Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §20.67.1-20.67.4

阿加托克利斯军的夜间恐慌与自相残杀

第 255 段,共 301 段 · 希腊语

内容简介

阿加托克利斯的希腊军队同样因误将撤退中的利比亚人当成迦太基军队而在夜间陷入极度恐慌,在自相残杀中损失了四千多人。至此,两军均因“战争的空虚幻象”而遭受惨重打击。

§20.67.1οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα κατὰ τὸν αὐτὸν χρόνον δι’ ἀπάτην καὶ προσδοκίαν ψευδῆ ταῖς ὁμοίαις περιέπεσον συμφοραῖς.
一方,阿加托克利斯及其部下在同一时间,由于误认和虚假的预期,也陷入了类似的灾难。
τῶν γὰρ ἀποστατῶν Λιβύων μετὰ τὸν ἐμπυρισμὸν τῆς παρεμβολῆς καὶ τὸν γενόμενον θόρυβον οὐ τολμησάντων προάγειν, ἀλλʼ εἰς τοὐπίσω πάλιν ἐπανιόντων τῶν Ἑλλήνων τινὲς αἰσθόμενοι προσιόντας αὐτοὺς καὶ δόξαντες τὴν τῶν Καρχηδονίων δύναμιν ἥκειν ἀπήγγειλαν τοῖς περὶ τὸν Ἀγαθοκλέα πλησίον ὑπάρχειν τὸ τῶν πολεμίων στρατόπεδον.
因为那些叛变的利比亚人在营地被焚和发生混乱之后,不敢继续前进,而是再次向后退去,这时一些希腊人注意到他们正在逼近,误以为是迦太基人的军队到来,便向阿加托克利斯及其部下报告,说敌人的军营就在附近。
§20.67.2τοῦ δυνάστου δὲ παραγγείλαντος εἰς ὅπλα χωρεῖν, ἐξέπιπτον ἐκ τῆς στρατοπεδείας οἱ στρατιῶται μετὰ πολλοῦ θορύβου.
当统治者下令武装起来时,士兵们在一片混乱中冲出营地。
ἅμα δὲ τῆς τε κατὰ τὴν παρεμβολὴν φλογὸς εἰς ὕψος ἀρθείσης καὶ τῆς τῶν Καρχηδονίων κραυγῆς ἐξακούστου γινομένης ὑπέλαβον πρὸς ἀλήθειαν τοὺς βαρβάρους ἁπάσῃ τῇ δυνάμει προσάγειν ἐπʼ αὐτούς.
同时,由于营地那边的火焰高高升起,且迦太基人的呼喊声清晰可闻,他们便以为蛮族确实正率领全军向他们逼近。
§20.67.3τῆς δʼ ἐκπλήξεως τὸ βουλεύεσθαι παραιρουμένης ἐνέπεσε φόβος εἰς τὸ στρατόπεδον καὶ πάντες πρὸς φυγὴν ὥρμησαν.
由于惊恐夺去了他们的思虑,恐惧席卷了营地,所有人都在奔逃。
εἶτα προσμιξάντων αὐτοῖς τῶν Λιβύων καὶ τῆς νυκτὸς μείζονα τὴν ἄγνοιαν φυλαττούσης οἱ περιτυγχάνοντες ἀλλήλους ὡς πολεμίους ἠμύνοντο.
随后,利比亚人与他们相遇,而黑夜使得这种混乱不分变得更加严重,迎面相遇的人便把彼此当作敌人来反击。
§20.67.4ὅλην δὲ τὴν νύκτα πανταχῇ διασπειρομένων αὐτῶν καὶ πανικῷ θορύβῳ συνεχομένων συνέβη πλείους τῶν τετρακισχιλίων ἀναιρεθῆναι.
整夜,他们在各地四处分散,受制于恐慌引起的混乱,结果导致四千多人被杀。
ἐπιγνωσθείσης δὲ μόγις τῆς ἀληθείας οἱ διασωθέντες ἐπανῆλθον εἰς τὴν παρεμβολήν.
真相终于被查明后,幸存下来的人回到了营地。
αἱ μὲν οὖν δυνάμεις ἀμφότεραι τὸν εἰρημένον τρόπον ἠτύχησαν, ἐξαπατηθεῖσαι κατὰ τὴν παροιμίαν τοῖς κενοῖς τοῦ πολέμου.
因此,正如谚语所说,两军都由于被“战争的空虚幻象”所蒙骗,而以所述的方式遭遇了不幸。

词汇与语法注释

  1. 20.67.1τῶν γὰρ ἀποστατῶν Λιβύων ... ἐπανιόντων — 这是由名词与分词构成的属格绝对结构(独立属格),表示与主句主语(τινές)不同的动作主体所造成的背景副词性状况(原因或时间)。
  2. 20.67.1αἰσθόμενοι προσιόντας αὐτοὺς καὶ δόξαντες τὴν τῶν Καρχηδονίων δύναμιν ἥκειν — 两个主格分词 αἰσθόμενοι 和 δόξαντες 通过 καί 连接。前者作为知觉动词,带有名词性补足语(宾格分词短语 προσιόντας αὐτοὺς);后者作为思维和推测动词,支配着宾格加不定式结构 τὴν ... δύναμιν ἥκειν。
  3. 20.67.3τῆς δʼ ἐκπλήξεως τὸ βουλεύεσθαι παραιρουμένης — 属格绝对结构。名词化不定式 τὸ βουλεύεσθαι(熟虑、理性判断)作为现在分词 παραιρουμένης(夺去、妨碍)的直接宾语(宾格)发挥作用。
  4. 20.67.4τοῖς κενοῖς τοῦ πολέμου — 形容词的中性复数名词化形式 τὰ κενά(空虚之物)与属格 τοῦ πολέμου(战争的)结合,在成语上指代“战争中无端的恐慌(空虚之惊、虚假的恐怖)”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §20.67.1-20.67.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc6:20.67.1-20.67.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。