§20.6.1ἓξ δʼ ἡμέρας καὶ τὰς ἴσας νύκτας αὐτῶν πλευσάντων ὑποφαινούσης τῆς ἕω παραδόξως ὁ στόλος τῶν Καρχηδονίων οὐκ ἄπωθεν ὢν ἑωράθη.
在他们航行了六天六夜之后,黎明初现时,出乎意料地,不远处的迦太基舰队进入了视线。
διόπερ ἀμφοτέροις ἐμπεσούσης σπουδῆς ἡμιλλῶντο πρὸς ἀλλήλους ταῖς εἰρεσίαις, οἱ μὲν Φοίνικες νομίζοντες ἅμα τῇ τῶν νεῶν ἁλώσει Συρακούσσας μὲν ὑποχειρίους ἕξειν, τὴν δὲ πατρίδα μεγάλων ἐλευθερώσειν κινδύνων· οἱ δʼ Ἕλληνες, εἰ μὴ φθάσειαν τῆς χώρας ἁψάμενοι, προκειμένην ἑώρων αὑτοῖς μὲν τιμωρίαν, τοῖς δὲ καταλειφθεῖσιν ἐν οἴκῳ τὰ τῆς δουλείας δεινά.
因此,两军都陷入了焦急之中,彼此拼命划桨竞争;腓尼基人认为,在夺取对方船只的同时,他们就能将叙拉古据为己有,并将祖国从巨大的危险中拯救出来;而希腊人则看出,如果他们不能抢先登陆,等待自己的将是惩罚,而等待留在国内之人的则是奴役的恐怖灾难。
§20.6.2καθορωμένης δὲ τῆς Λιβύης παρακελευσμὸς ἐγίνετο τοῖς πληρώμασι καὶ φιλοτιμίας ὑπερβολή· καὶ τάχιον μὲν ἄπλεον αἱ τῶν βαρβάρων, ἐν πολυχρονίῳ μελέτῃ τῶν ἐρετῶν διαπεπονημένων, ἱκανὸν δὲ διάστημα προεῖχον αἱ τῶν Ἑλλήνων.
当利比亚落入眼帘时,船员们得到了鼓舞,并产生了极大的竞争心;虽然蛮族的船只由于桨手经过长期训练而行驶得更快,但希腊人的船只仍保持着足够的领先距离。
ὀξύτατα δὲ τοῦ πλοῦ διανυσθέντος, ἐπειδὴ πλησίον ἐγενήθησαν τῆς γῆς, συνεξέπιπτον ἀλλήλοις εἰς τὸν αἰγιαλὸν ὡσπερεί τινες ἀγωνισταί· §20.6.3ταῖς γὰρ ἐσχάταις τῶν Ἀγαθοκλέους αἱ πρῶται τῶν Καρχηδονίων ἐνέβαλλον ἐντὸς βέλους οὖσαι.
航程以极快的速度完成,当他们靠近陆地时,两军便像竞技场上的对手一样,一齐冲向沙滩;因为迦太基船队中行在最前的船只已经进入射程,开始袭击阿加托克勒斯船队中行在最后的船只。
διόπερ ἐπʼ ὀλίγον χρόνον τοῖς τε τόξοις καὶ σφενδόναις διαγωνισαμένων αὐτῶν καὶ ναυσὶν ὀλίγαις τῶν βαρβάρων συμπλακέντων οἱ περὶ τὸν Ἀγαθοκλέα προετέρουν, τὸ τῶν στρατιωτῶν ἔχοντες πλῆθος.
因此,在双方用弓箭和投石进行了短时间的战斗、并与少数蛮族船只交火之后,阿加托克勒斯及其部下因士兵人数众多而占了上风。
εἶθʼ οἱ μὲν Καρχηδόνιοι πρύμναν ἀνακρουσάμενοι μικρὸν ἔξω βέλους ἐφώρμουν, ὁ δʼ Ἀγαθοκλῆς ἀποβιβάσας τὴν δύναμιν πρὸς τὰς καλουμένας Λατομίας καὶ χάρακα βαλόμενος ἐκ θαλάττης εἰς θάλατταν ἐνεώλκησε τὰς ναῦς.
随后,迦太基人便倒桨退行,停泊在射程之外稍远的地方,而阿加托克勒斯则在被称为拉托米亚的地方让军队登陆,并筑起了一道从海到海的防御工事,将船只拖上了岸。