§20.68.1Ἀγαθοκλῆς δέ, μετὰ τὴν γενομένην ἀτυχίαν τῶν μὲν Λιβύων ἁπάντων ἀποστάντων ἀπʼ αὐτοῦ, τῆς δὲ ὑπολειπομένης δυνάμεως ἀδυνατούσης διαπολεμεῖν πρὸς τοὺς Καρχηδονίους διέγνω τὴν Λιβύην ἐκλιπεῖν.
然而,阿加托克利斯在遭遇不幸之后,由于所有的利比亚人都背叛了他,且留下的军队无力继续与迦太基人作战,便决定撤离利比亚。
διακομίσαι δὲ τοὺς στρατιώτας οὐχ ὑπελάμβανεν δυνήσεσθαι διὰ τὸ μήτε πόρια παρεσκευάσθαι μήτε τοὺς Καρχηδονίους ἐπιτρέψαι ποτʼ ἂν θαλασσοκρατοῦντας.
但他认为自己无法运送士兵,因为既没有准备运输船只,而掌握制海权的迦太基人也绝不会允许这样做。
§20.68.2διαλύσεις δʼ οὐκ ἐνόμιζε ποιήσεσθαι τοὺς βαρβάρους, πολὺ προέχοντας ταῖς δυνάμεσι καὶ διαβεβαιουμένους ταῖς τῶν πρῶτον διαβάντων ἀπωλείαις ἀποτρέψαι τοὺς ἄλλους ἐπιτίθεσθαι τῇ Λιβύῃ.
他也不认为蛮族会达成和解,因为他们的兵力远胜一筹,并且坚决要通过让第一批渡海来的人毁灭,来阻止其他人进攻利比亚。
§20.68.3ἔκρινεν οὖν μετʼ ὀλίγων λάθρᾳ ποιήσασθαι τὴν ἀναγωγὴν καὶ συνενεβίβασε τὸν νεώτερον τῶν υἱῶν Ἡρακλείδην· τὸν γὰρ Ἀρχάγαθον εὐλαβεῖτο μήποτε συνὼν τῇ μητρυιᾷ καὶ φύσει τολμηρὸς ὢν ἐπιβουλὴν κατʼ αὐτοῦ συστήσῃ.
因此,他决定与少数人一起秘密启航,并让他的幼子赫拉克莱德斯一同上船;因为他提防着阿尔卡加托斯,担心他因与继母有私通且天性胆大,可能会勾结起来针对他进行阴谋。
ὁ δʼ Ἀρχάγαθος ὑποπτεύσας αὐτοῦ τὴν ἐπίνοιαν παρετήρει τὸν ἔκπλουν, διανοούμενος μηνῦσαι τῶν ἡγεμόνων τοῖς διακωλύσουσι τὴν ἐπιβολήν· ἡγεῖτο γὰρ δεινὸν εἶναι τὸ τῶν μὲν κινδύνων ἑαυτὸν προθύμως μετεσχηκέναι, προαγωνιζόμενον τοῦ πατρὸς καὶ τἀδελφοῦ, τῆς δὲ σωτηρίας μόνον ἀποστερεῖσθαι, καταλειπόμενον ἔκδοτον τοῖς πολεμίοις.
而阿尔卡加托斯怀疑了他的意图,密切监视着这次出航,打算向那些会阻止这一企图的指挥官们告密;因为他认为,自己在父亲和兄弟面前奋勇作战,热切地分担了危险,却唯独自己被剥夺了生路,被留下来任由敌人处置,这是极其不公的。
§20.68.4διὸ δὴ τοὺς περὶ τὸν Ἀγαθοκλέα μέλλοντας λάθρᾳ τὸν ἀπόπλουν ποιεῖσθαι νυκτὸς ἐμήνυσέ τισι τῶν ἡγεμόνων.
正因如此,他将阿加托克利斯及其部下企图在夜间秘密启航的事告发给了部分指挥官。
οἱ δὲ συνδραμόντες οὐ μόνον διεκώλυσαν, ἀλλὰ καὶ τῷ πλήθει τὴν ῥᾳδιουργίαν ἐξέθηκαν· ἐφʼ οἷς οἱ στρατιῶται περιαλγεῖς γενόμενοι συνελάβοντο τὸν δυνάστην καὶ δήσαντες παρέδωκαν εἰς
而他们聚集在一起,不仅阻止了这一行动,还向大众揭露了这一卑劣行行径;士兵们对此感到极大愤慨,便逮捕了这位统治者,并将他绑起来交给了