§20.58.1ἐμπλήσας δʼ ὠφελείας τὸ στρατόπεδον κατέβη πρὸς τοὺς περὶ τὸν Ἀρχάγαθον καὶ δόξας ἀγαθὸς ἀνὴρ γεγονέναι πάλιν ἐστράτευσεν εἰς τοὺς ἄνω τῆς Λιβύης τόπους.
在让军营装满战利品后,他下山前往阿尔卡加托斯及其部下那里,并在赢得了勇士的声誉后,再次向利比亚的上部地区进军。
ὑπερβαλὼν δὲ τὰς πόλεις ὧν πρότερον ἐγεγόνει κύριος, παρεισέπεσεν εἰς τὴν καλουμένην Μιλτινὴν πόλιν, ἀπροσδοκήτως ἐπιφανείς·
在越过他先前已经征服的那些城市后,他出其不意地出现在被称为米尔蒂内的城市,并闯了进去。
§20.58.2συστραφέντων δʼ ἐπʼ αὐτὸν τῶν βαρβάρων καὶ κρατησάντων ἐν ταῖς ὁδοῖς ἐξεβλήθη παραλόγως καὶ πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλεν.
然而,由于蛮族人联合起来对付他,并在街道上占了上风,他出乎意料地被赶了出来,并失去了许多士兵。
ἐντεῦθεν δʼ ἀναζεύξας προῆγεν διʼ ὄρους ὑψηλοῦ παρήκοντος ἐπὶ σταδίους διακοσίους, πλήρους δʼ ὄντος αἰλούρων, ἐν ᾧ συνέβαινε μηδὲν ὅλως πτηνὸν νεοττεύειν μήτε ἐπὶ τοῖς δένδρεσι μήτε ἐν ταῖς φάραγξι διὰ τὴν ἀλλοτριότητα τῶν προειρημένων ζῴων.
他从那里拔营,穿过一座绵延两百斯塔德的高山前进,那山上满是猫,由于上述动物的敌对天性,无论是在树上还是在山谷中,都完全没有鸟类筑巢。
§20.58.3διελθὼν δὲ τὴν ὀρεινὴν ταύτην ἐνέβαλεν εἰς χώραν ἔχουσαν πλῆθος πιθήκων καὶ πόλεις τρεῖς τὰς ἀπὸ τούτων τῶν ζῴων ὀνομαζομένας εἰς τὸν Ἑλληνικὸν τρόπον τῆς διαλέκτου μεθερμηνευομένας Πιθηκούσσας.
穿过这片山区后,他进入了一个拥有大量猴子的地区,以及三座以这些动物命名的城市,用希腊语的方式翻译过来叫做“皮特库赛”。
§20.58.4ἐν δὲ ταύταις οὐκ ὀλίγα τῶν νομίμων πολὺ παρήλλαττε τῶν παρʼ ἡμῖν.
在这些城市中,不少习俗与我们的截然不同。
τάς τε γὰρ αὐτὰς οἰκίας οἱ πίθηκοι κατῴκουν τοῖς ἀνθρώποις, θεοὶ παρʼ αὐτοῖς νομιζόμενοι καθάπερ παρʼ Αἰγυπτίοις οἱ κύνες, ἔκ τε τῶν παρεσκευασμένων ἐν τοῖς ταμιείοις τὰ ζῷα τὰς τροφὰς ἐλάμβανον ἀκωλύτως ὁπότε βούλοιντο.
因为猴子与人类居住在相同的房子里,在他们中间被奉为神明,就像埃及人奉狗为神一样,而且这些动物可以随时毫无阻碍地从储藏室准备的食物中取食。
καὶ τὰς προσηγορίας δʼ ἐτίθεσαν οἱ γονεῖς τοῖς παισὶ κατὰ τὸ πλεῖστον ἀπὸ τῶν πιθήκων, ὥσπερ παρʼ ἡμῖν ἀπὸ τῶν θεῶν.
此外,父母给孩子们起的名字,绝大多数是根据猴子来取的,就像我们根据神明来取名一样。
§20.58.5τοῖς δʼ ἀποκτείνασι τοῦτο τὸ ζῷον ὡς ἠσεβηκόσι τὰ μέγιστα θάνατος ὥριστο πρόστιμον· διὸ δὴ καὶ παρά τισιν ἐνίσχυσεν ἐν παροιμίας μέρει λεγόμενον ἐπὶ τῶν ἀνατεὶ κτεινομένων ὅτι πιθήκου αἷμʼ ἀποτίσειαν.
对于杀死这种动物的人,死刑被规定为惩罚,视同犯下了最大的亵渎罪;因此在某些人中间,对于那些被杀却无法追究责任的人,流行着一句谚语:“他们将为猴子的血付出代价(遭受惩罚)”。
§20.58.6ὁ δʼ οὖν Εὔμαχος μίαν μὲν τούτων τῶν πόλεων ἑλὼν κατὰ κράτος διήρπασε, τὰς δὲ δύο προσηγάγετο.
无论如何,尤马科斯用武力攻占并洗劫了这些城市中的一座,并招降了另外两座。
πυνθανόμενος δὲ τοὺς περιοικοῦντας βαρβάρους ἀθροίζειν ἐπʼ αὐτὸν μεγάλας δυνάμεις προῆγε συντονώτερον, διεγνωκὼς ἐπανιέναι πρὸς τοὺς ἐπὶ θαλάττῃ τόπους.
但他听说周围的蛮族正在集结大军对付他时,便决定返回沿海地区,于是加快了行军速度。