§20.7.1οὕτω δὲ παράβολον ἐπιτελεσάμενος πρᾶξιν, ἄλλην ἐτόλμησε ταύτης μᾶλλον κεκινδυνευμένην.
このように無謀な試みを成し遂げると、彼はこれよりもさらに危険に満ちた別の行動を敢行した。
παραστησάμενος γὰρ τοὺς ἐν ἡγεμονίαις ὄντας εὐπειθεῖς πρὸς τὴν ἰδίαν ἐπιβολὴν καὶ θυσίαν ποιησάμενος Δήμητρι καὶ Κόρῃ συνήγαγεν ἐκκλησίαν κἄπειτα προελθὼν ἐπὶ §20.7.2τὴν δημηγορίαν ἐστεφανωμένος ἐν ἱματίῳ λαμπρῷ καὶ προδιαλεχθεὶς οἰκείως τοῖς ἐγχειρουμένοις ἔφησε ταῖς κατεχούσαις Σικελίαν θεαῖς Δήμητρι καὶ Κόρῃ πεποιῆσθαι, καθʼ ὃν καιρὸν ἐδιώχθησαν ὑπὸ Καρχηδονίων, §20.7.3εὐχὰς λαμπαδεύσειν ἁπάσας τὰς ναῦς.
すなわち、指導的な立場にある者たちを自分の企てに従順に引き入れ、デメテルとコレに犠牲を捧げた上で、民会を招集し、それから進み出て、演説を行うために、輝かしい衣をまとい冠を戴いて立ち、試みられている事柄にふさわしい話をしたのち、彼は言った、カルタゴ人から追跡されていた時に、シケリアを支配する女神たちであるデメテルとコレに対して、すべての船を松明で焼くという誓いを立てた、と。
καλῶς οὖν ἔχειν τετευχότας τῆς σωτηρίας ἀποδιδόναι τὰς εὐχάς.
それゆえ、救いを得た今、誓いを果たすのが正しいことである。
ἀντὶ δὲ τούτων ἐπηγγέλλετο πολλαπλασίους ἀποδώσειν προθύμως αὐτῶν ἀγωνισαμένων·
そして、これらの船の代わりに、彼らが熱心に戦うならば、その何倍もの船を払い戻すと約束した。
καὶ γὰρ τὰς θεὰς διὰ τῶν ἱερῶν προσημαίνειν νίκην τοῦ σύμπαντος πολέμου.
なぜなら、女神たちが犠牲を通じて戦争全体の勝利をあらかじめ示しているからである。
§20.7.4ἅμα δὲ ταῦτα λέγοντος αὐτοῦ τῶν ὑπηρετῶν τις προσήνεγκεν ἡμμένην δᾷδα·
彼がこれらのことを言っていると同時に、従者の一人が火のついた松明を運んできた。
ἣν δεξάμενος καὶ τοῖς τριηράρχοις ὁμοίως ἅπασι προστάξας ἀναδοῦναι τάς τε θεὰς ἐπεκαλέσατο καὶ πρῶτος ὥρμησεν ἐπὶ τὴν ναυαρχίδα τριήρη·
彼はそれを受け取り、三段櫂船の指揮官たち全員にも同様に配るよう命じた上で、女神たちを呼び求め、自ら先頭に立って旗艦の三段櫂船へと突進した。
στὰς δʼ ἐπὶ τὴν πρύμναν καὶ τοῖς ἄλλοις τὸ παραπλήσιον ποιεῖν παρεκελεύετο.
そして船尾に立ち、他の者たちにも同様にすることを命じた。
ἔνθα δὴ τῶν τριηράρχων ἁπάντων ἐνέντων τὸ πῦρ καὶ ταχὺ τῆς φλογὸς εἰς ὕψος ἀρθείσης οἱ μὲν σαλπιγκταὶ τὸ πολεμικὸν ἐσήμαινον, τὸ δὲ στρατόπεδον ἐπηλάλαξε, συνευχομένων ἁπάντων ὑπὲρ τῆς εἰς οἶκον σωτηρίας.
そこで三段櫂船の指揮官たち全員が火を放ち、たちまち炎が高く立ち上がると、ラッパ手たちは戦闘の合図を吹き鳴らし、軍勢は歓声を上げ、全員が我が家への無事な帰還を共に祈った。
§20.7.5τοῦτο δʼ ἔπραξεν Ἀγαθοκλῆς μάλιστα μὲν ἕνεκα τοῦ συναναγκάσαι τοὺς στρατιώτας ἐν τοῖς κινδύνοις ἐπιλαθέσθαι τὸ παράπαν τῆς φυγῆς·
アガトクレスがこれを行ったのは、何よりも、危険な状況において兵士たちに退却のことを完全に忘れさせるためであった。
δῆλον γὰρ ὅτι τῆς ἐπὶ τὰς ναῦς καταφυγῆς ἀποκοπείσης ἐν μόνῳ τῷ νικᾶν ἕξουσι τὰς ἐλπίδας τῆς σωτηρίας·
なぜなら、船への避難経路が断たれれば、勝利することの中にのみ救いの希望を見出すことになるのが明らかだからである。
ἔπειτα καὶ δύναμιν ὀλίγην ἔχων ἐθεώρει διότι φυλάσσων μὲν τὰς ναῦς ἀναγκασθήσεται μερίζειν τὸ στρατόπεδον καὶ μηδαμῶς ἀξιόμαχος εἶναι, καταλιπὼν δʼ ἐρήμους ὑποχειρίους ποιήσει γενέσθαι Καρχηδονίοις.
さらに、彼が有する兵力が少なかったため、もし船を守るならば軍勢を分割せざるを得ず、決して戦える状態ではなくなる一方で、守り手を置かずに放置すれば、船をカルタゴ人の手に渡してしまうことになると考えていたからである。