有的兵力较少,他意识到如果派兵看守船只,他将被迫分散军队,从而根本无法与敌人抗衡,但如果把船只空置在那里,他又会使船只落入迦太基人的手中。

词汇与语法注释

  1. 20.7.2πεποιῆσθαι — 依附于间接引语动词 ἔφησε 的宾格与不定式结构。完成时中间/被动不定式 πεποιῆσθαι 的逻辑主语因与主句主语(阿加托克勒斯)一致而省略。εὐχάς 是其宾语,并由将来时不定式 λαμπαδεύσειν(“用火把焚烧”)进一步限定,用以说明誓言的具体内容。
  2. 20.7.3πολλαπλασίους — 形容词 πολλαπλάσιος(数倍于……的)的阴性复数宾格形式,修饰语境中省略的名词 ναῦς(船)。意为“将(比烧毁的船只)多出数倍的船只归还给他们”。
  3. 20.7.5διότι — 此处不表示原因(因为),而是用作引导动词 ἐθεώρει(他看到、考虑到)宾语从句的连词,等同于 ὅτι(即“……这一事实”),这是后期希腊语中常见的用法。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.7.1-20.7.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.7.1-20.7.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。