Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.8.1-20.8.7

攻占大都市与白突尼斯

第 196 段,共 301 段 · 希腊语

内容简介

为了鼓舞因烧船而沮丧的士兵,阿加托克勒斯迅速攻占了富庶的“大都市”和“白突尼斯”,并坚持不留退路的策略摧毁了这两座城市。

§20.8.1οὐ μὴν ἀλλὰ τῶν νεῶν ἁπασῶν φλεγομένων καὶ τοῦ πυρὸς πολὺν ἐπέχοντος τόπον ἔκπληξις κατεῖχε τοὺς Σικελιώτας.
然而,随着所有船只燃烧起来,大火蔓延了广阔的区域,惊恐占领了西西里人。
ἐν ἀρχῇ μὲν γὰρ ὑπὸ τῆς Ἀγαθοκλέους γοητείας παραλογισθέντες καὶ τῆς τῶν ἐγχειρουμένων ὀξύτητος ἀναθεώρησιν οὐ διδούσης πάντες συγκατετίθεντο τοῖς πραττομένοις· τοῦ δὲ χρόνου τὸν περὶ ἑκάστων ἀναλογισμὸν παριστάντος εἰς μεταμέλειαν ἐνέπιπτον καὶ τὸ μέγεθος τοῦ διείργοντος πελάγους ἀναλογιζόμενοι τὴν σωτηρίαν ἀπεγίνωσκον.
因为起初,他们被阿加托克勒斯的蛊惑所蒙蔽,加上行动的迅速不给他们重新审视的机会,众人皆同意了这些做法;但随着时间的推移,对各项事务的深思熟虑开始显现,他们陷入了悔恨之中,并考虑到阻隔他们的海洋之广阔,从而放弃了得救的希望。
§20.8.2ὁ δʼ Ἀγαθοκλῆς σπεύδων ἀπαλλάξαι τῆς ἀθυμίας τοὺς στρατιώτας ἦγε τὴν δύναμιν ἐπὶ τὴν ὀνομαζομένην Μεγάλην πόλιν, οὖσαν Καρχηδονίων.
而阿加托克勒斯急于使士兵们摆脱沮丧,便率军前往迦太基人控制的、被称为“大都市”的地方。
§20.8.3ἡ δʼ ἀνὰ μέσον χώρα, διʼ ἧς ἦν ἀναγκαῖον πορευθῆναι, διείληπτο κηπείαις καὶ παντοίαις φυτουργίαις, πολλῶν ὑδάτων διωχετευμένων καὶ πάντα τόπον ἀρδευόντων.
他们必须经过的中间地带,布满了园林和各种植被,许多水源被引成渠道,灌溉着每一处土地。
ἀγροικίαι τε συνεχεῖς ὑπῆρχον, οἰκοδομαῖς πολυτελέσι καὶ κονιάμασι διαπεπονημέναι καὶ τὸν τῶν κεκτημένων αὐτὰς διασημαίνουσαι πλοῦτον.
乡间的别墅绵延不断,建筑华丽,泥金粉刷精美,彰显着主人们的财富。
§20.8.4ἔγεμον δʼ αἱ μὲν ἐπαύλεις πάντων τῶν πρὸς ἀπόλαυσιν, ὡς ἂν τῶν ἐγχωρίων ἐν εἰρήνῃ πολυχρονίῳ τεθησαυρικότων γεννημάτων ἀφθονίαν·
别墅内装满了享乐之物,这仿佛是当地人在长期的和平中积累了丰饶的产物。
ἡ δὲ χώρα ἡ μὲν ἦν ἀμπελόφυτος, ἡ δὲ ἐλαιοφόρος καὶ τῶν ἄλλων τῶν καρπίμων δένδρων ἀνάπλεως.
土地的一部分种植着葡萄,另一部分产出橄榄,并长满了其他各种果树。
ἐπὶ θάτερα δὲ μέρη τὸ πεδίον ἐνέμοντο βοῶν ἀγέλαι καὶ ποῖμναι καὶ τὰ πλησίον ἕλη φορβάδων ἵππων ἔγεμε.
在另一侧的平原上,牛群和羊群在吃草,附近的沼泽里则挤满了放养的马匹。
καθόλου δὲ παντοία τις ἦν ἐν τοῖς τόποις εὐδαιμονία, τῶν ἐπιφανεστάτων Καρχηδονίων διειληφότων τὰς κτήσεις καὶ τοῖς πλούτοις πεφιλοκαληκότων πρὸς ἀπόλαυσιν.
总之,这些地方呈现出一派万象繁荣的景象,因为最显赫的迦太基人瓜分了这些地产,并凭借其财富装点雅致,以作享乐之用。
§20.8.5διόπερ οἱ Σικελιῶται τό τε τῆς χώρας κάλλος καὶ τὴν εὐδαιμονίαν τὴν ἐν αὐτῇ θαυμάζοντες μετέωροι ταῖς ἐλπίσιν ἐγένοντο, θεωροῦντες ἄξια τῶν κινδύνων ἔπαθλα τοῖς νικῶσι προκείμενα.
因此,西西里人对这片土地的美丽和富庶叹为观止,希望也随之高涨,因为他们看到,摆在胜利者面前的,是配得上他们所冒险的丰厚奖赏。
§20.8.6ὁ δʼ Ἀγαθοκλῆς ὁρῶν τοὺς στρατιώτας ἀναλαμβάνοντας αὑτοὺς ἐκ τῆς ἀθυμίας καὶ προθύμους ὄντας εἰς τοὺς κινδύνους ἐξ ἐφόδου προσέβαλλε τοῖς τείχεσιν.
而阿加托克勒斯看到士兵们正从沮丧中恢复过来,并且渴望面对危险,便立即发动攻势,袭击城墙。
ἀπροσδοκήτου δὲ τῆς ἐπιθέσεως γενομένης καὶ τῶν ἔνδον διὰ τὴν ἄγνοιαν καὶ τὴν τῶν πολεμικῶν ἀπειρίαν ὀλίγον ὑποστάντων χρόνον εἷλε τὴν πόλιν κατὰ κράτος· δοὺς δὲ τοῖς στρατιώταις εἰς ἁρπαγὴν ἐνέπλησε τὴν δύναμιν ὠφελείας ἅμα καὶ θάρσους.
由于袭击出于意料,且城内的人因不知情和缺乏军事经验只抵抗了很短的时间,他便以武力攻克了这座城市;他把城市交给士兵们掠夺,从而使军队同时获得了战利品与勇气。
§20.8.7εὐθὺ δὲ καὶ πρὸς τὸν Λευκὸν Τύνητα καλούμενον ἀναζεύξας ἐχειρώσατο τὴν πόλιν, ἀπέχουσαν Καρχηδόνος δισχιλίους σταδίους.
随后,他立即向被称为“白突尼斯”的地方进军,并夺取了这座距离迦太基两千斯塔德的城市。
ἀμφοτέρας δὲ τὰς ἁλούσας πόλεις οἱ μὲν στρατιῶται διαφυλάττειν ἠβούλοντο καὶ τὰς ὠφελείας εἰς αὐτὰς ἀπετίθεντο· ὁ δʼ Ἀγαθοκλῆς ἀκόλουθα τοῖς προπεπραγμένοις διανοηθεὶς καὶ διδάξας τὸ πλῆθος ὡς οὐδεμίαν συμφέρει καταφυγὴν ἀπολιπεῖν, ἕως ἂν παρατάξει νικήσωσι, κατέστρεψέ τε τὰς πόλεις καὶ κατεστρατοπέδευσεν ἐν ὑπαίθρῳ.
对于这两座被攻占的城市,士兵们希望予以看守,并将战利品储藏在其中;然而阿加托克勒斯抱持着与先前行动相一致的想法,他向大众阐明,在决战中获胜之前,保留任何退路都没有好处,于是他摧毁了这些城市,并在露天扎营。

词汇与语法注释

  1. 20.8.4ὡς ἂν τῶν ἐγχωρίων ... τεθησαυρικότων — 连接词 ὡς ἄν 后接属格独立结构(genitive absolute)中的完成时分词 τεθησαυρικότων。此处非客观陈述,而是表达观察者主观的推测或假设性对比,意为“仿佛当地人已经积蓄了……”。
  2. 20.8.5μετέωροι ταῖς ἐλπίσιν — 形容词 μετέωροι(“悬空的”、“激动的”)与关系与格(dative of respect)ταῖς ἐλπίσιν 结合的表达,描绘了士兵们面对丰厚战利品的前景时,希望高涨、跃跃欲试的心理状态。
  3. 20.8.7ἀκόλουθα τοῖς προπεπραγμένοις — 形容词 ἀκόλουθος 的中性复数宾格 ἀκόλουθα 用作副词,修饰分词 διανοηθείς(“思考”、“意图”)。它带有关格补足语 τοῖς προπεπραγμένοις(“先前已做之事”),表示“以与先前的行动(烧毁船只切断退路)相一致的方式思考”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.8.1-20.8.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.8.1-20.8.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。