§20.67.1οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα κατὰ τὸν αὐτὸν χρόνον δι’ ἀπάτην καὶ προσδοκίαν ψευδῆ ταῖς ὁμοίαις περιέπεσον συμφοραῖς.
At the same time, those around Agathocles, through deception and a false expectation, fell into similar disasters.
τῶν γὰρ ἀποστατῶν Λιβύων μετὰ τὸν ἐμπυρισμὸν τῆς παρεμβολῆς καὶ τὸν γενόμενον θόρυβον οὐ τολμησάντων προάγειν, ἀλλʼ εἰς τοὐπίσω πάλιν ἐπανιόντων τῶν Ἑλλήνων τινὲς αἰσθόμενοι προσιόντας αὐτοὺς καὶ δόξαντες τὴν τῶν Καρχηδονίων δύναμιν ἥκειν ἀπήγγειλαν τοῖς περὶ τὸν Ἀγαθοκλέα πλησίον ὑπάρχειν τὸ τῶν πολεμίων στρατόπεδον.
For since the revolted Libyans, after the burning of the camp and the confusion that arose, did not dare to advance but were returning back again, some of the Greeks, perceiving them approaching and supposing that the force of the Carthaginians had come, reported to those around Agathocles that the army of the enemy was near.
§20.67.2τοῦ δυνάστου δὲ παραγγείλαντος εἰς ὅπλα χωρεῖν, ἐξέπιπτον ἐκ τῆς στρατοπεδείας οἱ στρατιῶται μετὰ πολλοῦ θορύβου.
When the ruler ordered them to take up arms, the soldiers rushed out of the camp with great tumult.
ἅμα δὲ τῆς τε κατὰ τὴν παρεμβολὴν φλογὸς εἰς ὕψος ἀρθείσης καὶ τῆς τῶν Καρχηδονίων κραυγῆς ἐξακούστου γινομένης ὑπέλαβον πρὸς ἀλήθειαν τοὺς βαρβάρους ἁπάσῃ τῇ δυνάμει προσάγειν ἐπʼ αὐτούς.
At the same time, as the flame at the camp rose to a height and the shouting of the Carthaginians became clearly audible, they supposed in truth that the barbarians were advancing against them with their entire force.
§20.67.3τῆς δʼ ἐκπλήξεως τὸ βουλεύεσθαι παραιρουμένης ἐνέπεσε φόβος εἰς τὸ στρατόπεδον καὶ πάντες πρὸς φυγὴν ὥρμησαν.
Since panic deprived them of counsel, fear fell upon the camp and everyone rushed to flight.
εἶτα προσμιξάντων αὐτοῖς τῶν Λιβύων καὶ τῆς νυκτὸς μείζονα τὴν ἄγνοιαν φυλαττούσης οἱ περιτυγχάνοντες ἀλλήλους ὡς πολεμίους ἠμύνοντο.
Then, when the Libyans joined them, and the night preserved their ignorance even greater, those who encountered one another defended themselves against each other as if they were enemies.
§20.67.4ὅλην δὲ τὴν νύκτα πανταχῇ διασπειρομένων αὐτῶν καὶ πανικῷ θορύβῳ συνεχομένων συνέβη πλείους τῶν τετρακισχιλίων ἀναιρεθῆναι.
As they were scattered everywhere throughout the whole night and held by panic confusion, it happened that more than four thousand were slain.
ἐπιγνωσθείσης δὲ μόγις τῆς ἀληθείας οἱ διασωθέντες ἐπανῆλθον εἰς τὴν παρεμβολήν.
When the truth was at last recognized, those who had escaped returned to the camp.
αἱ μὲν οὖν δυνάμεις ἀμφότεραι τὸν εἰρημένον τρόπον ἠτύχησαν, ἐξαπατηθεῖσαι κατὰ τὴν παροιμίαν τοῖς κενοῖς τοῦ πολέμου.
Thus both forces met with misfortune in the manner described, being deceived, as the proverb says, by the empty alarms of war.